← プルタルコス

ギリシア・ローマ対比史話集

§13-18

城壁からの投身と求婚をめぐる争いの対比

第13節から第18節では、ギリシアの伝説的なエピソードと、それに対応するローマないしイタリアの歴史的伝承の平行関係が、対比の形で記述されている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13

Ἡρακλῆς τοῦ Ἰόλης γάμου ἀποτυχὼν τὴν Οἰχαλίαν ἐπόρθησεν. ἡ δʼ Ἰόλη ἀπὸ τοῦ τείχους ἔρριψεν ἑαυτήν. συνέβη δέ, κολπωθείσης ὑπὸ ἀνέμου τῆς ἐσθῆτος, μηδὲν παθεῖν· καθάπερ ἱστορεῖ Νικίας Μαλλώτης. Ῥωμαῖοι πολεμοῦντες πρὸς Τούσκους ἐχειροτόνησαν Βασιλέως1 Τορκουᾶτον. οὗτος θεασάμενος τοῦ βασιλέως τὴν θυγατέρα τοὔνομα Κλουσίαν ᾐτεῖτο παρὰ τοῦ Τούσκου τὴν θυγατέρα, μὴ τυχὼν δʼ ἐπόρθει τὴν πόλιν. ἡ δὲ Κλουσία ἀπὸ τῶν πύργων ἔρριψεν ἑαυτήν· προνοίᾳ δʼ Ἀφροδίτης κολπωθείσης τῆς ἐσθῆτος, διεσώθη ἐπὶ τὴν γῆν· ἣν ὁ στρατηγὸς διέφθειρε,2 καὶ τούτων πάντων ἕνεκα ἐξωρίσθη κοινῷ δόγματι ὑπὸ Ῥωμαίων εἰς Κόρσικαν νῆσον πρὸ τῆς Ἰταλίας· ὡς Θεόφιλος ἐν τρίτῳ Ἰταλικῶν.;

ヘラクレスはイオレとの結婚を果たせず、オイカリアを攻略した。イオレは城壁から身を投げた。しかし、風によって衣が膨らんだため、怪我をせずに済んだ。マロスのニキアスが語っている通りである。 ローマ人はトスカーナ人と戦争をしていたとき、バシレウス・トルクアトゥスを将軍に任命した。彼はその王の娘でクルシアという名の女性を目にし、トスカーナの王に娘を求めたが、得られなかったため、その街を攻略した。クルシアは塔から身を投げたが、アプロディテの配慮により衣が膨らみ、地上へ無事に救われた。その彼女を将軍は陵辱した。そしてこれらすべてのことのために、彼はローマ人の共同決議によって、イタリアの沖合にあるコルシカ島へ追放された。テオフィロスが『イタリア戦記』第3巻で語っている通りである。

§14

Ποινῶν καὶ Σικελιωτῶν τὴν κατὰ Ῥωμαίων συμμαχίαν ἑτοιμαζόντων, Μέτελλος στρατηγὸς μόνῃ τῇ Ἑστίᾳ οὐκ ἔθυσεν· ἡ δὲ πνεῦμα ἀντέπνευσε ταῖς ναυσί. Γάιος δὲ Ἰούλιος μάντις εἶπε λωφῆσαι,3 ἐὰν προθύσῃ τὴν θυγατέρα. ὁ δʼ ἀναγκασθεὶς Μετέλλαν τὴν θυγατέρα προσῆγεν ἡ δὲ Ἑστία ἐλεήσασα δάμαλιν ὑπέβαλε καὶ αὐτὴν ἐκόμισεν εἰς Λανούιον, καὶ ἱέρειαν τοῦ σεβομένου παρʼ αὐτοῖς δράκοντος ἀπέδειξεν ὡς Πυθοκλῆς ἐν τρίτῃ Ἰταλικῶν. ἐν Αὐλίδι τῆς Βοιωτίας τὰ περὶ Ἰφιγένειαν ὁμοίως ἱστορεῖ Μένυλλος ἐν πρώτῳ Βοιωτιακῶν.

カルタゴ人とシケリア人がローマ人に対する同盟を準備していたとき、将軍メテッルスはヘスティアだけに犠牲を捧げなかった。すると女神は船団に対して逆風を吹かせた。予言者ガイオス・ユリオスは、彼がまず娘を犠牲に捧げるなら、嵐は静まるだろうと言った。彼は余儀なくされて、娘のメテッラを連れてきた。しかしヘスティアは哀れに思って若い雌牛を代わりに置き、彼女をラヌウィウムへ運んで、そこで彼らが崇拝している蛇の巫女に任命した。ピュトクレスが『イタリア戦記』第3巻で語っている通りである。 ボイオティアのアウリスにおけるイピゲネイアに関する出来事も同様に、メニュロスが『ボイオティア史』第1巻で記述している。

§15

Βρέννος Γαλατῶν βασιλεὺς λεηλατῶν τὴν Ἀσίαν ἐπὶ Ἔφεσον ἦλθε, καὶ ἠράσθη παρθένου Δημονίκης· ἡ δὲ συνελθεῖν ὑπέσχετο, ἐὰν τὰ ψέλλια καὶ τὸν κόσμον τῶν γυναικῶν δῷ αὐτῇ, καὶ τὴν Ἔφεσον προδοῦναι· ὁ δʼ ἠξίωσε τοὺς στρατιώτας ἐμβαλεῖν εἰς τὸν κόλπον ὃν εἶχον χρυσὸν τῆς φιλαργύρου. ποιησάντων δὲ ὑπὸ τῆς δαψιλείας τοῦ χρυσοῦ ζῶσα κατεχώσθη· καθάπερ ἱστορεῖ Κλειτοφῶν ἐν πρώτῳ Γαλατικῶν. Ταρπηΐα τῶν εὐσχημόνων παρθένων τοῦ Καπιτωλίου φύλαξ, Ῥωμαίων πρὸς Σαβίνους πολεμούντων, ὑπέσχετο τῷ Τατίῳ δώσειν εἴσοδον εἰς τὸ Ταρπήιον ὄρος, ἐὰν μισθὸν λάβῃ τοὺς ὅρμους, οὓς ἐφόρουν κόσμου χάριν. Σαβῖνοι δὲ νοήσαντες ζῶσαν κατέχωσαν ὡς Ἀριστείδης Μιλήσιος ἐν Ἰταλικοῖς.

ガラティア人の王ブレンノスは、アジアを略奪しながらエペソスへ至り、デモニケという名の乙女に恋をした。彼女は、もし女性たちの腕輪や装飾品を自分に与えてくれるなら、彼と交わり、エペソスを裏切ることを約束した。しかし彼は、兵士たちに対して、その欲深い女のふところに、彼らが持っていた金を投げ入れるよう求めた。彼らがそうしたところ、彼女は大量の金の下に生き埋めになった。クレイトポンが『ガラティア史』第1巻で語っている通りである。 カピトリウムの番人であった名門の乙女の一人タルペイアは、ローマ人がサビニ人と戦争をしていたとき、彼らが装飾のために身につけている首飾りを報酬として受け取ることを条件に、タティウスにタルペイアの丘への侵入を許すことを約束した。しかしサビニ人はその真意を察して、彼女を生き埋めにした。ミレトスのアリステイデスが『イタリア戦記』で語っている通りである。

§16

Τεγεάταις καὶ Φενεάταις χρονίου πολέμου γενομένου, ἔδοξε τριδύμους ἀδελφοὺς πέμψαι τοὺς μαχησομένους περὶ τῆς νίκης. καὶ Τεγεᾶται μὲν οὖν τοὺς Ῥηξιμάχου παῖδας, Φενεᾶται δὲ τοὺς Δημοστράτου προεβάλλοντο. συμβληθείσης δὲ τῆς μάχης, ἐφονεύθησαν τῶν Ῥηξιμάχου δύο· ὁ δὲ τρίτος τοὔνομα Κριτόλαος στρατηγήματι περιεγένετο τῶν δύο· προσποιητὴν γὰρ φυγὴν σκηψάμενος καθʼ ἕνα τῶν διωκόντων ἀνεῖλε. καὶ ἐλθόντος οἱ μὲν ἄλλοι συνεχάρησαν, μόνη δʼ οὐκ ἐχάρη ἡ ἀδελφὴ Δημοδίκη· πεφονεύκει γὰρ αὐτῆς τὸν κατηγγυημένον ἄνδρα Δημόδικον. ἀναξιοπαθήσας δὲ ὁ Κριτόλαος ἀνεῖλεν αὐτήν. φόνου δʼ ἀγόμενος4 ὑπὸ τῆς μητρὸς ἀπελύθη τοῦ ἐγκλήματος· ὡς Δημάρατος ἐν δευτέρῳ Ἀρκαδικῶν. Ῥωμαῖοι καὶ Ἀλβανοὶ πολεμοῦντες τριδύμους προμάχους εἵλοντο, καὶ Ἀλβανοὶ μὲν Κουριατίους, Ῥωμαῖοι δὲ Ὡρατίους. συμβληθείσης δὲ τῆς μάχης, οἱ Κουριάτιοι δύο τῶν ἐναντίων ἀνεῖλον ὁ δὲ περίλοιπος φυγῇ προσποιητῇ συμμάχῳ χρώμενος ἐφόνευσε καθʼ ἕνα τῶν ἐπιδιωκόντων. χαρέντων δὲ πάντων, μόνη ἡ ἀδελφὴ οὐ συνεχάρη Ὡρατία τὸν κατηγγυημένον ἄνδρα Κουριάτιον ἀνῃρηκότι· ὁ δὲ ἐφόνευσε τὴν ἀδελφήν· ὥς φησιν Ἀριστείδης ὁ Μιλήσιος ἐν Ἰταλικοῖς.

テゲア人とペネオス人の間に長期にわたる戦争が起こったとき、勝利を賭けて戦う者として三つ子の兄弟を派遣することに決定した。そこでテゲア人はレクシマコスの息子たちを、ペネオス人はデモストラトスの息子たちを立てた。戦いが交えられると、レクシマコスの息子のうち二人が殺された。しかし、クリトラオスという名の三人目の息子は、計略によって残る二人に打ち勝った。というのも、偽りの敗走を装って、追ってくる者を一人ずつ殺したからである。そして彼が帰還すると、他の人々はみな祝福したが、彼の妹デモディケだけは喜ばなかった。彼が彼女の婚約者デモディコスを殺してしまっていたからである。クリトラオスはこれに憤慨して彼女を殺害した。彼は殺人罪で裁判にかけられたが、母親によってその告発から放免された。デマラトスが『アルカディア史』第2巻で語っている通りである。 ローマ人とアルバ人は戦争をしていたとき、三つ子の代表戦士を選んだ。アルバ人はクリアティウス兄弟を、ローマ人はホラティウス兄弟を選んだ。戦いが交えられると、クリアティウス兄弟は敵のうち二人を殺した。しかし、生き残った一人は偽りの敗走を味方として利用し、追ってくる者を一人ずつ殺した。すべての人が喜ぶ中、妹のホラティアだけは、婚約者クリアティウスを殺害した彼を祝福しなかった。そこで彼は妹を殺害した。ミレトスのアリステイデスが『イタリア戦記』で語っている通りである。

§17

ἐν Ἰλίῳ τοῦ ναοῦ τῆς Ἀθηνᾶς ἐμπρησθέντος, προσδραμὼν Ἶλος τὸ διοπετὲς ἥρπασε παλλάδιον καὶ ἐτυφλώθη· οὐ γάρ ἐξῆν ὑπʼ ἀνδρὸς βλέπεσθαι· ὕστερον δʼ ἐξιλασάμενος ἀνέβλεψεν ὡς Δέρκυλλος ἐν πρώτῳ Κτίσεων. Ἀντύλος ἀνὴρ τῶν ἐπισήμων πορευόμενος εἰς τὸ προάστειον ὑπὸ κοράκων ἐπεσχέθη παιόντων ταῖς πτέρυξι. φοβηθεὶς δὲ τὸν οἰωνὸν εἰς Ῥώμην ὑπέστρεψεν. ἰδὼν δὲ τὸ τέμενος τῆς Ἑστίας καιόμενον καὶ τὸ παλλάδιον ἁρπάσας ἐτυφλώθη ὕστερον δʼ ἀνέβλεψεν ἐξιλασάμενος· ὡς Ἀριστείδης Μιλήσιος Ἰταλικοῖς.

イリウムにおいてアテナの神殿が炎上したとき、イロスは駆け寄って、天から降ってきたパラディオンを奪い取ったが、盲目となった。それは男性によって見られることが許されていなかったからである。しかし後になって女神を宥め、彼は視力を取り戻した。デルキュロスが『建国史』第1巻で語っている通りである。 名門の男アンテュロスは、郊外へ向かっていたところ、羽で叩いてくるカラスたちによって行く手を阻まれた。その前兆を恐れた彼は、ローマへ引き返した。するとヘスティアの神域が燃えているのを目にし、パラディオンを奪い取ったが、彼は盲目となった。しかし後になって女神を宥め、彼は視力を取り戻した。ミレトスのアリステイデスが『イタリア戦記』で語っている通りである。

§18

Θρᾶικες Ἀθηναίοις πολεμοῦντες χρησμὸν ἔλαβον, ὡς, ἐὰν Κόδρου φείσωνται, νικῆσαι·5 ὁ δὲ δρέπανον λαβὼν ἧκεν εἰς τοὺς ἐναντίους ἐν εὐτελοῦς σχήματι, καὶ ἕνα φονεύσας ὑπὸ θατέρου ἀνῃρέθη· οὕτω τ’ ἐνίκησαν οἱ Ἀθηναῖοι· ὡς Σωκράτης ἐν δευτέρῳ Θρᾳκικῶν. Πόπλιος Δέκιος Ῥωμαῖος πρὸς Ἀλβανοὺς πολεμῶν ὄναρ εἶδεν, ἐὰν ἀποθάνῃ, ῥώμην προσποιήσειν Ῥωμαίοις. ἐλθὼν εἰς μέσους καὶ πολλοὺς φονεύσας ἀνῃρέθη. ὁμοίως δὲ καὶ ὁ υἱὸς αὐτοῦ Δέκιος ἐν τῷ πρὸς Γάλλους πολέμῳ τοὺς Ῥωμαίους διέσῳσεν· ὡς Ἀριστείδης Μιλήσιος

トラキア人はアテナイ人と戦争をしていたとき、もしコドロスを助けるなら、勝利するだろうという神託を得た。しかし彼は、大鎌を手にして卑しい身なりで敵陣に入り、一人を殺したのち、もう一人によって殺された。このようにしてアテナイ人は勝利した。ソクラテスが『トラキア史』第2巻で語っている通りである。 ローマ人のプブリウス・デキウスは、アルバ人と戦争をしていたとき、自分が死ねば、ローマ人に力をもたらすだろうという夢を見た。彼は敵のただ中に入って多くの者を殺し、殺された。同様に彼の息子デキウスも、ガリア人との戦争においてローマ人を救った。ミレトスのアリステイデスが語っている通りである。

構文注5 件
  1. 13Βασιλέως

    写本に伝わる Βασιλέως(王の、またはバシレウス)は、通常 Βαλέριον(ウァレリウス)の誤記と考えられている。文脈からはローマの将軍ヴァレリウス・トルクアトゥス(Valerius Torquatus)を指している。

  2. 309aἣν ὁ στρατηγὸς διέφθειρε

    関係代名詞 ἣν(彼女を)は直前の Κλουσία を先行詞とし、動詞 διέφθειρε(滅ぼした、あるいは陵辱した)の直接目的語である。ここでは文脈から「処女を汚した、陵辱した」という意味で用いられている。

  3. 309bεἶπε λωφῆσαι

    伝達の動詞 εἶπε に続く対格不定詞構文であり、対格の主語 τὸ πνεῦμα または τὸν χειμῶνα は省略されている。λωφῆσαι は自動詞的に「(嵐などが)静まる、和らぐ」の意味で、条件節 ἐὰν προθύσῃ を伴う。

  4. 309dφόνου δʼ ἀγόμενος

    司法的な表現。ἄγομαι に属格 φόνου(殺人)が伴い、「殺人罪で起訴される、裁判にかけられる」の意。後半の ἀπελύθη τοῦ ἐγκλήματος(告発から放免された)と対応する。

  5. 310aὡς ... νικῆσαι

    神託の内容を導く ὡς 節において、不定詞 νικῆσαι が用いられている。これは間接話法における「神託の宣言」を不定詞で表したもので、「彼らが勝利するだろう」という結果や宣言を示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(6 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 原文 4 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0007.tlg085.humanitext-grc3:13-18