Humanitext Reader

普鲁塔克 · 希腊罗马平行故事集 §34-36

继母之诬告献祭与弃婴获救的对照

第 8 段,共 9 段 · 希腊语

内容简介

文本将希腊神话与历史轶事(淮德拉之恋与希波吕托斯之死、处女献祭与鹰的奇迹、双胞胎被遗弃并获狼营救)与罗马及意大利的高度平行传说进行对比论述。

§34Θησεὺς ταῖς ἀληθείαις παῖς Ποσειδῶνος, ἔχων δὲ ἐξ Ἱππολύτης Ἀμαζόνος Ἱππόλυτον, ἐπέγημε μητρυιὰν Φαίδραν τὴν Μίνωος, ἥτις τοῦ προγόνου εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τὴν τροφὸν ἔπεμψεν·
忒修斯实际上是波塞冬之子,他与亚马逊人希波吕忒生有希波吕托斯,后来娶了米诺斯之女淮德拉。 她对继子产生了欲望,派去了乳母。
ὁ δὲ καταλείψας Ἀθήνας καὶ εἰς Τροιζῆνα παραγενόμενος κυνηγεσίαις προσανέκειτο.
而他离开雅典来到特罗曾,致力于狩猎。
τῆς δὲ προαιρέσεως ἡ ἀσελγὴς ἀποτυχοῦσα ψευδεῖς κατὰ τοῦ σώφρονος ἐπιστολὰς ἐχάραξε καὶ βρόχῳ τὸ ζῆν ἀνήρτησε.
由于她的企图未能得逞,这个放荡的女人便写了一封针对这位贞洁之人的诬告信,并自缢身亡。
Θησεὺς δὲ πιστεύσας ᾐτήσατο παρὰ Ποσειδῶνος ἀπολέσθαι τὸν Ἱππόλυτον, ἐκ τῶν τριῶν εὐχῶν ἃς εἶχε παρʼ αὐτοῦ.
忒修斯信以为真,便向波塞冬请求毁灭希波吕托斯,这是他从波塞冬那里得到的三个愿望之一。
ὁ δὲ παρʼ αἰγιαλὸν ἐπὶ ἅρματος τυχόντι ταῦρον ἔπεμψε καὶ ἐπτόησε τοὺς ἵππους, οἳ συνέτριψαν τὸν Ἱππόλυτον.
波塞冬向正在海滩上驾着战车的他放出一头公牛,惊吓了马匹,马匹将希波吕托斯摔碎。
Κομμίνιος Σοῦπερ Λαυρεντῖνος ἔχων υἱὸν ἐξ Ἐγερίας νύμφης Κομμίνιον ἐπήγαγε μητρυιὰν Γινδίκαν·
劳伦图姆人科米尼乌斯·苏佩尔与宁芙仙女埃格里亚生有儿子科米尼乌斯,后来娶了金迪卡为继妻。
ἥτις ἐρασθεῖσα τοῦ προγόνου καὶ ἀποτυχοῦσα βρόχῳ κατέστρεψε τὸν βίον, ἐπιστολὰς καταλείψασα ψευδεῖς·
她爱上了继子,在遭到拒绝后自缢身亡,留下一封诬告信。
. ὁ δὲ Κομμίνιος ἀναγνοὺς τὰ ἐκγλήματα καὶ τῷ ζήλῳ πιστεύσας ἐπεκαλέσατο τὸν Ποσειδῶνα.
科米尼乌斯读了这些控诉,因嫉妒而信以为真,便向波塞冬祈求。
ὁ δὲ τῷ παιδὶ ἐπὶ ἅρματος ὀχουμένῳ ταῦρον ἔδειξε, καὶ οἱ ἵπποι τὸν νέον σύραντες ἀπώλεσαν ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.
波塞冬向正乘着战车的孩子显现了一头公牛,马匹拖拽着这个青年,致其死亡;正如多西特奥斯在《意大利史》第三卷中所记载的。
§35λοιμοῦ κατασχόντος Λακεδαίμονα, ἔχρησεν ὁ θεὸς παύσασθαι, ἐὰν παρθένον εὐγενῆ κατὰ ἔτος θύωσιν Ἑλένης δέ ποτε κληρωθείσης καὶ προαχθείσης κεκοσμημένης, ἀετὸς καταπτὰς ἥρπασε τὸ ξίφος καὶ ἐς τὰ βουκόλια κομίσας ἐπὶ δάμαλιν καθῆκεν·
当瘟疫席卷拉刻代蒙时,神谕示说,如果他们每年献祭一个高贵的处女,瘟疫就会停止。 有一次,海伦被抽中,盛装带上前来时,一只鹰飞下来夺走了剑,将其带到牧场,丢在一头小母牛身上。
ὅθεν ἀπέσχοντο τῆς παρθενοκτονίας· ὡς Ἀριστόδημος ἐν τρίτῃ μυθικῇ συναγωγῇ.
因此他们便不再杀害处女;正如阿里斯托德摩斯在《神话汇编》第三卷中所记载的。
λοιμοῦ κατασχόντος Φαλερίους καὶ φθορᾶς γενομένης, χρησμὸς ἐδόθη λωφῆσαι τὸ δεινόν, ἐὰν παρθένον τῇ Ἥρᾳ θύωσιν κατʼ ἐνιαυτόν.
当瘟疫席卷法莱里并造成毁灭时,有神谕说,如果他们每年向赫拉献祭一个处女,这场灾难就会平息。
ἀεὶ δὲ τῆς δεισιδαιμονίας μενούσης κατὰ κλῆρον λαχομένη Οὐαλερία Λουπέρκα σπασαμένη τὸ ξίφος, ἀετὸς καταπτὰς ἥρπασε καὶ ἐπὶ τῶν ἐμπύρων ἔθηκε ῥάβδον μικρὰν ἔχουσαν σφῦραν, τὸ δὲ ξίφος ἐπέβαλε δαμάλει τινὶ παρὰ τὸν ναὸν βοσκομένῃ.
迷信一直存在,通过抽签被选中的瓦莱里娅·鲁佩尔卡拔出了剑,这时一只鹰飞下来夺走了剑,并在燃烧的祭坛上放了一根带有小锤子的小木棍,而将剑丢在神殿旁吃草的一头小母牛身上。
νοήσασα δὲ ἡ παρθένος καὶ τὴν βοῦν θύσασα καὶ τὴν σφῦραν ἄρασα, κατʼ οἰκίαν περιῆλθε, καὶ τοὺς ἀσθενοῦντας ἠρέμα πλήττουσα διήγειρεν, ἐρρῶσθαι ἑνὶ ἑκάστῳ λέγουσα.
这位处女领会了意图,献祭了那头牛,并拿起了小锤,挨家挨户走动,轻轻敲击病人使他们醒来,对每一个人说要健康起来。
ὅθεν καὶ νῦν τὸ μυστήριον τελεῖται· ὡς Ἀριστείδης ἐν ἐννεακαιδεκάτῳ Ἰταλικῶν.
因此至今仍在举行这一秘仪;正如阿里斯蒂德斯在《意大利史》第十九卷中所记载的。
§36Φυλονόμη Νυκτίμου καὶ Ἀρκαδίας θυγάτηρ ἐκυνήγει σὺν τῇ Ἀρτέμιδι· Ἄρης δʼ ἐν σχήματι ποιμένος ἔγκυον ἐποίησεν.
尼克提穆斯与阿尔卡迪亚之女菲洛诺墨曾与阿尔忒弥斯一同狩猎;而阿瑞斯化身为牧羊人使她怀孕。
ἡ δὲ τεκοῦσα διδύμους παῖδας καὶ φοβουμένη τὸν πατέρα ἔρριψεν εἰς τὸν Ἐρύμανθον.
她产下双胞胎男婴,因惧怕父亲而将其扔进埃里曼托斯河。
οἱ δὲ κατὰ πρόνοιαν ἀκινδύνως περιφερόμενοι προσηνέχθησαν ἐν κοίλῃ δρυΐ·
但在神意护佑下,他们平安无事地随波漂流,被冲到一棵空心橡树旁。
λύκαινα δʼ ἐμφωλεύουσα τοὺς μὲν ἰδίους σκύμνους εἰς τὸν ῥοῦν ἔρριψε, τοῖς δὲ βρέφεσι θηλὴν παρέσχε, Γύλιφος δὲ ποιμὴν αὐτόπτης γενόμενος καὶ ἀναλαβὼν τοὺς παῖδας ὡς ἰδίους ἔθρεψε, τὸν μὲν καλέσας Λύκαστον τὸν δὲ Παρράσιον, τοὺς διαδεξαμένους τὴν βασιλείαν τῶν Ἀρκάδων ὡς Ζώπυρος Βυζάντιος ἐν τῷ τρίτῳ Ἱστορικῶν.
一只在当地筑巢的雌狼将自己的狼崽扔进河水中,给这两个婴儿哺乳。 牧羊人居利福斯目睹了这一切,收留了这些孩子并视如己出地抚养他们,给一个起名叫吕卡斯托斯,另一个起名叫帕拉西奥斯,他们继承了阿尔卡迪亚人的王位;正如拜占庭的佐皮罗斯在《历史学》第三卷中所记载的。
Ἀμούλιος πρὸς Νομίτορα τὸν ἀδελφὸν τυραννικῶς διακείμενος, τὸν μὲν υἱὸν Αἴνιτον ἐπὶ κυνηγίᾳ ἀνεῖλε, τὴν δὲ θυγατέρα Σιλουίαν ἢ Ἰλίαν τῆς Ἥρας ἱέρειαν ἐποιήσατο.
阿穆里乌斯对兄弟努米托怀有僭主式的敌意,在狩猎时杀害了其子埃尼图斯,并将其女西尔维娅或称伊莉娅立为赫拉的祭司。
ταύτην Ἄρης ἐγκύμονα ποιεῖ· ἡ δʼ ἔτεκε διδύμους, ὡμολόγησέ τε τῷ τυράννῳ τὴν ἀλήθειαν.
阿瑞斯使她怀孕;她产下双胞胎,并向僭主坦白了真相。
ὁ δὲ φοβηθεὶς ἀμφοτέρους κατεπόντισε, βαλὼν παρὰ τὰς ὄχθας τοῦ Θύμβρεως.
僭主感到恐惧,便将他们扔在台伯河畔溺毙。
οἱ δὲ προσηνέχθησαν ἐν τόπῳ, ἔνθα λύκαινα ἦν φωλεύουσα νεοτόκος· καὶ τοὺς μὲν σκύμνους ἔρριψε, τὰ δὲ βρέφη ἔτρεφε.
他们被冲到一个地方,那里有一只刚产仔的雌狼在筑巢;它扔掉了自己的小狼,喂养了这两个婴儿。
Φαῦστος δὲ ποιμὴν αὐτόπτης γενόμενος τοὺς παῖδας ἀνέθρεψε, καὶ τὸν μὲν Ῥῶμον τὸν δὲ Ῥωμύλον προσηγόρευσε, τοὺς κτίστας Ῥώμης ὡς Ἀριστείδης Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.
牧羊人福斯图斯目睹了这一切,抚养了这两个孩子,并称一个为雷穆斯,另一个为罗穆路斯,他们是罗马的奠基者;正如米利都的阿里斯蒂德斯在《意大利史》中所记载的。

词汇与语法注释

  1. 314bἐκ τῶν τριῶν εὐχῶν — 前置词 ἐκ 具有部分格功能,表示从整体(三个愿望)中取出的一部分(一个愿望)。虽然原文中省略了数量词“一个”,但从上下文来看,应理解为“三个愿望中的一个”。
  2. 314bτυχόντι — 动词 τυγχάνω 的现在分词阳性单数与格,修饰省略的指代希波吕托斯的与格代词。其字面意思是“恰好在(海滩上驾着战车)的他”。
  3. 314dλωφῆσαι τὸ δεινόν — 不定式 λωφῆσαι 隶属于 χρησμὸς ἐδόθη,表示神谕的内容或目的,而 τὸ δεινόν 是其对格主语(意为“灾难将平息”)。

引用这一段

普鲁塔克, 希腊罗马平行故事集 §34-36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg085.humanitext-grc3:34-36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。