§introτὰς ἀρχαίας ἱστορίας διὰ τὰ παράδοξα τῆς πράξεως οἱ πλεῖστοι νομίζουσι πλάσματα καὶ μύθους τυγχάνειν εὑρὼν δʼ ἐγὼ καὶ ἐν τοῖς νῦν χρόνοις γεγονότα ὅμοια, τὰ ἐν τοῖς Ῥωμαϊκοῖς καιροῖς συμβεβηκότα ἐξελεξάμην, καὶ ἑκάστῳ πράγματι ἀρχαίῳ νεωτέραν ὁμοίαν διήγησιν ὑπέταξα, ἀναγράψας καὶ τοὺς ἱστορήσαντας ἄνδρας.
大多数人因为事件的不可思议,认为古代历史是虚构和神话。 但我发现即使在现代也发生了类似的事情,于是选出了罗马时代发生的事,并在每一件古代事件下附上了一篇类似的、更晚近的叙述,同时也记录了叙述这些历史的人。
§1Δάτις ὁ Περσῶν σατράπης μετὰ τριάκοντα μυριάδων εἰς Μαραθῶνα παραγενόμενος, πεδίον τῆς Ἀττικῆς, καὶ στρατοπεδευσάμενος πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν· Ἀθηναῖοι δὲ τοῦ βαρβαρικοῦ πλήθους καταφρονήσαντες ἐνακισχιλίους ἔπεμψαν, στρατηγοὺς ποιήσαντες Κυνέγειρον Πολύζηλον Καλλίμαχον Μιλτιάδην.
波斯总督达提斯率领三十万大军来到阿提卡的平原马拉松并安营扎寨,向当地人宣战;雅典人轻视野蛮人的人数众多,派遣了九千人,任命库涅盖罗斯、波吕泽洛斯、卡利马科斯、米尔蒂亚德斯为将军。
συμβληθείσης δὲ τῆς παρατάξεως, Πολύζηλος μὲν ὑπεράνθρωπον φαντασίαν θεασάμενος τὴν ὅρασιν ἀπέβαλε καὶ τυφλὸς ἐγένετο· Καλλίμαχος δὲ πολλοῖς περιπεπαρμένος δόρασι καὶ νεκρὸς ἐστάθη· Κυνέγειρος δὲ Περσικὴν ἀναγομένην ναῦν κατασχὼν ἐχειροκοπήθη.
双方交战时,波吕泽洛斯因目睹超自然的幻象而失明;卡利马科斯被多支长矛刺穿,虽死犹立;库涅盖罗斯抓住一艘正要启航的波斯船只,被砍断了手。
Ἀσδρούβας βασιλεὺς Σικελίαν καταλαβόμενος πόλεμον Ῥωμαίοις κατήγγειλε· Μέτελλος δὲ ὑπὸ τῆς συγκλήτου στρατηγὸς χειροτονηθεὶς ἐγκρατὴς ἐγένετο τῆς νίκης ταύτης, ἐν ᾗ Λεύκιος Γλαύκων εὐγενὴς ἀνήρ, τὴν Ἀσδρούβα κατέχων ναῦν, ἀμφοτέρας ἀπέβαλε τὰς χεῖρας· καθάπερ ἱστορεῖ Ἀριστείδης Μιλήσιος ἐν πρώτῃ Σικελικῶν, παρʼ οὗ τὴν ὑπόθεσιν ἔμαθε Διονύσιος ὁ Σικελιώτης.
国王哈斯德鲁巴占领了西西里,向罗马人宣战;而梅特卢斯被元老院选为将军,赢得了这场胜利。 在这场战役中,高贵的男子卢基乌斯·格劳孔抓住了哈斯德鲁巴的船只,失去了双手;正如米利都的阿里斯蒂德斯在《西西里史》第一卷中所记载的,西西里的狄奥尼西奥斯从他那里得知了这一素材。
§2Ξέρξης μετὰ πεντακοσίων μυριάδων Ἀρτεμισίῳ προσορμίσας πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν· Ἀθηναῖοι δὲ συγκεχυμένοι κατάσκοπον ἔπεμψαν Ἀγησίλαον, τὸν Θεμιστοκλέους ἀδελφόν, καίπερ Νεοκλέους τοῦ πατρὸς αὐτοῦ κατʼ ὄναρ ἑωρακότος ἀμφοτέρας ἀποβεβληκότα τὰς χεῖρας.
薛西斯率领五百万人停泊在阿尔特米西翁,向当地人宣战;雅典人陷入混乱,派遣了地米斯托克利的兄弟阿格西劳斯作为间谍,尽管他的父亲尼奥克勒斯曾在梦中看见他失去了双手。
παραγενόμενος δὲ εἰς τοὺς βαρβάρους ἐν σχήματι Περσικῷ Μαρδόνιον ἕνα τῶν σωματοφυλάκων ἀνεῖλεν ὑπολαμβάνων Ξέρξην εἶναι.
他穿着波斯人的衣服来到野蛮人中间,误将卫兵之一的马尔多尼乌斯当成薛西斯而杀之。
συλληφθεὶς δὲ πρὸς τῶν πέριξ δέσμιος ἤχθη πρὸς τὸν βασιλέα.
他被周围的人逮捕,绑着送到了国王面前。
βουθυτεῖν δὲ τοῦ προειρημένου μέλλοντος ἐπὶ τῷ τοῦ ἡλίου βωμῷ, τὴν δεξιὰν ἐπέθηκε χεῖρα, καὶ ἀστενάκτως ὑπομείνας τὴν ἀνάγκην τῶν βασάνων ἠλευθερώθη τῶν δεσμῶν εἰπών,
πάντες ἐσμὲν τοιοῦτοι Ἀθηναῖοι· εἰ δʼ ἀπιστεῖς, καὶ τὴν ἀριστερὰν ἐπιθήσω.
当前述的国王准备在太阳祭坛上献祭牛只时,他(将右手)放在了祭坛上,毫无呻吟地忍受着拷问的折磨,并被免除了束缚,说道:“我们雅典人都是这样的人;如果你不信,我也可以把左手放上去。
φοβηθεὶς δὲ ὁ Ξὲρξης φρουρεῖσθαι αὐτὸν προσέταξε καθάπερ ἱστορεῖ Ἀγαθαρχίδης Σάμιος δευτέρᾳ τῶν Περσικῶν.
” 薛西斯感到害怕,命令将他看管起来;正如萨摩斯的阿加塔尔基德斯在《波斯史》第二卷中所记载的。
Πορσίνας Τούσκων βασιλεὺς πέραν ποταμοῦ Θύμβρεως στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν Ῥωμαίοις μέσην λαβὼν λιμῷ τοὺς προειρημένους ἔτρυχε.
托斯卡纳(伊特鲁里亚)人的国王波塞纳率军渡过西姆布里斯河,与罗马人交战,并截断了运送给罗马人的粮食供应,使前述的人们饱受饥饿之苦。
τῆς δὲ συγκλήτου συγκεχυμένης, Μούκιος τῶν ἐπισήμων ἀνὴρ λαβὼν τετρακοσίους ἀπὸ τῶν ὑπάτων ὁμήλικας ἐν ἰδιωτικῷ σχήματι τὸν ποταμὸν διῆλθεν.
在元老院陷入混乱之际,著名的人物穆基乌斯带领四百名与执政官同龄的同伴,身着平民服饰渡过河去。
ἰδὼν δὲ τὸν σωματοφύλακα τοῦ τυράννου τὰ ἐπιτήδεια διαδιδόντα τοῖς στρατηγοῖς, ὑπολαβὼν αὐτὸν τὸν Πορσίναν εἶναι ἀνεῖλεν.
他看到僭主的卫兵正在向将军们分发物资,误以为他就是波塞纳本人而杀之。
ἀχθεὶς δὲ ἐπὶ τὸν βασιλέα τοῖς ἐμπύροις ἐπέθηκε τὴν δεξιὰν χεῖρα καὶ στέξας τὰς ἀλγηδόνας εὐψύχως ἐμειδίασεν εἰπών,
βάρβαρε, λέλυμαι, κἂν μὴ θέλῃς· καὶ ἴσθι ἡμᾶς καρὰ σοῦ τετρακοσίους ὄντας ἐν τῷ στρατοπέδῳ, οἵ σε ἀνελεῖν ζητοῦμεν.
他被带到国王面前,将右手放在熊熊烈火之上,泰然忍受痛苦,英勇地微笑着说:“蛮人啊,即使你不愿意,我也已经自由了;你要知道,在你的军营里有四百个像我们这样的人,正在寻求杀死你。
ὁ δὲ φοβηθεὶς σπονδὰς πρὸς Ῥωμαίους ἐποιήσατο· καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ ἱστοριῶν.
” 彼感到害怕,于是与罗马人缔结了盟约;正如米利都的阿里斯蒂德斯在《历史》第三卷中所记载的。
§3ἀργεῖν καὶ Λακεδαιμονίων ὑπὲρ Θυρεάτιδος χώρας πολεμούντων, οἱ Ἀμφικτύονες ἔκριναν πολεμῆσαι τριακοσίους ἑκατέρων καὶ τῶν νικησάντων εἶναι τὴν χώραν.
当阿尔戈斯人和拉刻代蒙人为修雷亚蒂斯地区交战时,近邻同盟决定双方各出三百人交战,获胜者的拥护者将获得该地区。
Λακεδαιμόνιοι μὲν οὖν Ὀθρυάδην ἐποίησαν στρατηγὸν Ἀργεῖοι δὲ Θέρσανδρον.
于是,拉刻代蒙人任命奥斯里亚德斯为将军,阿尔戈斯人任命塞尔桑德为将军。
πολεμούντων δὲ δύο ἐκ τῶν Ἀργείων περιελείφθησαν, Ἀγήνωρ καὶ Χρόμιος οἵτινες εἰς τὴν πόλιν ἤγγειλαν τὴν νίκην.
交战中,阿尔戈斯人中仅有两人幸存,阿格诺尔和克罗米乌斯,他们回城报告了胜利。
ἐρημίας δʼ ὑπαρχούσης ὁ Ὀθρυάδης ἐπιζήσας καὶ ἡμικλάστοις δόρασιν ἐπερειδόμενος τὰς τῶν νεκρῶν ἁρπάζων ἀσπίδας περιείλετο· καὶ τρόπαιον στήσας ἐκ τοῦ ἰδίου αἵματος ἐπέγραψε
Διὶ τροπαιούχῳ.
由于战场上空无一人,活下来的奥斯里亚德斯依靠着折断了一半的长矛,剥下并收集了死者的盾牌;他用自己的血建立了战胜纪念碑,并题词道:“献给带来胜利的宙斯。
καὶ τῶν δύο στάσιν ἐχόντων, οἱ Ἀμφικτύονες αὐτόπται γενόμενοι Λακεδαιμονίους προκρίνουσι· καθάπερ Χρύσερμος ἐν τρίτῳ Πελοποννησιακῶν.
” 双方发生争执时,近邻同盟亲眼目睹了现场,判定拉刻代蒙人获胜;正如克律塞尔摩斯在《伯罗奔尼撒史》第三卷中所记载的。
Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες στρατηγὸν ἐχειροτόνησαν Ποστούμιον Ἀλβῖνον.
罗马人与萨姆尼特人交战时,选举了波斯图米乌斯·阿尔比努斯为将军。
οὗτος κατὰ τὰς καλουμένας φορκούλας Καυδίνας ἔστι δὲ τόπος στενώτατος ἐνεδρευθεὶς τρεῖς ἀπέβαλε λεγεῶνας καὶ αὐτὸς καιρίως τρωθεὶς ἔπεσε.
他在被称为考丁峡谷(这是一个极狭窄的地方)遭到了伏击,失去了三个军团,他自己也受了致命伤而倒下。
βαθείας δὲ νυκτὸς ὀλίγον ἐπιζήσας περιείλετο τῶν ἀνῃρημένων πολεμίων τὰς ἀσπίδας, καὶ εἰς τὸ αἷμα τὴν χεῖρα βαπτίσας ἔστησε τρόπαιον ἐπιγράψας
Ῥωμαῖοι κατὰ Σαμνιτῶν Διὶ τροπαιούχῳ.
在深夜中他又活了一小会儿,剥下了被杀敌人的盾牌,将手浸在血中,建立了一座战胜纪念碑,题写道:“罗马人对抗萨姆尼特人,献给带来胜利的宙斯。
Μάξιμος δὲ ὁ ἐπικληθεὶς Λαίμαργος, στρατηγὸς πεμφθεὶς καὶ παραγενόμενος ἐπὶ τὸν τόπον, ἰδὼν τὸ τρόπαιον τὸν οἰωνὸν ἀσμένως ἐδέξατο· καὶ συμβαλὼν ἐνίκησε καὶ αἰχμάλωτον λαβὼν τὸν βασιλέα εἰς Ῥώμην ἔπεμψεν· ὡς Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ Ἰταλικῶν.
” 被称为“大食汉(莱马尔戈斯)”的马克西穆斯作为将军被派往该地,当他到达现场时,看到这座纪念碑,欣然接受了这一吉兆;他发起交战并获胜,将国王俘虏并送往罗马;正如米利都的阿里斯蒂德斯在《意大利史》第三卷中所记载的。