§4Περσῶν μετὰ πεντακοσίων μυριάδων ἐπὶ τὴν Ἑλλάδα ἐρχομένων, Λεωνίδας ἅμα τριακοσίοις ἐπέμφθη εἰς Θερμοπύλας ὑπὸ Λακεδαιμονίων.
当波斯人率领五百万人向希腊进军时,列奥尼达与三百人一同被拉刻代蒙人派遣至温泉关。
εὐωχουμένοις δʼ ἐκεῖ ἐπέκειτο τὸ τῶν βαρβάρων πλῆθος· καὶ ὁ Λεωνίδας εἶπεν ἰδὼν τοὺς βαρβάρους,
οὕτως ἀριστᾶτε ὡς ἐν Ἅιδου δειπνήσοντες
καὶ ὁρμήσας κατὰ τῶν βαρβάρων καὶ πολλοῖς περιπαρεὶς δόρασιν ἀνέβη ἐπὶ τὸν Ξέρξην καὶ τὸ διάδημα ἀφείλετο.
当他们在那里进餐时,野蛮人的大军压了过来;列奥尼达看见野蛮人,便说道: “像要在哈得斯处享用晚餐般,且如此享用你们的早餐。 ” 他向野蛮人冲锋,虽被多支长矛刺穿,仍冲到薛西斯跟前,夺走了他的王冠。
οὗ ἀποθανόντος ὁ βάρβαρος τέμνει τὴν καρδίαν καὶ εὗρε δασεῖαν· ὡς Ἀριστείδης ἐν πρώτῃ Περσικῶν.
列奥尼达死后,野蛮人剖开他的心脏,发现上面长满了毛发;正如铺在第一卷中的《波斯史》里阿里斯蒂德斯所记载的。
Ῥωμαῖοι πρὸς Ποινοὺς πόλεμον ἔχοντες ἔπεμψαν τριακοσίους καὶ στρατηγὸν Φάβιον Μάξιμον.
罗马人与迦太基人交战时,派遣了三百名士兵和将军法比乌斯·马克西穆斯。
συμβαλὼν δʼ ἀπέβαλε πάντας, αὐτὸς δὲ καιρίως τρωθεὶς μεθʼ ὁρμῆς ἐπὶ τὸν Ἀννίβαν ἠνέχθη, καὶ καθελὼν τὸ διάδημα συναπέθανεν αὐτῷ, καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος.
双方交战后,他失去了所有部下,而他自己受了致命伤,却仍猛烈地向汉尼拔冲去,夺下其王冠,与之同归于尽;正如米利都的阿里斯蒂德斯所记载的。
§5κατὰ Κελαινὰς πόλιν τῆς Φρυγίας χάσμα μεθʼ ὕδατος γενόμενον πολλὰς οἰκίας αὐτάνδρους εἰς τὸν βυθὸν εἵλκυσε.
在弗里吉亚的凯莱奈城,出现了一个带有积水的裂口,将许多房屋连同居民一起拖入深渊。
Μίδας δὲ ὁ βασιλεὺς χρησμὸν ἔλαβεν, ἐὰν τὸ τιμιώτατον ἐμβάλῃ, συνελεύσεσθαι·
国王米达斯得到神谕,如果他投下最珍贵的东西,裂口就会合拢。
ὁ δὲ χρυσὸν καὶ ἄργυρον ἐμβαλὼν οὐδὲν ἐβοήθησεν.
然而,尽管他投下了金银,却毫无效果。
Ἄγχουρος δʼ υἱὸς τοῦ Μίδα λογισάμενος μηδὲν εἶναι τιμιώτερον ἐν βίῳ ψυχῆς ἀνθρωπίνης, δοὺς περιπλοκὰς τῷ γεννήσαντι καὶ τῇ γυναικὶ Τιμοθέᾳ, ἔφιππος εἰς τὸν τόπον τοῦ χάσματος ἠνέχθη.
米达斯的儿子安科乌罗斯认为人生中没有比人的灵魂更珍贵的东西,在拥抱了父亲和妻子地摩提亚之后,骑着马冲向了裂口所在的地方。
συνελθούσης δὲ τῆς γῆς χρύσεον βωμὸν ἐποίησεν Ἰδαίου Διὸς ἁψάμενος τῇ χειρί.
土地合拢后,他用手触摸,建起了一座伊代奥斯宙斯的黄金祭坛。
οὗτος ὁ βωμὸς περὶ ἐκεῖνον τὸν καιρόν ᾧ τὸ χάσμα συνέβη γενέσθαι. , λίθινος γίγνεται· τῆς δὲ ὡρισμένης προθεσμίας παρελθούσης, χρύσεος ὁρᾶται· ὡς Καλλισθένης ἐν δευτέρῳ Μεταμορφώσεων.
这座祭坛在当年发生裂口的那个时期会变成石质;但当规定的期限过去后,它又呈现出黄金的样子;正如卡利斯提尼在《变形记》第二卷中所记载的。
διά μέσης τῆς ἀγορᾶς ῥέων ὁ Τίβερις διὰ μῆνιν Ταρπηίου Διὸς μέγιστον ἀπέρρηξε χάσμα καὶ πολλὰς οἰκίας ἐβύθισε·
由于塔尔佩乌斯宙斯的愤怒,流经广场中央的台伯河冲开了一个巨大的裂口,淹没了许多房屋。
χρησμὸς δʼ ἐδόθη λήξεσθαι, ἐὰν τὸ τίμιον ἐμβάλωσι.
神谕指示说,如果他们投入珍贵之物,灾难就会平息。
τῶν δὲ χρυσὸν καὶ ἄργυρον ἐμβαλλόντων, Κούρτιος τῶν ἐπισήμων νέος τὸν χρησμὸν νοήσας καὶ λογισάμενος τὴν ψυχὴν τιμιωτέραν, ἔφιππον ἑαυτὸν ἔρριψεν εἰς τὸ χάσμα καὶ τοὺς οἰκείους ἐξέσῳσε τῶν κακῶν· ὡς Ἀριστείδης ἐν τετταρακοστῷ Ἰταλικῶν.
在人们投入金和银之际,名门青年库尔提乌斯领会了神谕,认为灵魂更为珍贵,便骑马将自己投入了裂口,将同胞从灾祸中拯救了出来;正如阿里斯蒂德斯在《意大利史》第四十卷中所记载的。
§6τῶν ἅμα Πολυνείκει εὐωχουμένων λοχαγῶν ἀετὸς καταπτὰς τὸ Ἀμφιάρεω ἐβάστασε δόρυ εἰς ὕφος καὶ εἴασε· τὸ. δὲ παγὲν ἐν γῇ δάφνη ἐγένετο.
当将领们与波吕涅克斯一同进餐时,一只鹰飞了下来,将安菲阿拉奥斯的长矛抓到高处后松开了手;那支刺入地里的长矛变成了一棵月桂树。
τῇ δʼ ὑστεραίᾳ πολεμούντων κατʼ ἐκεῖνο κατεπόθη ὁ Ἀμφιάρεως ἄμα τῷ ἅρματι, ἔνθα νῦν πόλις Ἅρμα καλεῖται· ὡς Τρισίμαχος ἐν τρίτῳ Κτίσεων.
第二天,在他们交战之际,安菲阿拉奥斯连同他的战车就在那个地方被大地吞没,那里现在被称为“哈尔马”城;正如特里西马科斯在《建国史》第三卷中所记载的。
Ῥωμαίων πρὸς Πύρρον Ἠπειρώτην πολεμούντων Αἰμίλιος Παῦλος χρησμὸν ἔλαβε νικῆσαι, βωμὸν ἐὰν ἅρματι, ἔνθα ἂν ἴδῃ χάσματι κρυπτόμενον ἄνδρα τῶν ἐπισήμων μετὰ ἅρματος.
罗马人与伊庇鲁斯的皮洛士交战时,艾米里乌斯·保卢斯得到神谕:如果他在看见一位著名男子连同战车被裂口吞没的地方,建立一座带有战车的祭坛,就能获得胜利。
μετὰ τρεῖς ἡμέρας Οὐαλέριος Κονᾶτος κατʼ ὄναρ ἰδὼν ἀναλαβεῖν ἱερέως κόσμον καὶ γὰρ ἦν μαντικῆς ἔμπειρος, στρατηγήσας καὶ πολλοὺς φονεύσας ὑπὸ γῆς κατεπόθη.
三天后,瓦莱里乌斯·科纳图斯在梦中看见自己穿上了祭司的服饰(因为他确实精通占卜之术),他在担任将军并杀敌无数后,被吞入地底。
ὁ Αἰμίλιος δὲ βωμὸν ἱδρύσας ἐνίκησε καὶ ἑκατὸν ἑξήκοντα πυργοφόρους ἐλέφαντας εἰς Ῥώμην κατέπεμψεν.
艾米里乌斯建立起祭坛并获胜,将一百六十头载塔的大象送往罗马。
ὁ δὲ βωμὸς μαντεύεται κατʼ ἐκεῖνον τὸν καιρόν, καθʼ ὃν ἐνικήθη Πύρρος· ὡς ἱστορεῖ Κριτόλας ἐν τρίτῃ Ἠπειρωτικῶν.
而这座祭坛在当年皮洛士被击败的那个时期会传达神谕;正如克里托拉斯在《伊庇鲁斯史》第三卷中所记载的。
§7Πυραίχμης βασιλεὺς Εὐβοέων ἐπολέμει Βοιωτοῖς ὃν Ἡρακλῆς ἔτι νέος ὢν ἐνίκησε· πώλοις δὲ προσδήσας καὶ εἰς δύο μέρη διελὼν τὸν Πυραίχμην, ἄταφον ἔρριψεν.
尤波亚人的国王皮赖克梅斯与玻俄提亚人交战,赫拉克勒斯在年轻时击败了他;赫拉克勒斯将皮赖克梅斯绑在幼马身上,将其撕裂为两半,并抛尸荒野。
ὁ δὲ τόπος προσαγορεύεται
πῶλοι Πυραίχμου,
κεῖται δὲ παρὰ ποταμὸν Ἡράκλειον, χρεμετισμὸν δʼ ἀναδίδωσι πινόντων ἵππων ὡς ἐν τρίτῳ περὶ Ποταμῶν.
该地被称为“皮赖克梅斯的幼马”,位于赫拉克勒斯河畔,当马匹在此饮水时,会发出马嘶声,正如在《论河流》第三卷中所记载的。
Τοῦλλος Ὁστίλιος βασιλεὺς Ῥωμαίων ἐπολέμησεν Ἀλβανοῖς, βασιλέως ὄντος Μετίου Φουφετίου, καὶ τὴν μάχην πολλάκις ὑπερέθετο. οἱ δʼ ὡς ἡττωμένου εἰς εὐωχίαν ἐτράπησαν·
罗马人的国王图路斯·霍斯提里乌斯与阿尔巴人交战,当时阿尔巴人的国王是梅提乌斯·富菲提乌斯。
οἰνωμένοις δʼ ἐπέθετο, καὶ τὸν βασιλέα δύο πώλοις συζεύξας διεσπάραξεν· ὡς Ἀλέξαρχος ἐν τετάρτῃ Ἰταλικῶν.
图路斯多次推迟交战,对方以为他已被击败,便耽于宴乐;他在他们醉酒之际发起袭击,并将他们的国王系在两匹幼马上撕裂致死;正如亚历山大科斯在《意大利史》第四卷中所记载的。