§30Σαρδιανοὶ πρὸς Σμυρναίους πόλεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ πρέσβεων ἔπεμψαν μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι.
萨尔迪斯人与斯麦那人发生战争,在城墙周围驻扎下来,并派使者传话称,除非允许他们的妻子与他们交合,否则决不撤兵。
τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ, δεῖ τὰς θεραπαίνας κοσμήσαντας ἀντʼ ἐλευθέρων πέμπειν.
由于这种紧迫的情况,斯麦那人即将遭受悲惨的命运,这时有一位侍奉贵妇的女奴,她跑到主人菲拉科斯面前说:“我们应该让女奴们打扮起来,代替自由妇女送去。
ʼ ὃ δὴ καὶ ἔδρασαν.
”他们果然这样做了。
οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν ἑάλωσαν.
而敌人在被女奴们折腾得筋疲力尽之后,束手就擒。
ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, ἐνʼ ʼαἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσιν ὡς Δοσίθεος ἐν τρίτῳ Λυδιακῶν.
因此,至今在斯麦那人中仍有一个节日被称为“埃勒乌特里亚(自由祭)”,在节日里奴隶妇女穿着自由妇女的服饰;正如多西特奥斯在《吕底亚史》第三卷中所记载的。
Ἀτεπόμαρος Γάλλων βασιλεὺς Ῥωμαίοις πολεμῶν ἔφη μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας εἰς συνουσίαν ἐκδῶσι.
高卢人国王阿特波马罗斯在与罗马人交战时说,除非他们交出妇女供其亲昵,否则决不撤兵。
τῶν δὲ διὰ συμβουλὴν θεραπαινίδων πεμψάντων τὰς δούλας κοπωθέντες οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν.
罗马人因听从女奴们的建议而送去了奴隶女,异族人在无休止的亲昵中筋疲力尽而入睡。
ἡ δὲ Ῥητᾶνα αὕτη γὰρ ἦν τοῦτο συμβουλεύσασα ἀγρίας ἐπιλαβομένη συκῆς ἀναβαίνει εἰς τὸ τεῖχος καὶ μηνύει τοῖς ὑπάτοις· οἱ δʼ ἐπελθόντες ἐνίκησαν.
雷塔娜本人(因为正是她提出了这个建议)抓住一棵野无花果树,爬上城墙向执政官们示意;执政官们发起进攻并取得了胜利。
ἀφʼ οὗ καὶ ἑορτὴ θεραπαινῶν καλεῖται· ὡς Ἀριστείδης Μιλήσιος ἐν πρώτῃ Ἰταλικῶν.
由此,这个节日也被称为“女奴节”;正如米利都的阿里斯蒂德斯在《意大利史》第一卷中所记载的。
§31Ἀθηναίων πόλεμον ἐχόντων πρὸς Εὔμολπον καὶ τῆς εὐθηνίας μὴ ἐπαρκούσης Πύρανδρος ταμίας τῶν δημοσίων ὑπέσπασε τὸ μέτρον φειδωλῶς χρώμενος· οἱ δʼ ἐγχώριοι ὡς προδότην ὑποπτεύσαντες λιθόλευστον ἐποίησαν· ὡς Καλλισθένης ἐν τρίτῳ Θρᾳκικῶν.
当阿提卡人与欧摩尔波斯交战、粮食供应不足时,公帑掌管官皮兰德罗斯为了节省而暗中减少了配给量;但当地人怀疑他是叛徒,将其用石头砸死;正如卡利斯提尼在《色雷斯史》第三卷中所记载的。
Ῥωμαίων πρὸς Γάλλους πολεμούντων καὶ τῆς εὐθηνίας μὴ ἀρκούσης Κίννας τοῦ δήμου τὸ σιτόμετρον ὑπέσπασε· Ῥωμαῖοι δὲ ὡς ἀντιποιούμενον αὐτὸν τῆς βασιλείας λιθόλευστον ἐποίησαν ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.
当罗马人与高卢人交战、粮食供应不足时,辛纳暗中减少了人民的谷物配给量;罗马人怀疑他图谋王位,将其用石头砸死;正如阿里斯蒂德斯在《意大利史》第三卷中所记载的。
§32ἐν τῷ Πελοποννησιακῷ πολέμῳ Πεισίστρατος Ὀρχομένιος τοὺς μὲν εὐγενεῖς ἐμίσει, τοὺς δʼ εὐτελεῖς ἐφίλει.
在伯罗奔尼撒战争中,奥尔科梅努斯的佩西斯特拉托斯厌恶贵族,而喜爱平民。
ἐβουλεύσαντο δὲ οἱ ἐν τῇ βουλῇ φονεῦσαι, καὶ διακόψαντες αὐτὸν εἰς τοὺς κόλπους ἔβαλον, καὶ τὴν γῆν ἔξυσαν.
议会中的人们密谋杀害他,并将他切成碎块放入衣襟中带走,还刮去了地面的血迹。
ὁ δὲ δημότης ὄχλος ὑπόνοιαν λαβὼν ἔδραμεν εἰς τὴν βουλήν.
但平民大众产生怀疑,冲向议会。
ὁ δὲ νεώτερος υἱὸς τοῦ βασιλέως Τλησίμαχος εἰδὼς τὴν συνωμοσίαν ἀπὸ τῆς ἐκκλησίας ἀπέσπασε τὸν ὄχλον, εἰπὼν ἑωρακέναι τὸν πατέρα μεθʼ ὁρμῆς εἰς τὸ Πισαῖον ὄρος φέρεσθαι, μείζονα μορφὴν ἀνθρώπου κεκτημένον.
国王的小儿子特莱西马科斯得知这一阴谋,将大众从集会中引开,声称自己看到父亲正急速向皮萨山跑去,身体比常人还要高大。
καὶ οὕτως ἠπατήθη ὁ ὄχλος· ὡς Θεόφιλος ἐν δευτέρῳ Πελοποννησιακῶν.
大众因此被蒙骗;正如塞奥菲卢斯在《伯罗奔尼撒史》第二卷中所记载的。
διά τοὺς ἀστυγείτονας πολέμους ἡ σύγκλητος τῶν Ῥωμαίων τοῦ δήμου τὸ σιτόμετρον ἦρε· Ῥωμύλος δὲ ὁ βασιλεὺς βαρέως ἐνεγκὼν τῷ δήμῳ ἀπέδωκε· πολλοὺς δὲ τῶν μειζόνων ἐκόλαζεν.
由于与邻国的战争,罗马元老院取消了人民的谷物配给;但国王罗穆路斯对此深感沉重,将配给归还给人民,并惩罚了许多贵族。
οἱ δὲ φονεύσαντες αὐτὸν ἐν τῇ συγκλήτῳ βουλῇ καὶ διακόψαντες εἰς τοὺς κόλπους ἔβαλον.
元老院中那些杀害他的人,将他切成碎块放入衣襟中。
Ῥωμαῖοι δὲ μετὰ πυρὸς εἰς τὴν σύγκλητον ἔδραμον.
罗马人拿着火把冲向元老院。
Ἰούλιος δὲ Πρόκλος τῶν ἐπισήμων ἀνὴρ εἶπε τὸν Ῥωμύλον ἐν ὄρει ἑωρακέναι μείζονα παντὸς ἀνθρώπου θεὸν τε γεγενῆσθαι.
但名士尤利乌斯·普罗库鲁斯说,自己在山上看到了罗穆路斯,他比任何人都高大,并且已经成神。
Ῥωμαῖοι δὲ πιστεύσαντες ἀνεχώρησαν ὡς Ἀριστόβουλος ἐν τρίτῳ Ἰταλικῶν.
罗马人信以为真,便退去了;正如阿里斯托布鲁斯在《意大利史》第三卷中所记载的。
§33Πέλοψ Ταντάλου καὶ Εὐρυανάσσης γήμας Ἱπποδάμειαν ἔσχεν Ἀτρέα καὶ Θυέστην, ἐκ δὲ Δαναΐδος νύμφης Χρύσιππον, ὃν πλέον τῶν γνησίων ἔστερξε.
坦塔罗斯与欧律阿纳萨之子佩洛普斯娶了希波达米亚,生下了阿特柔斯和塞斯忒斯,又与宁芙仙女达奈斯生下了克律西波斯,他比起嫡子更钟爱后者。
Λάιος δὲ ὁ Θηβαῖος ἐπιθυμήσας ἥρπασεν αὐτόν.
底比斯人莱乌斯因垂涎而绑架了克律西波斯。
καὶ συλληφθεὶς ὑπὸ Θυέστου καὶ Ἀτρέως ἐλέους ἔτυχε παρὰ Πέλοπος διὰ τὸν ἔρωτα.
莱乌斯虽然被塞斯忒斯和阿特柔斯捕获,但由于佩洛普斯的宽大而因爱获得宽恕。
Ἱπποδάμεια δʼ ἀνέπειθεν Ἀτρέα καὶ Θυέστην ἀναιρεῖν αὐτόν, εἰδυῖα ἔσεσθαι ἔφεδρον βασιλείας.
然而希波达米亚知道克律西波斯将成为王位的竞争者,便极力劝说阿特柔斯和塞斯忒斯杀害他。
τῶν δʼ ἀρνησαμένων, αὐτὴ τῷ μύσει τὰς χεῖρας ἔχρισε.
遭到拒绝后,她亲自动手犯下罪行。
νυκτὸς γὰρ βαθείας κοιμωμένου Λαΐου, τὸ ξίφος ἑλκύσασα καὶ τρώσασα τὸν Χρύσιππον ἐγκαταπήγνυσι τὸ ξίφος.
深夜,趁着莱乌斯熟睡,她拔出宝剑刺伤了克律西波斯,并将剑留在伤口中。
ὑπονοηθεὶς δὲ ὁ Λάιος διὰ τὸ ξίφος ῥύεται ὑπὸ ἡμιθνῆτος τοῦ Χρυσίππου τὴν ἀλήθειαν ὁμολογήσαντος·
莱乌斯因那柄剑而受到怀疑,但因奄奄一息的克律西波斯说明了真相而得以洗冤。
ὁ δὲ θάψας τὴν Ἱπποδάμειαν ἐξώρισεν· ὡς Δοσίθεος ἐν Πελοπίδαις.
佩洛普斯安葬了儿子,并将希波达米亚流放;正如多西特奥斯在《佩洛普斯家族传》中所记载的。
Ἤβιος Τολίειξ γήμας Νουκερίαν ἔσχε δύο παῖδας ἐκ ταύτης.
赫比乌斯·托利克斯娶了努凯里亚,与之生下两个儿子。
ἔσχε δὲ καὶ ἐξ ἀπελευθέρας κάλλει περίβλεπτον Φίρμον, ὃν τῶν γνησίων μᾶλλον ἔστεργε.
他与一个女自由人也生下了容貌出众的菲尔穆斯,他比起嫡子更钟爱后者。
ἡ δὲ Νουκερία πρὸς τὸν πρόγονον μισοπονήρως διακειμένη τοὺς παῖδας ἀνέπειθεν αὐτὸν ἀναιρεῖν.
但努凯里亚对庶子怀有恶意,极力劝说自己的儿子们杀害他。
τῶν δʼ εὐσεβῶς ἀνανευσάντων, αὐτὴ τὸν φόνον ἐνείργησε, καὶ νυκτὸς τοῦ σωματοφύλακος τὸ ξίφος ἑλκύσασα καιρίως ἔτρωσε τὸν κοιμώμενον, ἐγκαταλιποῦσα τὸ ξίφος.
当儿子们因虔敬而拒绝时,她自己实施了谋杀,深夜拔出护卫的宝剑,给熟睡中的男孩以致命一击,并将剑留在那里。
τοῦ δὲ σωματοφύλακος ὑποπτευθέντος, ὁ παῖς τὴν ἀλήθειαν λέγει.
虽然护卫受到怀疑,但那个男孩说出了真相。
ὁ δὲ τοῦτον θάψας τὴν γυναῖκα ἐφυγάδευσεν ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.
父亲安葬了儿子,流放了妻子;正如多西特奥斯在《意大利史》第三卷中所记载的。