Humanitext Reader

普鲁塔克 · 论罗马人的好运 §9

努马统治时期的和平与命运的庇护

第 5 段,共 10 段 · 希腊语

内容简介

本章节阐明,第二任国王努马长期的统治是命运女神为了让新兴的罗马城邦扎根而赐予的前所未有的和平时期,并通过免受外敌威胁以及雅努斯神庙之门关闭的历史来论证这一好运。

§9καὶ μὴν τήν γε Νομᾶ βασιλείαν πολυχρονιωτάτην γενομένην ὁμολογουμένως εὐτυχία διεκυβέρνησε θαυμαστή.
此外,众所公认,惊人的好运主导了努马那极为长久的统治。
τὸ μὲν γὰρ Ἐγερίαν τινά, νυμφῶν μίαν δρυάδων, δαίμονα σοφὴν ἔρωτι τἀνδρὸς ἐν συνουσίᾳ γενομένην, παραπαιδαγωγεῖν καὶ συσχηματίζειν τὴν πολιτείαν ἴσως μυθωδέστερόν ἐστι.
因为,说某个橡树神女之一、贤明的仙灵埃格里亚,出于对这个男人的爱而与他交往,并引导他共同塑造了城邦的政体,这或许有些过于神话色彩了。
καὶ γὰρ ἄλλοι λεχθέντες ἅψασθαι γάμων θείων καὶ θεοῖς ἐράσμιοι γενέσθαι, Πηλεῖς καὶ Ἀγχῖσαι καὶ Ὠρίωνες καὶ Ἠμαθίωνες, οὐ πάντως ἀγαπητῶς οὐδʼ ἀλύπως διεβίωσαν.
事实上,其他那些据说与神灵联姻并为神灵所爱的人——如佩琉斯们、安喀塞斯们、俄里翁们和厄马提翁们——其一生也绝非完全如意或没有痛苦。
ἀλλὰ Νομᾶς ἔοικε τὴν ἀγαθὴν Τύχην ἔχειν ὡς ἀληθῶς σύνοικον καὶ σύνεδρον καὶ συνάρχουσαν, ἣ, καθάπερ ἐν κλύδωνι θολερῷ καὶ τεταραγμένῳ πελάγει, τῇ τῶν προσοίκων καὶ γειτόνων ἔχθρᾳ καὶ χαλεπότητι τὴν πόλιν φερομένην καὶ φλεγμαίνουσαν ὑπὸ μυρίων πόνων καὶ διχοστασιῶν παραλαβοῦσα τοὺς μὲν ἀντιτεταγμένους θυμοὺς καὶ φθόνους ὥσπερ πνεύματα κατέσβεσεν· οἷα δέ φασι τὰς ἀλκυόνων λοχείας παραδεξαμένην τὴν θάλατταν ἐν χειμῶνι σῴζειν καὶ συνεκτιθηνεῖσθαι, τοιαύτην ἀναχεαμένη καὶ περιστήσασα γαλήνην πραγμάτων ἀπόλεμον καὶ ἄνοσον καὶ ἀκίνδυνον καὶ ἄφοβον, νεοσταθεῖ δήμῳ καὶ κραδαινομένῳ παρέσχε ῥιζῶσαι καὶ καταστῆσαι τὴν πόλιν αὐξανομένην ἐν ἡσυχίᾳ βεβαίως καὶ ἀνεμποδίστως.
然而,努马似乎真的将“好运”视为自己的同居者、顾问和共同统治者。 这位好运女神在城邦因邻人和周边居民的敌意与残酷而备受折磨,仿佛置身于泥泞狂暴的海洋波涛之中,并因无数的劳苦和内讧而备受煎熬时,接手了城邦,她平息了那些敌对的愤怒和嫉妒,如同平息了风暴一般;正如人们所说,大海在冬季接纳了翠鸟的孵卵期,从而保护并抚育了它们一样,好运女神为城邦注入并环绕了这种没有战争、没有疾病、没有危险、没有恐惧的和平状态,使这个新建立且动摇不定的民众能够让这座在静谧中成长的城邦牢固且不受阻碍地扎根并稳定下来。
ὥσπερ γὰρ ὁλκὰς ἢ τριήρης ναυπηγεῖται μὲν ὑπὸ πληγῶν καὶ βίας πολλῆς, σφύραις καὶ ἥλοις ἀρασσομένη καὶ γομφώμασι καὶ πρίοσι καὶ πελέκεσι, γενομένην δὲ στῆναι δεῖ καὶ παγῆναι σύμμετρον χρόνον, ἕως οἵ τε δεσμοὶ κάτοχοι γένωνται καὶ συνήθειαν οἱ γόμφοι λάβωσιν· ἐὰν δὲ ὑγροῖς ἔτι καὶ περιολισθάνουσι τοῖς ἁρμοῖς κατασπασθῇ, πάντα χαλάσει διατιναχθέντα καὶ δέξεται τὴν θάλατταν· οὕτω τὴν Ῥώμην ὁ μὲν πρῶτος ἄρχων καὶ δημιουργὸς ἐξ ἀγρίων καὶ βοτήρων ὥσπερ ἐκ δρυόχων κραταιῶν συνιστάμενος, οὐκ ὀλίγους πόνους ἔσχεν οὐδὲ μικροῖς ἀντήρεισε πολέμοις καὶ κινδύνοις, ἐξ ἀνάγκης ἀμυνόμενος τοὺς ἀνθισταμένους πρὸς τὴν γένεσιν καὶ ἵδρυσιν αὐτῆς.
因为,正如商船或三段大翼船虽是在许多敲打和外力下建造的,被锤子、铁钉、木栓、锯子和斧头反复打造,但建成后必须静置和固定相当长的一段时间,直到各种绑扎紧固,木栓彼此契合适应;而如果是在接缝依然湿润且容易滑动时就下水,所有部分都会因震动而松弛并渗入海水;同样,罗马的第一位统治者和创造者从野人和牧人开始,仿佛是用坚固的造船木料组建罗马一样,经历了不小的劳苦,也顶住了不小的战争和危险,被迫奋力抵抗那些反对城邦诞生和建立的人。
ὁ δὲ δεύτερος παραλαβὼν χρόνον ἔσχε πῆξαι καὶ βεβαιῶσαι τὴν αὔξησιν τῇ εὐτυχίᾳ, ἐπιλαβόμενος πολλῆς μὲν εἰρήνης πολλῆς δʼ ἡσυχίας.
而第二位统治者接手后,则有时间通过好运来巩固和确保其成长,获得了大量的和平与安宁。
εἰ δὲ τότε Πορσίνας τις ἐπέβρισε Τυρρηνικὸν χάρακα καὶ στρατόπεδον παραστήσας τείχεσιν ὑγροῖς ἔτι καὶ κραδαινομένοις ἤ τις ἐκ Μαρσῶν ἀποστὰς ἀρειμάνιος δυνάστης ἢ Λευκανὸς ὑπὸ φθόνου καὶ φιλονεικίας, ἀνὴρ δύσερις καὶ πολεμοποιός, οἷος ὕστερον Μουτίλος ἢ Σίλων ὁ θρασὺς ἢ τὸ ἔσχατον Σύλλα πάλαισμα Τελεσῖνος, ὡς ἀφʼ ἑνὸς συνθήματος ὅλην ἐξοπλίζων τὴν Ἰταλίαν, τὸν φιλόσοφον Νομᾶν περιεσάλπιζε θύοντα καὶ προσευχόμενον, οὐκ ἂν ἀντέσχον αἱ πρῶται τῆς πόλεως ἀρχαὶ πρὸς σάλον καὶ κλύδωνα τοσοῦτον οὐδʼ εἰς εὐανδρίαν καὶ πλῆθος ἐπέδωκαν·
但如果当时有像波塞纳这样的人,率领伊特鲁里亚的栅栏和军营逼近那依然湿润且动摇的城壁,或者有从马尔西人中叛离的、好战的统治者,或出于嫉妒和竞争心的卢卡尼亚人——即好斗且制造战争的人,如后来的穆蒂卢斯、大胆的西罗,或者苏拉的终极对手泰莱西努斯,仿佛只要一个信号就能武装整个意大利——在哲学家努马献祭和祈祷时用喇叭将其包围,那么城邦的最初开端将无法承受如此巨大的动荡和波涛,也绝不会发展出如此多的人才和人口。
νῦν δʼ ἔοικε τῆς πρὸς τοὺς ὕστερον πολέμους παρασκευῆς ἐφόδιον Ῥωμαίοις ἡ τότʼ εἰρήνη γενέσθαι, καὶ καθάπερ ἀθλητὴς ὁ δῆμος ἐκ τῶν κατὰ Ῥωμύλον ἀγώνων ἐν ἡσυχίᾳ χρόνον ἐτῶν τριῶν καὶ τετταράκοντα σωμασκήσας τὴν δύναμιν ἀξιόμαχον καταστῆσαι τοῖς ὕστερον ἀντιταττομένοις.
然而在实际上,当时的和平似乎成为了罗马人应对日后战争的一笔储备。 而且,正如运动员一样,民众在经历了罗穆卢斯时期的斗争后,在长达四十三年的安宁时间里锻炼了力量,使自己在面对后来的对手时拥有了足够的战斗力。
οὐδὲ γὰρ λιμὸν οὐδὲ λοιμὸν οὐδʼ ἀφορίαν γῆς οὐδʼ ἀωρίαν τινὸς θέρους ἢ χειμῶνος ἐν τῷ τότε χρόνῳ παραλυπῆσαι τὴν Ῥώμην λέγουσιν, ὡς οὐκ ἀνθρωπίνης εὐβουλίας ἀλλὰ θείας Τύχης ἐπιτροπευούσης τῶν καιρῶν ἐκείνων.
因为人们说,在那个时期,饥荒、瘟疫、土地不毛,或者夏冬气候反常都没有困扰过罗马,这仿佛不是因为人类的明智,而是因为神圣的命运女神在管理着那个时期的时节。
ἐκλείσθη δʼ οὖν τότε καὶ τὸ τοῦ Ἰανοῦ δίπυλον, ὃ πολέμου πύλην καλοῦσιν ἀνέῳγε μὲν γὰρ ὅταν ᾖ πόλεμος, κλείεται δʼ εἰρήνης γενομένης.
总之,当时雅努斯的双重之门也被关闭了,人们称之为战争之门;因为战争时门会敞开,而和平降临时则会关闭。
Νομᾶ δʼ ἀποθανόντος ἀνεῴχθη τοῦ πρὸς Ἀλβανοὺς πολέμου συρραγέντος.
但在努马去世后,由于与阿尔巴人的战争爆发,门又被打开了。
εἶτα μυρίων ἄλλων συνεχῶς ὑπολαμβανόντων πάλιν δι’ ἐτῶν ὀγδοήκοντα καὶ τετρακοσίων ἐκλείσθη μετὰ τὸν πρὸς Καρχηδονίους πόλεμον εἰρήνης γενομένης Γαΐου Ἀτιλίου καὶ Τίτου Μαλλίου ὑπάτων, μετὰ δὲ τοῦτον τὸν ἐνιαυτὸν αὖθις ἀνεῴχθη καὶ διέμειναν οἱ πόλεμοι. ἄχρι τῆς ἐν Ἀκτίῳ νίκης Καίσαρος·
此后,在其他无数战争持续不断地接续发生的四百八十年之后,在与迦太基人的战争结束、和平达成后,在盖乌斯·阿蒂里乌斯和提图斯·马略担任执政官的那一年,门再次被关闭。 然而在这一年之后,它又被打开,战争一直持续到凯萨在亚克兴获得胜利。
τότε δʼ ἤργησε τὰ Ῥωμαίων ὅπλα χρόνον οὐ πολύν αἱ γὰρ ἀπὸ Καντάβρων ταραχαὶ καὶ Γαλατίας συρραγεῖσαι Γερμανοῖς συνετάραξαν τὴν εἰρήνην.
那时,罗马人的武器休息了不长的时间;因为来自坎塔布里亚人的动乱,以及高卢与日耳曼人共同爆发的动乱,打破了和平。
ἀλλὰ ταῦτα μὲν εὐτυχίας τῆς Νομᾶ προσιστόρηται μαρτύρια.
不过,这些事情是作为努马好运的见证而被追加记述的。

词汇与语法注释

  1. 321cἣ, καθάπερ ἐν κλύδωνι ... παραλαβοῦσα ... κατέσβεσεν — 关系代名词 ἣ 的先行词是前句中的 τὴν ἀγαθὴν Τύχην(好运)。此关系从句非常长,包含多重嵌套的分词短语。句子的核心骨架自 ἣ... παραλαβοῦσα(“接手……”)开始,首先指向第一个主动词 κατέσβεσεν(“平息了敌对的愤怒……”),接着通过分词短语 τοιαύτην ἀναχεαμένη καὶ περιστήσασα γαλήνην(“注入并环绕这种和平……”),最终导向第二个主动词 παρέσχε(“使……能够扎根并稳定下来”)。
  2. 321fεἰ δὲ τότε Πορσίνας τις ἐπέβρισε ... οὐκ ἂν ἀντέσχον — 这是一句针对过去事实的虚拟语气条件句(εἰ + 直陈式过去时,归结句为 ἄν + 直陈式过去时)。在条件从句(εἰ...)中,并列了多个主语:Πορσίνας τις(波塞纳之类的人)、tis ἐκ Μαρσῶν ἀποστὰς ἀρειμάνιος δυνάστης(从马尔西人中叛离的好战统治者)以及 Λευκανός τις(卢卡尼亚人)。在对最后一个主语进行长距离的同位语说明(οἷος ὕστερον Μουτίλος...)之后,条件从句最终由动词 περιεσάλπιζε(“用喇叭包围了的话”)收尾。归结句的主动词是位于 322a 的 οὐκ ἂν ἀντέσχον(“本无法承受/坚持下来”)。

引用这一段

普鲁塔克, 论罗马人的好运 §9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg086.humanitext-grc3:9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。