← プルタルコス

ギリシア・ローマ対比史話集

§30-33

第30節から第33節では、女召使いたちの機転による戦争の解決、食糧不足時の配給削減による管理官の殺害、民衆派の指導者やロムルス王の暗殺と奇妙な神格化の隠蔽、そして異母兄弟への嫉妬から生じた継母による暗殺陰謀とそれらの悲劇的な顛末が、ギリシアとローマの平行するエピソードとして語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§30

Σαρδιανοὶ πρὸς Σμυρναίους πόλεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ πρέσβεων ἔπεμψαν μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι. τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων,1 ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ, δεῖ τὰς θεραπαίνας κοσμήσαντας2 ἀντʼ ἐλευθέρων πέμπειν.ʼ ὃ δὴ καὶ ἔδρασαν. οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν ἑάλωσαν. ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, ἐν ᾗ αἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσιν ὡς Δοσίθεος ἐν τρίτῳ Λυδιακῶν. Ἀτεπόμαρος Γάλλων βασιλεὺς Ῥωμαίοις πολεμῶν ἔφη μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας εἰς συνουσίαν ἐκδῶσι. τῶν δὲ διὰ συμβουλὴν θεραπαινίδων πεμψάντων τὰς δούλας κοπωθέντες οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν. ἡ δὲ Ῥητᾶνα αὕτη γὰρ ἦν τοῦτο συμβουλεύσασα ἀγρίας ἐπιλαβομένη συκῆς ἀναβαίνει εἰς τὸ τεῖχος καὶ μηνύει τοῖς ὑπάτοις· οἱ δʼ ἐπελθόντες ἐνίκησαν. ἀφʼ οὗ καὶ ἑορτὴ θεραπαινῶν καλεῖται· ὡς Ἀριστείδης Μιλήσιος ἐν πρώτῃ Ἰταλικῶν.

サルディス人はスミュルナ人に対して戦争を起こしていたとき、彼らの城壁の周囲に陣を張り、使節を介して、もし自分たちと妻たちを交わらせることに同意しないならば撤退しない、と告げた。スミュルナ人たちがこの窮境のために悲惨な目に遭いそうになっていたとき、身分の高い女性たちに仕える女召使いの一人が、主人であるピラクスのもとに駆け寄って言った。「召使いたちを着飾らせ、自由の身の女性たちの代わりに送り出すべきです」。彼らはまさにそれを実行した。そして、敵は女召使いたちによって疲れ果てさせられ、捕らえられた。そのため、現在でもスミュルナ人の間では「エレウテリア(自由祭)」と呼ばれる祭りが執り行われており、そこでは奴隷の女たちが自由の身の女性たちの装飾を身につける。ドシテオスが『リュディア戦記』第3巻で語る通りである。 ガリア人の王アテポマロスは、ローマ人と戦争をしていた際、自分たちに女性たちを性的に引き渡さない限り撤退しないと言った。ローマ人たちが女召使いたちの勧告に従って奴隷の女たちを送り出したところ、異民族たちは絶え間ない交わりによって疲れ果て、眠り込んでしまった。このことを勧告したレタナ自身は、野生のイチジクの木を掴んで城壁の上に登り、執政官たちに合図を送った。彼らは襲撃して勝利を収めた。このことから、「女召使いの祭り」と呼ばれる祭りが起こった。ミリトスのアリステイデスが『イタリア戦記』第1巻で語る通りである。

§31

Ἀθηναίων πόλεμον ἐχόντων πρὸς Εὔμολπον καὶ τῆς εὐθηνίας μὴ ἐπαρκούσης Πύρανδρος ταμίας τῶν δημοσίων ὑπέσπασε τὸ μέτρον φειδωλῶς χρώμενος· οἱ δʼ ἐγχώριοι ὡς προδότην ὑποπτεύσαντες λιθόλευστον ἐποίησαν· ὡς Καλλισθένης ἐν τρίτῳ Θρᾳκικῶν. Ῥωμαίων πρὸς Γάλλους πολεμούντων καὶ τῆς εὐθηνίας μὴ ἀρκούσης Κίννας τοῦ δήμου τὸ σιτόμετρον ὑπέσπασε· Ῥωμαῖοι δὲ ὡς ἀντιποιούμενον αὐτὸν τῆς βασιλείας λιθόλευστον ἐποίησαν ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.

アテナイ人がエウモルポスに対して戦争をしており、食糧の自給が不十分であったとき、公金の管理官ピュランドロスは、倹約のために配給量を密かに減らした。しかし、地元の人々は彼を裏切り者と疑い、石打ちにして殺害した。カリステネスが『トラキア戦記』第3巻で語る通りである。 ローマ人がガリア人と戦争をしており、食糧の自給が十分でなかったとき、キンナは民衆の穀物配給量を密かに減らした。ローマ人は彼が王位を不当に要求していると疑い、彼を石打ちにして殺害した。アリステイデスが『イタリア戦記』第3巻で語る通りである。

§32

ἐν τῷ Πελοποννησιακῷ πολέμῳ Πεισίστρατος Ὀρχομένιος τοὺς μὲν εὐγενεῖς ἐμίσει, τοὺς δʼ εὐτελεῖς ἐφίλει. ἐβουλεύσαντο δὲ οἱ ἐν τῇ βουλῇ φονεῦσαι, καὶ διακόψαντες αὐτὸν εἰς τοὺς κόλπους ἔβαλον,3 καὶ τὴν γῆν ἔξυσαν. ὁ δὲ δημότης ὄχλος ὑπόνοιαν λαβὼν ἔδραμεν εἰς τὴν βουλήν. ὁ δὲ νεώτερος υἱὸς τοῦ βασιλέως Τλησίμαχος εἰδὼς τὴν συνωμοσίαν ἀπὸ τῆς ἐκκλησίας ἀπέσπασε τὸν ὄχλον, εἰπὼν ἑωρακέναι τὸν πατέρα μεθʼ ὁρμῆς εἰς τὸ Πισαῖον ὄρος φέρεσθαι, μείζονα μορφὴν ἀνθρώπου κεκτημένον. καὶ οὕτως ἠπατήθη ὁ ὄχλος· ὡς Θεόφιλος ἐν δευτέρῳ Πελοποννησιακῶν. διά τοὺς ἀστυγείτονας πολέμους ἡ σύγκλητος τῶν Ῥωμαίων τοῦ δήμου τὸ σιτόμετρον ἦρε· Ῥωμύλος δὲ ὁ βασιλεὺς βαρέως ἐνεγκὼν τῷ δήμῳ ἀπέδωκε· πολλοὺς δὲ τῶν μειζόνων ἐκόλαζεν. οἱ δὲ φονεύσαντες αὐτὸν ἐν τῇ συγκλήτῳ βουλῇ καὶ διακόψαντες εἰς τοὺς κόλπους ἔβαλον. Ῥωμαῖοι δὲ μετὰ πυρὸς εἰς τὴν σύγκλητον ἔδραμον. Ἰούλιος δὲ Πρόκλος τῶν ἐπισήμων ἀνὴρ εἶπε τὸν Ῥωμύλον ἐν ὄρει ἑωρακέναι μείζονα παντὸς ἀνθρώπου θεὸν τε γεγενῆσθαι. Ῥωμαῖοι δὲ πιστεύσαντες ἀνεχώρησαν ὡς Ἀριστόβουλος ἐν τρίτῳ Ἰταλικῶν.

ペロポネソス戦争の際、オルコメノス人のペイシストラトスは名門の者たちを嫌い、身分の低い民衆を愛していた。評議会の者たちは彼を殺害することを企て、彼を切り刻んでその体の一部を自分たちの衣のひだ(懐)に投げ入れ、地面をこすって血を消した。しかし、一般の民衆は不審に思い、評議会に押し寄せた。王の末の息子であるテレシマコスは、この陰謀を知っていたので、民衆を民会から引き離して言った。父が凄まじい勢いでピサ山へと向かっていくのを見た、その姿は常人よりもはるかに大きかった、と。このようにして民衆は欺かれた。テオピロスが『ペロポネソス戦記』第2巻で語る通りである。 隣国との戦争のために、ローマの元老院は民衆の穀物配給を停止した。しかし王ロムルスは、これを重く受け止め、民衆に配給を戻し、特権階級の多くの者を処罰した。そこで彼らは元老院の会議の席で彼を殺害し、切り刻んで衣のひだ(懐)に投げ入れた。ローマ人は松明を手にして元老院に押し寄せた。しかし、高名な男であるユリウス・プロクルスが、ロムルスを山で見た、彼はあらゆる人間より大きく、神となったのだ、と言った。ローマ人はこれを信じて立ち去った。アリストブロスが『イタリア戦記』第3巻で語る通りである。

§33

Πέλοψ Ταντάλου καὶ Εὐρυανάσσης γήμας Ἱπποδάμειαν ἔσχεν Ἀτρέα καὶ Θυέστην, ἐκ δὲ Δαναΐδος νύμφης Χρύσιππον, ὃν πλέον τῶν γνησίων ἔστερξε. Λάιος δὲ ὁ Θηβαῖος ἐπιθυμήσας ἥρπασεν αὐτόν. καὶ συλληφθεὶς ὑπὸ Θυέστου καὶ Ἀτρέως ἐλέους ἔτυχε παρὰ Πέλοπος διὰ τὸν ἔρωτα. Ἱπποδάμεια δʼ ἀνέπειθεν Ἀτρέα καὶ Θυέστην ἀναιρεῖν αὐτόν, εἰδυῖα ἔσεσθαι ἔφεδρον βασιλείας.4 τῶν δʼ ἀρνησαμένων, αὐτὴ τῷ μύσει τὰς χεῖρας ἔχρισε. νυκτὸς γὰρ βαθείας κοιμωμένου Λαΐου, τὸ ξίφος ἑλκύσασα καὶ τρώσασα τὸν Χρύσιππον ἐγκαταπήγνυσι τὸ ξίφος. ὑπονοηθεὶς δὲ ὁ Λάιος διὰ τὸ ξίφος ῥύεται ὑπὸ ἡμιθνῆτος τοῦ Χρυσίππου τὴν ἀλήθειαν ὁμολογήσαντος· ὁ δὲ θάψας τὴν Ἱπποδάμειαν ἐξώρισεν· ὡς Δοσίθεος ἐν Πελοπίδαις. Ἤβιος Τολίειξ γήμας Νουκερίαν ἔσχε δύο παῖδας ἐκ ταύτης. ἔσχε δὲ καὶ ἐξ ἀπελευθέρας κάλλει περίβλεπτον Φίρμον, ὃν τῶν γνησίων μᾶλλον ἔστεργε. ἡ δὲ Νουκερία πρὸς τὸν πρόγονον μισοπονήρως διακειμένη τοὺς παῖδας ἀνέπειθεν αὐτὸν ἀναιρεῖν. τῶν δʼ εὐσεβῶς ἀνανευσάντων, αὐτὴ τὸν φόνον ἐνείργησε, καὶ νυκτὸς τοῦ σωματοφύλακος τὸ ξίφος ἑλκύσασα καιρίως ἔτρωσε τὸν κοιμώμενον, ἐγκαταλιποῦσα τὸ ξίφος. τοῦ δὲ σωματοφύλακος ὑποπτευθέντος, ὁ παῖς τὴν ἀλήθειαν λέγει. ὁ δὲ τοῦτον θάψας τὴν γυναῖκα ἐφυγάδευσεν ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.

タンタロスとエウリュアナッサの子ペロプスは、ヒッポダメイアと結婚してアトレウスとテュエステスをもうけたが、ニュンペのダナイスとの間にはクリュシッポスをもうけ、本妻の子たち以上に彼を愛した。テーバイ人のライオスは彼に欲望を抱き、彼を誘拐した。彼はテュエステスとアトレウスによって捕らえられたが、ペロプスから、その愛のために憐れみを得た。しかしヒッポダメイアは、クリュシッポスが王位の対抗者となることを知っていたので、アトレウスとテュエステスに彼を殺害するよう唆した。彼らが拒絶すると、彼女自身がその忌まわしい行いに手を染めた。夜深く、ライオスが眠っている間に、彼女は剣を引き抜いてクリュシッポスを傷つけ、そこに剣を突き刺したままにした。ライオスは現場に残された剣のために疑われたが、瀕死のクリュシッポスが真実を告白したことによって救われた。ペロプスは彼を葬り、ヒッポダメイアを追放した。ドシテオスが『ペロプス家の人々』で語る通りである。 ヘビウス・トリイクスはヌケリアと結婚し、彼女との間に二人の息子をもうけた。また彼は解放奴隷の女との間にも、その美しさでひときわ目立つピルムスをもうけ、彼を本妻の子たち以上に愛した。しかし、ヌケリアは義理の息子に対して憎しみを抱き、自分の息子たちに彼を殺すよう唆した。彼らが敬虔さゆえに拒絶すると、彼女自身が殺害を実行した。夜、護衛兵の剣を引き抜いて、眠っている彼に致命傷を負わせ、剣をそこに残した。護衛兵が疑われたが、その少年は真実を話した。父は彼を葬り、妻を追放した。ドシテオスが『イタリア戦記』第3巻で語る通りである。

構文注4 件
  1. 30τῶν εὐσχημόνων

    「上品な」「身分のある」を意味する形容詞 εὐσχήμων の女性複数属格の名詞化。「身分の高い女性たち(の召使い)」の意味で取られている。これはのちにピラクスという「主人(decent / noble ladies' master)」が登場することとも整合する。あるいは「端麗な召使いたちのうちの一人」と取ることも可能であるが、文脈上は主人の妻や家族に仕える高位の侍女と解するのが自然である。

  2. 30κοσμήσαντας

    対格・複数・男性の分詞(κοσμέω「飾る」)。文法上、行為の対象である女性名詞 θεραπαίνας と性(gender)が一致していない。これは、非人称動詞 δεῖ に伴う不定詞の論理的主語(「主人たちが」を意味する男性複数名詞)を修飾する分詞、あるいは文法的な不一致(solecism)である。全訳において「(主人が)彼女たちを着飾らせて」という能動的な使役の意味で一貫して訳出している。

  3. 313cεἰς τοὺς κόλπους ἔβαλον

    「懐(衣のひだ)の中に投げ入れた」の意。衣服の胸元のたるみ(sinus / folds)を指し、暗殺した遺体を切り刻んで各自がその衣のひだに隠して持ち去り、隠蔽を謀った凄惨な様子を描写している。313dのロムルス殺害の場面でも同一の表現が繰り返される。

  4. 313eἔφεδρον βασιλείας

    ἔφεδρος は「(競技などで)控えの選手」「次の順位の者」を意味し、転じて「王座をうかがう者」「王位継承の対抗馬」を指す。ここでは本妻のヒッポダメイアが、庶子であるクリュシッポスが自らの実子(アトレウスら)を押しのけて将来的に王位を継承する、あるいは王位を脅かす存在になることを危惧したことを表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(8 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 原文 1 件
  • 2026-11-15 AI校閲 — 訳文 2 件
  • 2026-09-21 AI校閲 — 注 1 件
  • 2026-09-21 AI校閲 — 訳文 4 件
urn:cts:greekLit:tlg0007.tlg085.humanitext-grc3:30-33