Humanitext Reader

プルタルコス · ギリシア・ローマ対比史話集 §8-12

負傷した勇士と裏切りおよび親による子への処罰

3 / 9 箇所 · ギリシア語

要旨

目を射られたフィリッポス王とホラティウス・コクラスの逸話、イカリオスの神話、国を裏切ろうとしたパウサニアスとカッシウスの悲劇、そして父の命令に背いて戦い勝利したものの処刑された息子たちのギリシア・ローマ平行譚が語られる。

§8Φίλιππος Μεθώνην καὶ Ὄλυνθον βουλόμενος πορθῆσαι καὶ βιαζόμενος ἐπὶ τῷ Σανδάνῳ ποταμῷ διαβῆναι πέραν, ὑπό τινος τῶν Ὀλυνθίων Ἀστέρος ὀνόματι ἐτοξεύθη τὸν ὀφθαλμόν εἰπόντος, "ἀστὴρ Φιλίππῳ θανάσιμον πέμπει βέλος·
フィリッポスはメトネとオリントスを滅ぼそうと望み、サンダノス川を無理に渡ろうとしたとき、アステルという名のオリントス人の一人によって目を射られた。 その男は次のように言った。 「アステルはフィリッポスに死の矢を送る。
" ὁ δʼ ὀπίσω διανηξάμενος πρὸς τοὺς οἰκείους σῴζεται ἀπολέσας τὸν ὀφθαλμόν·
」しかし彼は泳いで味方のもとへ退却し、目を失いながらも助かった。
ὡς Καλλισθένης ἐν τρίτῳ Μακεδονικῶν.
カリステネスが『マケドニア史』第3巻で語っている通りである。
Πορσίνας Τούσκων βασιλεὺς πέραν Θύμβρεως ποταμοῦ στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν μέσην λαβὼν λιμῷ τοὺς προειρημένους ἔτρυχεν.
トスカーナの王ポルシナは、テュンブリス川を越えて進軍してローマ人と戦い、食糧から得られる供給を途中で遮って、前述の人々を飢えで苦しめた。
Ὁράτιος δὲ Κόκλης στρατηγὸς χειροτονηθεὶς τὴν ξυλίνην κατελάβετο γέφυραν καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐπεῖχε.
ホラティウス・コクラスは将軍に任命され、木造の橋を占拠して、渡ろうとする野蛮人の大群を阻止した。
πλεονεκτούμενος δὲ ὑπὸ τῶν πολεμίων προσέταξε τοῖς ὑποτεταγμένοις κόπτειν τὴν γέφυραν, καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐκώλυσε.
彼は敵に圧倒されると、部下たちに橋を切り落とすよう命じ、渡ろうとする野蛮人の大群を阻んだ。
βέλει δὲ τὸν ὀφθαλμὸν πληγεὶς ῥίψας ἑαυτὸν εἰς τὸν ποταμὸν, διενήξατο εἰς τοὺς οἰκείους·
そして矢で目を射られた彼は、川に身を投じて、泳いで味方のもとへ戻った。
ὡς Θεότιμος ἐν δευτέρῳ Ἰταλικῶν.
テオティモスが『イタリア戦記』第2巻で語っている通りである。
§9ο περὶ τοῦ Ἰκαρίου μῦθος, ᾧ Διόνυσος ἐπεξενώθη·
イカリオスに関する神話、ディオニュソスが彼の宿をとった話。
Ἐρατοσθένης ἐν τῇ Ἠριγόνῃ.
エラトステネスが『エリゴネ』で語っている。
Κρόνος ἐπιξενωθεὶς γεωργῷ, ᾧ ἦν θυγάτηρ καλὴ Ἐντωρία, ταύτην ἐβιάσατο καὶ ἐτέκνωσεν υἱοὺς Ἰανὸν Ὕμνον Φαῦστον Φήλικα.
クロノスは、エントリアという美しい娘を持つある農夫のもとに宿をとり、彼女を陵辱して、息子であるヤヌス、ヒュムノス、ファウストス、フェリクスをもうけた。
διδάξας οὖν τὸν τρόπον τῆς τοῦ οἴνου πόσεως καὶ τῆς ἀμπέλου ἠξίωσε καὶ τοῖς γείτοσι μεταδοῦναι.
そしてワインの飲み方と葡萄の栽培方法を教え、近隣の人々にもそれを分けるよう求めた。
ποιήσαντος δʼ αὐτὸ καὶ πιόντες παρὰ τὸ σύνηθες εἰς ὕπνον κατηνέχθησαν βαρύτερον τοῦ δέοντος·
彼がその通りにし、人々が不慣れな酒を飲んだところ、必要以上に深い眠りに落ちてしまった。
οἱ δὲ πεφαρμακῶσθαι δόξαντες, λίθοις βάλλοντες τὸν Ἰκάριον ἀπέκτειναν·
彼らは毒を盛られたと思い込み、石を投げてイカリオスを殺害した。
οἱ δὲ θυγατρίδαι ἀθυμήσαντες βρόχῳ τὸν βίον κατέστρεψαν.
その孫たちは絶望し、首を吊って自ら命を絶った。
λοιμοῦ δὲ κατασχόντος Ῥωμαίους, ἔχρησεν ὁ Πύθιος λωφήσειν, ἐξιλάσωνται τοῦ Κρόνου τὴν μῆνιν καὶ τοὺς δαίμονας τῶν ἀνόμως ἀπολομένων.
疫病がローマ人たちを襲ったとき、ピュティアの神託は、クロノスの怒りと、不当に殺された者たちの亡霊を宥めるなら、疫病が静まるだろうと告げた。
Λουτάτιος δὲ Κάτλος, ἀνὴρ τῶν ἐπισήμων, κατεσκεύασε τῷ θεῷ τέμενος τὸ κείμενον σύνεγγυς τοῦ Ταρπηίου ὄρους, καὶ τὸν ἄνω βωμὸν ἱδρύσατο τετραπρόσωπον ἢ διὰ τοὺς θυγατρίδας ἢ ὅτι τετραμερὴς ὁ ἐνιαυτός ἐστι, καὶ μῆνα κατέδειξεν Ἰανουάριον.
名門の男ルタティウス・カトゥルスは、タルペイアの丘の近くに位置するその神のための神域を築き、孫たちのため、あるいは1年が4つの季節に分かれていることから、四面の顔を持つ上方の祭壇を建立し、1月を「イアヌアリウス」と定めた。
ὁ δὲ Κρόνος πάντας κατηστέρισεν.
クロノスは彼ら全員を星にした。
καὶ οἱ μὲν καλοῦνται Ἰανουάριον, ὁ δʼ Ἰανὸς προανατέλλων·
そして彼ら(息子たち)はヤヌアリオスと呼ばれ、ヤヌスは(他の星に)先んじて昇る。
δείκνυται δʼ ὁ ἀστὴρ πρὸ τῶν ποδῶν τῆς παρθένου·
この星は乙女座の足元に示されている。
ὡς Κριτόλαος ἐν τετάρτῃ Φαινομένων.
クリトラオスが『現象』第4巻で語っている通りである。
§10Περσῶν τὴν Ἑλλάδα λεηλατούντων Παυσανίας ὁ τῶν Λακεδαιμονίων στρατηγὸς πεντακόσια χρυσοῦ τάλαντα παρὰ Ξέρξου λαβὼν ἔμελλε προδιδόναι τὴν Σπάρτην.
ペルシア人がギリシアを略奪していたとき、ラケダイモン人の将軍パウサニアスは、クセルクセスから500タラントンの金を受け取ってスパルタを裏切ろうとした。
φωραθέντος δὲ τούτου, Ἀγησίλαος ὁ πατὴρ μέχρι τοῦ ναοῦ τῆς Χαλκιοίκου συνεδίωξεν Ἀθηνᾶς, καὶ τὰς θύρας τοῦ τεμένους πλίνθῳ φράξας λιμῷ ἀπέκτεινεν·
これが発覚すると、彼の父アゲシラオスは「青銅の家の」アテナの神殿まで彼を追い詰め、神域の扉を煉瓦で塞いで餓死させた。
ἡ δὲ μήτηρ καὶ ἄταφον ἔρριψεν·
彼の母親は、その遺体を埋葬せずに投げ捨てさえした。
ὡς Χρύσερμος ἐν δευτέρῳ Ἱστορικῶν.
クリュセルモスが『歴史』第2巻で語っている通りである。
Ῥωμαῖοι πρὸς Λατίνους πολεμοῦντες ἐχειροτόνησαν στρατηγὸν Πόπλιον Δέκιον·
ローマ人はラティウム人と戦争をしていたとき、プブリウス・デキウスを将軍に任命した。
νεανίσκος δέ τις τῶν ἐπισήμων πένης τοὔνομα Κάσσιος Βροῦτος ἐπὶ ῥητῷ μισθῷ νυκτὸς τὰς πύλας ἀνοῖξαι ἐβουλήθη.
名門でありながら貧しいカッシウス・ブルトゥスという名の若者が、あらかじめ約束された報酬のために、夜間に門を開けようとした。
φωραθεὶς δὲ εἰς ναὸν ἔφυγεν Ἀθηνᾶς Αὐξιλιαρίας.
しかし、発覚すると彼は「助立ちのアテナ」の神殿に逃げ込んだ。
Κάσσιος δὲ Σίγνιφερ ὁ πατὴρ αὐτοῦ κατέκλεισε καὶ λιμῷ διέφθειρε καὶ ἄταφον ἔρριψεν·
彼の父カッシウス・シグニフェルは彼を閉じ込めて餓死させ、埋葬せずに投げ捨てた。
ὡς Κλειτώνυμος ἐν Ἰταλικῶν.
クレイトニュモスが『イタリア戦記』で語っている通りである。
§11Δαρεῖος ὁ Πέρσης ἐπὶ Γρανικῷ πολεμήσας Ἀλεξάνδρῳ καὶ ἑπτὰ σατράπας ἀποβαλὼν καὶ ἅρματα δρεπανηφόρα δύο καὶ πεντακόσια, συμβαλεῖν ἔμελλε τῇ ἑξῆς.
ペルシア人ダレイオスは、グラニコス川でアレクサンドロスと戦い、7人のサトラップと502台の鎌付き戦車を失い、翌日に戦いを交えようとしていた。
Ἀριοβαρζάνης δὲ ὁ υἱὸς συμπαθῶς διακείμενος πρὸς Ἀλέξανδρον ὑπισχνεῖτο τὸν πατέρα προδώσειν.
しかし、息子のアリオバルザネスはアレクサンドロスに対して好意的な態度をとり、父を裏切ることを約束した。
ἀγανακτήσας δὲ ὁ πατὴρ ἐτραχηλοκόπησεν ὡς Ἀρητάδης Κνίδιος ἐν τρίτῳ Μακεδονικῶν.
父は激怒して彼の首をはねた。 クニドスのアレタデスが『マケドニア史』第3巻で語っている通りである。
Βροῦτος ὑπὸ πάντων ὕπατος χειροτονηθεὶς ἐφυγάδευσε τὸν Ὑπερήφανον Ταρκύνιον τυραννικῶς ἀναστρεφόμενον.
ブルトゥスはすべての人々によって執政官に選ばれ、専横を極めていた「傲慢王」タルクィニウスを追放した。
ὁ δʼ ἐλθὼν εἰς Τούσκους ἐπολέμει Ῥωμαίοις.
タルクィニウスはトスカーナへ行き、ローマ人と戦った。
οἱ δὲ υἱοὶ τὸν πατέρα προδοῦναι ἠβουλήθησαν.
しかし、ブルトゥスの息子たちは父を裏切ろうとした。
ἐμφανέντας δʼ ἐτραχηλοκόπησεν·
彼らの企みが露見すると、ブルトゥスは彼らの首をはねた。
ὡς Ἀριστείδης Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.
ミレトスのアリステイデスが『イタリア戦記』で語っている通りである。
§12Ἐπαμεινώνδας ὁ τῶν Θηβαίων στρατηγὸς ἔχων πρὸς Λακεδαιμονίους πόλεμον καὶ ἀρχαιρεσιῶν ἀγομένων ἧκεν ἐς πατρίδα, παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν.
テーバイの将軍エパメイノンダスはラケダイモン人と戦争をしており、選挙が行われていたため祖国に帰還したが、息子のステシムブロトスには交戦しないよう命じておいた。
Λακεδαιμόνιοι μαθόντες τὴν ἀπουσίαν ἐβλασφήμουν τὸν νεανίαν ὡς ἄνανδρον·
ラケダイモン人は彼の不在を知ると、その若者を臆病者だと罵った。
ὁ δʼ ἀγανακτήσας καὶ ἐπιλαθομενος τοῦ πατρὸς συνέβαλε καὶ ἐνίκησεν·
怒った若者は父を忘れ、戦いを挑んで勝利した。
ὁ δὲ πατὴρ βαρέως ἐνέγκας στεφανώσας ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν.
しかし父はこれを重く受け止め、彼に花冠を授けてから首をはねた。 クテシポンが『ボイオティア史』第3巻で語っている通りである。
Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες ἐχειρο - τόνησαν Μάλλιον τὸν Ἐπιτάκτην ἐπικληθέντα.
ローマ人はサムニウム人と戦争をしていたとき、「エピタクテス(命令官)」と仇名されたマッリウスを将軍に任命した。
οὗτος διὰ χειροτονίαν ὑπατικὴν εἰς Ῥώμην πορευόμενος τῷ θἱῷ προσέταξε μὴ συμβαλεῖν.
彼は執政官選挙のためにローマへ向かう際、息子に交戦しないよう命じた。
οἱ δὲ Σαμνῖται μαθόντες βλασφημίαις ἐξουδένιζον τὸν νεανίαν·
サムニウム人はそれを知ると、罵りの言葉をもって若者を軽んじた。
ὁ δὲ ταραχθεὶς ἐνίκησεν Μάλλιος δʼ αὐτὸν ἐτραχηλοκόπησεν καθάπερ ἱστορεῖ Ἀριστείδης Μιλήσιος.
取り乱した若者は戦って勝利した。 しかしマッリウスは彼の首をはねた。 ミレトスのアリステイデスが語っている通りである。

語釈・文法注

  1. 307dτὸν ὀφθαλμόν — 受動態動詞 ἐτοξεύθη(射られた)に伴う「関係の対格」(または「限定の対格」)。主語であるフィリッポス自身の「どの部分が」射られたかを限定し、「目を射られた」という意味になる。
  2. 308aἐξιλάσωνται — 接続法(ἐξιλάσκωμαι の aorist 接続法 3人称複数)で、ここでは ἵνα などの接続詞なしで用いられ、神託(ἔχρησεν)の内容として「〜するように」という間接命令を表すか、条件(「もし和らげるなら」)を含意している。
  3. 308bἡ δὲ μήτηρ καὶ ἄταφον ἔρριψεν — 小辞 καί は「〜さえも」という強調として機能しており、父親(アゲシラオス)が彼を餓死させただけでなく、「彼の母親でさえも、その遺体を埋葬せずに投げ捨てた」という、肉親による冷酷な処置の強調を表している。
  4. 308eτοῦ πατρὸς — 忘却を表す動詞 ἐπιλαθόμενος(ἐπιλανθάνομαι の aorist 分詞)の目的語となる属格。文脈上、単に「父親を忘れた」のではなく、「父親の(交戦するなという)命令・訓戒を忘れた」という含意で解釈される。

この箇所を引用する

プルタルコス, ギリシア・ローマ対比史話集 §8-12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg085.humanitext-grc3:8-12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。