§13Ἡρακλῆς τοῦ Ἰόλης γάμου ἀποτυχὼν τὴν Οἰχαλίαν ἐπόρθησεν.
赫拉克勒斯因未能娶到依俄勒为妻,便攻占了奥哈利亚。
ἡ δʼ Ἰόλη ἀπὸ τοῦ τείχους ἔρριψεν ἑαυτήν.
而依俄勒则从城墙上投身跳下。
συνέβη δέ, κολπωθείσης ὑπὸ ἀνέμου τῆς ἐσθῆτος, μηδὲν παθεῖν· καθάπερ ἱστορεῖ Νικίας Μαλλώτης.
但由于她的衣服被风吹得鼓了起来,结果安然无恙;正如马洛斯的尼基阿斯所记载的。
Ῥωμαῖοι πολεμοῦντες πρὸς Τούσκους ἐχειροτόνησαν Βασιλέως Τορκουᾶτον.
罗马人与托斯卡纳人交战时,推选了巴西琉斯·托尔夸图斯为将军。
οὗτος θεασάμενος τοῦ βασιλέως τὴν θυγατέρα τοὔνομα Κλουσίαν ᾐτεῖτο παρὰ τοῦ Τούσκου τὴν θυγατέρα, μὴ τυχὼν δʼ ἐπόρθει τὴν πόλιν.
他看见了国王名叫克鲁西娅的女儿,便向托斯卡纳国王求娶他的女儿,但未能如愿,于是便攻打那座城市。
ἡ δὲ Κλουσία ἀπὸ τῶν πύργων ἔρριψεν ἑαυτήν· προνοίᾳ δʼ Ἀφροδίτης κολπωθείσης τῆς ἐσθῆτος, διεσώθη ἐπὶ τὴν γῆν· ἣν ὁ στρατηγὸς διέφθειρε, καὶ τούτων πάντων ἕνεκα ἐξωρίσθη κοινῷ δόγματι ὑπὸ Ῥωμαίων εἰς Κόρσικαν νῆσον πρὸ τῆς Ἰταλίας· ὡς Θεόφιλος ἐν τρίτῳ Ἰταλικῶν.
克鲁西娅从塔楼上投身跳下;但在阿佛洛狄忒的庇佑下,她的衣服鼓了起来,使她安全降落到地面上;将军占有了她,并因为这一切,他被罗马人通过共同决议流放到了意大利对面的科西嘉岛;正如狄奥菲洛斯在《意大利史》第三卷中所记载的。
; §14Ποινῶν καὶ Σικελιωτῶν τὴν κατὰ Ῥωμαίων συμμαχίαν ἑτοιμαζόντων, Μέτελλος στρατηγὸς μόνῃ τῇ Ἑστίᾳ οὐκ ἔθυσεν· ἡ δὲ πνεῦμα ἀντέπνευσε ταῖς ναυσί.
当加太基人与西西里人准备联合对抗罗马人之时,将军梅特卢斯唯独没有向赫斯提亚献祭;于是女神向船队吹起了逆风。
Γάιος δὲ Ἰούλιος μάντις εἶπε λωφῆσαι, ἐὰν προθύσῃ τὴν θυγατέρα.
预言家盖乌斯·尤利乌斯说,如果他先将女儿献祭,风暴就会平息。
ὁ δʼ ἀναγκασθεὶς Μετέλλαν τὴν θυγατέρα προσῆγεν ἡ δὲ Ἑστία ἐλεήσασα δάμαλιν ὑπέβαλε καὶ αὐτὴν ἐκόμισεν εἰς Λανούιον, καὶ ἱέρειαν τοῦ σεβομένου παρʼ αὐτοῖς δράκοντος ἀπέδειξεν ὡς Πυθοκλῆς ἐν τρίτῃ Ἰταλικῶν.
他被迫将女儿梅特拉带上前去;然而赫斯提亚心生怜悯,用一头小母牛替代了她,并将她带到了拉努维乌姆,任命她为当地人所崇拜的巨蛇的女祭司;正如皮托克莱斯在《意大利史》第三卷中所记载的。
ἐν Αὐλίδι τῆς Βοιωτίας τὰ περὶ Ἰφιγένειαν ὁμοίως ἱστορεῖ Μένυλλος ἐν πρώτῳ Βοιωτιακῶν.
关于玻俄提亚奥利斯的伊菲革涅亚的类似经历,梅尼洛斯在《玻俄提亚史》第一卷中也有所记载。
§15Βρέννος Γαλατῶν βασιλεὺς λεηλατῶν τὴν Ἀσίαν ἐπὶ Ἔφεσον ἦλθε, καὶ ἠράσθη παρθένου Δημονίκης· ἡ δὲ συνελθεῖν ὑπέσχετο, ἐὰν τὰ ψέλλια καὶ τὸν κόσμον τῶν γυναικῶν δῷ αὐτῇ, καὶ τὴν Ἔφεσον προδοῦναι· ὁ δʼ ἠξίωσε τοὺς στρατιώτας ἐμβαλεῖν εἰς τὸν κόλπον ὃν εἶχον χρυσὸν τῆς φιλαργύρου.
加拉太人的国王布伦努斯在掠夺亚洲时来到了以弗所,并爱上了一位名叫德莫妮卡的少女;她承诺,如果他将妇女们的臂环和装饰品送给她,她便与他同房,并背叛以弗所;但他却命令士兵们将他们拥有的黄金,投入那贪婪女子的怀抱之中。
ποιησάντων δὲ ὑπὸ τῆς δαψιλείας τοῦ χρυσοῦ ζῶσα κατεχώσθη· καθάπερ ἱστορεῖ Κλειτοφῶν ἐν πρώτῳ Γαλατικῶν.
当士兵们照做后,她因黄金堆积如山而被活活埋葬;正如克雷托丰在《加拉太史》第一卷中所记载的。
Ταρπηΐα τῶν εὐσχημόνων παρθένων τοῦ Καπιτωλίου φύλαξ, Ῥωμαίων πρὸς Σαβίνους πολεμούντων, ὑπέσχετο τῷ Τατίῳ δώσειν εἴσοδον εἰς τὸ Ταρπήιον ὄρος, ἐὰν μισθὸν λάβῃ τοὺς ὅρμους, οὓς ἐφόρουν κόσμου χάριν.
卡皮托林山的看守者、名门少女之一的塔皮亚,在罗马人与萨宾人交战时,承诺准许塔提乌斯进入塔尔佩亚山,条件是得到他们作为装饰佩戴的颈圈作为报酬。
Σαβῖνοι δὲ νοήσαντες ζῶσαν κατέχωσαν ὡς Ἀριστείδης Μιλήσιος ἐν Ἰταλικοῖς.
然而萨宾人领会了她的意图,便将她活活埋葬;正如米利都的树里斯蒂德斯在《意大利史》中所记载的。
§16Τεγεάταις καὶ Φενεάταις χρονίου πολέμου γενομένου, ἔδοξε τριδύμους ἀδελφοὺς πέμψαι τοὺς μαχησομένους περὶ τῆς νίκης.
在特革亚人与斐涅奥斯人之间发生长期战争之后,双方决定各派出三胞胎兄弟为胜利而战。
καὶ Τεγεᾶται μὲν οὖν τοὺς Ῥηξιμάχου παῖδας, Φενεᾶται δὲ τοὺς Δημοστράτου προεβάλλοντο.
于是,特革亚人推举了勒克西马科斯的儿子们,而斐涅奥斯人则推举了德莫斯特拉托斯的儿子们。
συμβληθείσης δὲ τῆς μάχης, ἐφονεύθησαν τῶν Ῥηξιμάχου δύο· ὁ δὲ τρίτος τοὔνομα α Κριτόλαος στρατηγήματι περιεγένετο τῶν δύο· προσποιητὴν γὰρ φυγὴν σκηψάμενος καθʼ ἕνα τῶν διωκόντων ἀνεῖλε.
交战之后,勒克西马科斯之子中的两人战死;但那名叫克里托劳斯的第三子凭借计谋战胜了其余的两人;因为他假装逃跑,将追赶他的人逐一斩杀。
καὶ ἐλθόντος οἱ μὲν ἄλλοι συνεχάρησαν, μόνη δʼ οὐκ ἐχάρη ἡ ἀδελφὴ ʼ Δημοδίκη· πεφονεύκει γὰρ αὐτῆς τὸν κατηγγυημένον ἄνδρα Δημόδικον.
当他归来时,其他人纷纷向他表示祝贺,唯独他的妹妹德莫迪凯没有感到高兴;因为他杀死了与她定亲的未婚夫德莫迪科斯。
ἀναξιοπαθήσας δὲ ὁ Κριτόλαος ἀνεῖλεν αὐτήν.
克里托劳斯对此大为恼火,便杀死了她。
φόνου δʼ ἀγόμενος ὑπὸ τῆς μητρὸς ἀπελύθη τοῦ ἐγκλήματος· ὡς Δημάρατος ἐν δευτέρῳ Ἀρκαδικῶν.
他虽因杀人罪被提起公诉,但被母亲免除了指控;正如德玛拉托斯在《阿卡迪亚史》第二卷中所记载的。
Ῥωμαῖοι καὶ Ἀλβανοὶ πολεμοῦντες τριδύμους προμάχους εἵλοντο, καὶ Ἀλβανοὶ μὲν Κουριατίους, Ῥωμαῖοι δὲ Ὡρατίους.
罗马人与阿尔巴人交战时,各自推选了三胞胎作为代表战士,阿尔巴人推选了库里亚提乌斯兄弟,罗马人则推选了霍拉提乌斯兄弟。
συμβληθείσης δὲ τῆς μάχης, οἱ Κουριάτιοι δύο τῶν ἐναντίων ἀνεῖλον ὁ δὲ περίλοιπος φυγῇ προσποιητῇ συμμάχῳ χρώμενος ἐφόνευσε καθʼ ἕνα τῶν ἐπιδιωκόντων.
交战之后,库里亚提乌斯兄弟杀死了两名对手;而幸存的一人则将假装逃跑作为战术,逐一杀死了追击他的对手。
χαρέντων δὲ πάντων, μόνη ἡ ἀδελφὴ οὐ συνεχάρη Ὡρατία τὸν κατηγγυημένον ἄνδρα Κουριάτιον ἀνῃρηκότι· ὁ δὲ ἐφόνευσε τὴν ἀδελφήν· ὥς φησιν Ἀριστείδης ὁ Μιλήσιος ἐν Ἰταλικοῖς.
在所有人欢庆之时,唯独妹妹霍拉提亚没有向他表示祝贺,因为他杀死了与她定亲的未婚夫库里亚提乌斯;于是他杀死了妹妹;正如米利都的阿里斯蒂德斯在《意大利史》中所记载的。
§17ἐν ιλιι τοῦ ναοῦ τῆς Ἀθηνᾶς ἐμπρησθέντος, προσδραμὼν Ἶλος τὸ. διοπετὲς ἥρπασε παλλάδιον καὶ ἐτυφλώθη· οὐ γάρ ἐξῆν ὑπʼ ἀνδρὸς βλέπεσθαι· ὕστερον δʼ ἐξιλασάμενος ἀνέβλεψεν ὡς Δέρκυλλος ἐν πρώτῳ Κτίσεων.
在伊利乌姆,当雅典娜神殿起火时,伊罗斯奔上前去,抢救出了从天而降的帕拉狄翁神像,因而双目失明;因为男子是不被允许看见它的;但后来在平息了神怒之后,他恢复了视力;正如德耳库洛斯在《建国史》第一卷中所记载的。
Ἀντύλος ἀνὴρ τῶν ἐπισήμων πορευόμενος εἰς τὸ προάστειον ὑπὸ κοράκων ἐπεσχέθη παιόντων ταῖς πτέρυξι.
安提洛斯在前往郊区时,被用翅膀拍打他的乌鸦所阻拦。
φοβηθεὶς δὲ τὸν οἰωνὸν εἰς Ῥώμην ὑπέστρεψεν.
他因害怕这一预兆,便返回了罗马。
ἰδὼν δὲ τὸ τέμενος τῆς Ἑστίας καιόμενον καὶ τὸ παλλάδιον ἁρπάσας ἐτυφλώθη ὕστερον δʼ ἀνέβλεψεν ἐξιλασάμενος· ὡς Ἀριστείδης Μιλήσιος Ἰταλικοῖς.
他看见赫斯提亚的神域正在燃烧,便抢救出了帕拉狄翁神像,因而双目失明;但后来在平息了神怒之后,他恢复了视力;正如米利都的阿里斯蒂德斯在《意大利史》中所记载的。
§18Θρᾶικες Ἀθηναίοις πολεμοῦντες χρησμὸν ἔλαβον, ὠς, ἐὰν Κόδρου φείσωνται, νικῆσαι·
色雷斯人与雅典人交战时,得到一条神谕,称如果他们放过科德鲁斯,便会获得胜利。
ὁ δὲ δρέπανον λαβὼν ἧκεν εἰς τοὺς ἐναντίους ἐν εὐτελοῦς σχήματι, καὶ ἕνα φονεύσας ὑπὸ θατέρου ἀνῃρέθη· οὕτω τ’ ἐνίκησαν οἱ Ἀθηναῖοι· ὡς Σωκράτης ἐν δευτέρῳ Θρᾳκικῶν.
而他则手持镰刀,身着卑微的便服混入敌营,并在杀死一人后被另一人所杀;雅典人因此获得了胜利;正如苏格拉底在《色雷斯史》第二卷中所记载的。
Πόπλιος Δέκιος Ῥωμαῖος πρὸς Ἀλβανοὺς πολεμῶν ὄναρ εἶδεν, ἐὰν ἀποθάνῃ, ῥώμην προσποιήσειν Ῥωμαίοις.
罗马人普布利乌斯·德基乌斯在与阿尔巴人交战时,做了一个梦,梦见如果自己战死,便会给罗马人带来力量。
ἐλθὼν εἰς μέσους καὶ πολλοὺς φονεύσας ἀνῃρέθη.
他冲入敌群,在斩杀多人后壮烈牺牲。
ὁμοίως δὲ καὶ ὁ υἱὸς αὐτοῦ Δέκιος ἐν τῷ πρὸς Γάλλους πολέμῳ τοὺς Ῥωμαίους διέσῳσεν· ὡς Ἀριστείδης Μιλήσιος
同样地,他的儿子德基乌斯在对抗高卢人的战争中也挽救了罗马人;正如米利都的树里斯蒂德斯所记载的。