§11ἀλλʼ ἵνα μὴ δοκῶμεν ὥσπερ εἰς τόπον ἀμαυρὸν τὸν παλαιὸν χρόνον ἐκ τῶν λαμπρῶν καὶ ἐναργῶν τεκμηρίων φεύγειν καὶ ὑποχωρεῖν, φέρε τοὺς βασιλεῖς ἐάσαντες ἐπὶ τὰς γνωριμωτάτας πράξεις καὶ τοὺς ἐπιφανεστάτους πολέμους τὸν λόγον μεταγάγωμεν, ἐν οἷς πολλὴν τόλμαν καὶ ἀνδρείαν εἶναι
"αἰδῶ τε συνεργὸν ἀρετᾶς δοριμάχου,"
ὥς φησι Τιμόθεος, τίς οὐκ ἂν ὁμολογήσειεν;
但是,为了不让我们显得像是避开明亮清晰的证据、仿佛逃进黑暗之处般退缩到古老的时代,来吧,让我们姑且不谈诸王,而将论述转向那些最广为人知的功绩和最辉煌的战争。 在这些战争中,谁会不承认其中有着巨大的胆识和勇气,以及如提摩太所说的“作为征战之德协作者的羞耻心”呢?
ἡ δʼ εὔροια τῶν πραγμάτων καὶ τὸ ῥόθιον τῆς εἰς τοσαύτην δύναμιν καὶ αὔξησιν ὁρμῆς, οὐ χερσὶν ἀνθρώπων οὐδὲ ὁρμαῖς προχωροῦσαν ἡγεμονίαν, θείᾳ δὲ πομπῇ καὶ πνεύματι Τύχης ἐπιταχυνομένην, ἐπιδείκνυται τοῖς ὀρθῶς λογιζομένοις.
然而,事态的顺畅发展,以及向着如此庞大力量和增长而进发的势头之汹涌,向正确思考的人们昭示着:这一霸权并非靠着人类的手和冲动而前进,而是靠着神的引导和“好运”的呼唤而被加速的。
τρόπαια τροπαίοις ἐπανίσταται καὶ θριάμβοι θριάμβοις ἀπαντῶσι, καὶ τὸ πρῶτον αἷμα τῶν ὅπλων ἔτι θερμὸν ἀποκλύζεται τῷ δευτέρῳ καταλαμβανόμενον.
纪念碑在纪念碑之上耸立,凯旋式与凯旋式相遇,武器上的第一股鲜血还温热着,便被紧随而至的第二股鲜血洗去。
τὰς δὲ νίκας ἀριθμοῦσιν οὐ νεκρῶν πλήθει καὶ λαφύρων, ἀλλὰ βασιλείαις αἰχμαλώτοις καὶ δεδουλωμένοις ἔθνεσι καὶ νήσοις καὶ ἠπείροις προσοριζομέναις τῷ μεγέθει τῆς ἡγεμονίας.
他们计算胜利不是看死者的数量和战利品,而是看被俘获的王国、被奴役的民族,以及被并入霸权版图的岛屿和大陆。
μιᾷ μάχῃ Φίλιππος ἀπέβαλε Μακεδονίαν, μιᾷ πληγῇ παρεχώρησεν Ἀντίοχος Ἀσίας, ἅπαξ Καρχηδόνιοι σφα λέντες ἀπώλεσαν Λιβύην.
仅凭一场战斗,腓力就失去了马其顿;仅凭一击,安条克就让出了亚洲;迦太基人仅一次失足就失去了利比亚。
εἷς ἀνὴρ μιᾶς ὁρμῇ στρατιᾶς Ἀρμενίαν προσεκτήσατο, Πόντον, Εὔξεινον, Συρίαν, Ἀραβίαν, Ἀλβανούς, Ἴβηρας, τὰ μέχρι Καυκάσου καὶ Ὑρκανῶν· καὶ τρὶς αὐτὸν ὁ περιρρέων τὴν οἰκουμένην Ὠκεανὸς εἶδε νικῶντα.
一个人仅凭一支军队的冲锋,就兼并了亚美尼亚、蓬托斯、黑海沿岸、叙利亚、阿拉伯,以及阿尔巴尼亚人、伊比利亚人,直至高加索和希尔卡尼亚的地区;环绕尘世的大洋曾三次目睹他获得胜利。
Νομάδας μὲν ἐν Λιβύῃ μέχρι τῶν μεσημβρινῶν ἀνέκοψεν ἠιόνων, Ἰβηρίαν δὲ Σερτωρίῳ συννοσήσασαν ἄχρι τῆς Ἀτλαντικῆς κατεστρέψατο θαλάττης· τοὺς δʼ Ἀλβανῶν βασιλεῖς διωκομένους περὶ τὸ Κάσπιον πέλαγος ἔστησε.
他在利比亚将游牧民击退至南部海岸,并将与塞托里乌斯一同染病的伊比利亚征服,直抵大西洋;他还将那些在里海周围被追击的阿尔巴尼亚国王们阻截。
ταῦτα πάντα κατώρθωσε δημοσίᾳ τύχῃ χρώμενος, εἶθʼ ὑπὸ τῆς ἰδίας ἀνετράπη μοίρας.
这一切,他都是凭借着国家的运势而建立的,然而随后他却被自己个人的命运所推翻。
ὁ δὲ Ῥωμαίων μέγας δαίμων οὐκ ἐφήμερος πνεύσας οὐδὲ καιρὸν ἀκμάσας βραχὺν ὡς ὁ Μακεδόνων, οὐδὲ χερσαῖος μόνον ὡς ὁ Λακώνων οὐδʼ ἐνάλιος ὡς ὁ Ἀθηναίων, οὐδʼ ὀψὲ κινηθεὶς ὡς ὁ Περσῶν, οὐδὲ ταχὺ παυσάμενος ὡς ὁ Καρχηδονίων ἀλλʼ ἄνωθεν ἐκ πρώτων γενέσεων τῇ πόλει συνηβήσας καὶ συναυξηθεὶς καὶ συμπολιτευσάμενος, καὶ παραμείνας βέβαιος ἐν γῇ καὶ θαλάττῃ καὶ πολέμοις καὶ εἰρήνῃ καὶ πρὸς βαρβάρους καὶ πρὸς Ἕλληνας.
而罗马人的伟大守护神,既没有像马其顿人那样吹过一阵短暂的风,也没有像他们那样仅繁荣了片刻,既没有像斯巴达人那样仅限于陆地,也没有像雅典人那样仅限于海洋,既没有像波斯人那样迟迟不前,也没有像迦太基人那样迅速终结,而是从最开始的诞生起,就与这座城市共同度过青春、共同成长、共同参与国政,并无论在陆地还是海洋、战争还是和平中,无论面对蛮族还是希腊人,都始终坚定地留存下来。
οὗτος Ἀννίβαν τὸν Καρχηδόνιον, φθόνῳ καὶ ταῖς πολιτικαῖς δυσμενείαις μηδενὸς οἴκοθεν ἐπιρρέοντος, ὥσπερ χείμαρρον ἐξέχεε καὶ κατανήλωσε περὶ τὴν Ἰταλίαν.
这个守护神,在因嫉妒和政治敌意而使本国没有任何增援流向汉尼拔的情况下,将这个迦太基人像山洪暴发一般在意大利境内驱散并消耗殆尽。
οὗτος τὸ Κίμβρων καὶ τὸ Τευτόνων στράτευμα μεγάλοις διαστήμασι τόπων καὶ χρόνων ἐχώρισε καὶ διέσπασεν, ἵνʼ ἀρκέσῃ Μάριος ἑκατέροις ἀνὰ μέρος μαχόμενος, καὶ μὴ συμπεσοῦσαι τριάκοντα μυριάδες ἀνδρῶν ἀηττήτων καὶ ἀμάχων ὅπλων ὁμοῦ κατακλύσωσι τὴν Ἰταλίαν.
这个守护神,将辛布里人和条顿人的军队在空间和时间上隔开了巨大的距离,以便马里乌斯能够依次与他们交战而应对自如,而不至于让三十万拥有无敌武器且未尝败绩的士兵同时集结而将意大利淹没。
διὰ τοῦτον Ἀντίοχος μὲν ἠσχολεῖτο πολεμουμένου Φιλίππου, Φίλιππος δὲ κινδυνεύοντος Ἀντιόχου προηττημένος ἔπιπτε· Μιθριδάτην δέ, τοῦ Μαρσικοῦ πολέμου τὴν Ῥώμην ἐπιφλέγοντος, οἱ Σαρματικοὶ καὶ Βασταρνικοὶ πόλεμοι κατεῖχον· Τιγράνην δὲ Μιθριδάτου λαμπροῦ μὲν ὄντος ὑπόνοια καὶ φθόνος ἐχώριζεν, ἡττωμένῳ δʼ ἀνέμειξεν ἑαυτὸν συναπολέσθαι,
正是因为这个守护神,当腓力在遭受战争时,安条克正无暇他顾,而当安条克身处险境时,已被击败的腓力已经倒下;当马尔西战争让罗马燃起熊熊烈火时,萨尔马提亚和巴斯塔奈的战争牵制住了米特里达梯;当米特里达梯如日中天时,猜忌和嫉妒使提格兰与之疏远,但当他被击败时,提格兰却与他联合,以求一同灭亡。