Humanitext Reader

普鲁塔克 · 希腊罗马平行故事集 §8-12

负伤勇士、叛国之罪与严父诛子对比

第 3 段,共 9 段 · 希腊语

内容简介

本章节叙述了希腊与罗马历史及神话人物的平行对比,包括眼睛受伤的腓力与霍拉提乌斯、伊卡里奥斯神话与罗马的一月起源、企图叛国而被父亲处死的帕乌萨尼亚斯与卡西乌斯,以及违抗父命交战获胜却仍被斩首的诸位儿子。

§8Φίλιππος Μεθώνην καὶ Ὄλυνθον βουλόμενος πορθῆσαι καὶ βιαζόμενος ἐπὶ τῷ Σανδάνῳ ποταμῷ διαβῆναι πέραν, ὑπό τινος τῶν Ὀλυνθίων Ἀστέρος ὀνόματι ἐτοξεύθη τὸν ὀφθαλμόν εἰπόντος, "ἀστὴρ Φιλίππῳ θανάσιμον πέμπει βέλος·
腓力想要摧毁梅托内和奥林索斯,并在强行渡过桑达诺斯河时,被一个名叫阿斯特的奥林索斯人射中了眼睛,那人说道: “阿斯特向腓力送去致命之箭。
" ὁ δʼ ὀπίσω διανηξάμενος πρὸς τοὺς οἰκείους σῴζεται ἀπολέσας τὸν ὀφθαλμόν· ὡς Καλλισθένης ἐν τρίτῳ Μακεδονικῶν.
” 他往回游到自己人那里,虽失去了眼睛却得以生还;正如卡利斯提尼在《马其顿史》第三卷中所记载的。
Πορσίνας Τούσκων βασιλεὺς πέραν Θύμβρεως ποταμοῦ στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν μέσην λαβὼν λιμῷ τοὺς προειρημένους ἔτρυχεν.
托斯卡纳国王波希纳越过廷布里斯河进军,与罗马人交战,并截断了运送粮草的通道,使上述的人们遭受饥荒之苦。
Ὁράτιος δὲ Κόκλης στρατηγὸς χειροτονηθεὶς τὴν ξυλίνην κατελάβετο γέφυραν καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐπεῖχε.
霍拉提乌斯·科克莱斯被推选为将军,他占领了木桥,阻挡了企图过河的野蛮人大军。
πλεονεκτούμενος δὲ ὑπὸ τῶν πολεμίων προσέταξε τοῖς ὑποτεταγμένοις κόπτειν τὴν γέφυραν, καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐκώλυσε.
在被敌人压制时,他命令部下砍断木桥,阻碍了企图过河的野蛮人大军。
βέλει δὲ τὸν ὀφθαλμὸν πληγεὶς ῥίψας ἑαυτὸν εἰς τὸν ποταμὸν, διενήξατο εἰς τοὺς οἰκείους· ὡς Θεότιμος ἐν δευτέρῳ Ἰταλικῶν.
他被箭射中眼睛后,投身入河,游回到了自己人那里;正如狄奥提莫斯在《意大利史》第二卷中所记载的。
§9ο περὶ τοῦ Ἰκαρίου μῦθος, ᾧ Διόνυσος ἐπεξενώθη· Ἐρατοσθένης ἐν τῇ Ἠριγόνῃ.
关于伊卡里奥斯的神话,即狄奥尼索斯在其家中作客的故事;埃拉托斯特尼在《埃里戈涅》中有所记载。
Κρόνος ἐπιξενωθεὶς γεωργῷ, ᾧ ἦν θυγάτηρ καλὴ Ἐντωρία, ταύτην ἐβιάσατο καὶ ἐτέκνωσεν υἱοὺς Ἰανὸν Ὕμνον Φαῦστον Φήλικα.
克洛诺斯在一位拥有一位名叫恩托里亚的美丽女儿的农夫家中作客,他占有了她,并生下了儿子雅努斯、许姆诺斯、福斯托斯和费利克斯。
διδάξας οὖν τὸν τρόπον τῆς τοῦ οἴνου πόσεως καὶ τῆς ἀμπέλου ἠξίωσε καὶ τοῖς γείτοσι μεταδοῦναι.
克洛诺斯教会了他们饮酒的方法和葡萄的栽培,并要求他们也分享给邻居。
ποιήσαντος δʼ αὐτὸ καὶ πιόντες παρὰ τὸ σύνηθες εἰς ὕπνον κατηνέχθησαν βαρύτερον τοῦ δέοντος·
当农夫照做后,邻居们因喝了不习惯的酒,陷入了比平时更沉的睡眠中。
οἱ δὲ πεφαρμακῶσθαι δόξαντες, λίθοις βάλλοντες τὸν Ἰκάριον ἀπέκτειναν· οἱ δὲ θυγατρίδαι ἀθυμήσαντες βρόχῳ τὸν βίον κατέστρεψαν.
他们以为自己被下了毒,便用石头砸死了伊卡里奥斯;而他的外孙们因悲伤过度,用绳索结束了自己的生命。
λοιμοῦ δὲ κατασχόντος Ῥωμαίους, ἔχρησεν ὁ Πύθιος λωφήσειν, ἐξιλάσωνται τοῦ Κρόνου τὴν μῆνιν καὶ τοὺς δαίμονας τῶν ἀνόμως ἀπολομένων.
当瘟疫卷罗马人时,阿波罗神谕宣告,如果他们能平息克洛诺斯的愤怒以及那些被非法杀害者的亡灵,灾难就会平息。
Λουτάτιος δὲ Κάτλος, ἀνὴρ τῶν ἐπισήμων, κατεσκεύασε τῷ θεῷ τέμενος τὸ κείμενον σύνεγγυς τοῦ Ταρπηίου ὄρους, καὶ τὸν ἄνω βωμὸν ἱδρύσατο τετραπρόσωπον ἢ διὰ τοὺς θυγατρίδας ἢ ὅτι τετραμερὴς ὁ ἐνιαυτός ἐστι, καὶ μῆνα κατέδειξεν Ἰανουάριον.
名门之士鲁塔提乌斯·卡图鲁斯在塔尔佩亚山附近为这位神明建造了一座神域,并建立了拥有四张面孔的上方祭坛,这或是因为那些外孙,或是因为一年有四个部分,他还将该月命名为一月。
ὁ δὲ Κρόνος πάντας κατηστέρισεν.
克洛诺斯将他们全部化为了星辰。
καὶ οἱ μὲν καλοῦνται Ἰανουάριον, ὁ δʼ Ἰανὸς προανατέλλων· δείκνυται δʼ ὁ ἀστὴρ πρὸ τῶν ποδῶν τῆς παρθένου· ὡς Κριτόλαος ἐν τετάρτῃ Φαινομένων.
他们被称为一月,而雅努斯则先于其他星辰升起;该星位于室女座的脚前;正如克里托劳斯在《现象》第四卷中所记载的。
§10Περσῶν τὴν Ἑλλάδα λεηλατούντων Παυσανίας ὁ τῶν Λακεδαιμονίων στρατηγὸς πεντακόσια χρυσοῦ τάλαντα παρὰ Ξέρξου λαβὼν ἔμελλε προδιδόναι τὴν Σπάρτην.
当波斯人掠夺希腊时,拉刻代蒙人的将军帕乌萨尼亚斯从薛西斯处收受了五百金塔兰同,准备背叛斯巴达。
φωραθέντος δὲ τούτου, Ἀγησίλαος ὁ πατὴρ μέχρι τοῦ ναοῦ τῆς Χαλκιοίκου συνεδίωξεν Ἀθηνᾶς, καὶ τὰς θύρας τοῦ τεμένους πλίνθῳ φράξας λιμῷ ἀπέκτεινεν· ἡ δὲ μήτηρ καὶ ἄταφον ἔρριψεν· ὡς Χρύσερμος ἐν δευτέρῳ Ἱστορικῶν.
此事败露后,他的父亲阿格西劳斯将他一路追赶到“青铜之家”的雅典娜神殿,用砖块堵住神域的大门,将其饿死;而他的母亲甚至将其抛尸荒野,不予埋葬;正如克律塞尔莫斯在《历史》第二卷中所记载的。
Ῥωμαῖοι πρὸς Λατίνους πολεμοῦντες ἐχειροτόνησαν στρατηγὸν Πόπλιον Δέκιον·
罗马人与拉丁人交战时,推选普布利乌斯·德基乌斯为将军。
νεανίσκος δέ τις τῶν ἐπισήμων πένης τοὔνομα Κάσσιος Βροῦτος ἐπὶ ῥητῷ μισθῷ νυκτὸς τὰς πύλας ἀνοῖξαι ἐβουλήθη.
一位名叫卡西乌斯·布鲁图斯的青年,虽出身名门却十分贫困,为了约定好的报酬,企图在夜间打开城门。
φωραθεὶς δὲ εἰς ναὸν ἔφυγεν Ἀθηνᾶς Αὐξιλιαρίας.
败露后,他逃入了“助战雅典娜”的神殿。
Κάσσιος δὲ Σίγνιφερ ὁ πατὴρ αὐτοῦ κατέκλεισε καὶ λιμῷ διέφθειρε καὶ ἄταφον ἔρριψεν· ὡς Κλειτώνυμος ἐν Ἰταλικῶν.
他的父亲卡西乌斯·西格尼费尔将其关在里面饿死,并抛尸荒野,不予埋葬;正如克莱托尼莫斯在《意大利史》中所记载的。
§11Δαρεῖος ὁ Πέρσης ἐπὶ Γρανικῷ πολεμήσας Ἀλεξάνδρῳ καὶ ἑπτὰ σατράπας ἀποβαλὼν καὶ ἅρματα δρεπανηφόρα δύο καὶ πεντακόσια, συμβαλεῖν ἔμελλε τῇ ἑξῆς.
波斯人大流士在格拉尼科斯河与亚历山大交战,失去了七位总督和五百零二辆镰刀战车,并准备在第二天再次交战。
Ἀριοβαρζάνης δὲ ὁ υἱὸς συμπαθῶς διακείμενος πρὸς Ἀλέξανδρον ὑπισχνεῖτο τὸν πατέρα προδώσειν.
然而,他的儿子阿里奥巴尔扎内斯对亚历山大怀有同情,承诺背叛自己的父亲。
ἀγανακτήσας δὲ ὁ πατὴρ ἐτραχηλοκόπησεν ὡς Ἀρητάδης Κνίδιος ἐν τρίτῳ Μακεδονικῶν.
父亲大怒,将其斩首;正如克尼多斯的阿雷塔德斯在《马其顿史》第三卷中所记载的。
Βροῦτος ὑπὸ πάντων ὕπατος χειροτονηθεὶς ἐφυγάδευσε τὸν Ὑπερήφανον Ταρκύνιον τυραννικῶς ἀναστρεφόμενον.
布鲁图斯被众人推选为执政官,放逐了行事专横的“傲慢王”塔克文。
ὁ δʼ ἐλθὼν εἰς Τούσκους ἐπολέμει Ῥωμαίοις.
后者前往托斯卡纳,并与罗马人交战。
οἱ δὲ υἱοὶ τὸν πατέρα προδοῦναι ἠβουλήθησαν.
而布鲁图斯的儿子们却企图背叛父亲。
ἐμφανέντας δʼ ἐτραχηλοκόπησεν· ὡς Ἀριστείδης Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.
在他们的阴谋败露后,布鲁图斯将其斩首;正如米利都的阿里斯蒂德斯在《意大利史》中所记载的。
§12Ἐπαμεινώνδας ὁ τῶν Θηβαίων στρατηγὸς ἔχων πρὸς Λακεδαιμονίους πόλεμον καὶ ἀρχαιρεσιῶν ἀγομένων ἧκεν ἐς πατρίδα, παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν.
忒拜将军伊帕密浓达与拉刻代蒙人交战,因正逢选举而回到祖国,他曾嘱咐儿子斯特辛布罗托斯不要交战。
Λακεδαιμόνιοι μαθόντες τὴν ἀπουσίαν ἐβλασφήμουν τὸν νεανίαν ὡς ἄνανδρον· ὁ δʼ ἀγανακτήσας καὶ ἐπιλαθομενος τοῦ πατρὸς συνέβαλε καὶ ἐνίκησεν·
拉刻代蒙人得知其不在,便辱骂该青年懦弱;青年大怒,忘记了父亲,发起交战并获得了胜利。
ὁ δὲ πατὴρ βαρέως ἐνέγκας στεφανώσας ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν.
然而父亲对这一违令行为深感沉重,在为他戴上花冠后将其斩首;正如克特西丰在《玻俄提亚史》第三卷中所记载的。
Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες ἐχειρο - τόνησαν Μάλλιον τὸν Ἐπιτάκτην ἐπικληθέντα.
罗马人与萨姆奈特人交战时,推选了绰号为“命令官”的马利乌斯为将军。
οὗτος διὰ χειροτονίαν ὑπατικὴν εἰς Ῥώμην πορευόμενος τῷ θἱῷ προσέταξε μὴ συμβαλεῖν.
他因执政官选举前往罗马,命令儿子不要交战。
οἱ δὲ Σαμνῖται μαθόντες βλασφημίαις ἐξουδένιζον τὸν νεανίαν·
萨姆奈特人得知后,用辱骂之词轻蔑该青年;青年心神大乱,发起交战并获得胜利。
ὁ δὲ ταραχθεὶς ἐνίκησεν Μάλλιος δʼ αὐτὸν ἐτραχηλοκόπησεν καθάπερ ἱστορεῖ Ἀριστείδης Μιλήσιος.
然而马利乌斯将其斩首;正如米利都的阿里斯蒂德斯所记载的。

词汇与语法注释

  1. 307dτὸν ὀφθαλμόν — 伴随被动语态动词 ἐτοξεύθη(被射中)的“关系宾格”(或“限制宾格”),限定了主语腓力“在哪个部位”被射中,意为“被射中眼睛”。
  2. 308aἐξιλάσωνται — 虚拟语气(ἐξιλάσκωμαι 的不定过去时第三人称复数),此处在没有 ἵνα 等接续词的情况下使用,作为神谕(ἔχρησεν)的内容,表示间接命令(“去平息……”)或含蓄的条件(“若能平息……”)。
  3. 308bἡ δὲ μήτηρ καὶ ἄταφον ἔρριψεν — 连词 καί 在此处起强调作用(意为“甚至”),强调了亲人的冷酷无情:不仅父亲将其饿死,“甚至他的母亲也将其抛尸荒野,不予埋葬”。
  4. 308eτοῦ πατρὸς — 受表示遗忘的动词分词 ἐπιλαθόμενος(源自 ἐπιλανθάνομαι,意为“忘记”)支配的属格。在文脉中,不应仅理解为“忘记了父亲”,而应理解为“忘记了父亲的(不要交战的)命令或训诫”。

引用这一段

普鲁塔克, 希腊罗马平行故事集 §8-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg085.humanitext-grc3:8-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。