§19Κυάνιππος γένει Συρακούσιος μόνῳ Διονύσῳ οὐκ ἔθυεν·
叙拉古人出身的库阿尼普斯唯独没有向迪奥尼索斯献祭。
ὁ δὲ θεὸς ὀργισθεὶς μέθην ἐνέσκηψε, καὶ ἐν τόπῳ σκοτεινῷ τὴν θυγατέρα ἐβιάσατο Κυάνην·
神明因此动怒,降下醉酒之惩,并在黑暗之处强暴了库阿尼普斯的女儿库阿涅。
ἡ δὲ τὸν δακτύλιον περιελομένη ἔδωκε τῇ τροφῷ ἐσόμενον ἀναγνώρισμα.
她取下了他的戒指,交给了她的乳母,作为日后相认的凭证。
λοιμωξάντων δὲ καὶ τοῦ Πυθίου εἰπόντος μὲν δεῖν τὸν ἀσεβῆ τροπαίοις θεοῖς σφαγιάσαι, τῶν δʼ ἄλλων ἀγνοούντων τὸν χρησμόν, γνοῦσα ἡ Κυάνη καὶ ἐπιλαβομένη τῶν τριχῶν εἷλκε, καὶ αὐτὴ κατασφάξασα τὸν πατέρα ἑαυτὴν ἐπέσφαξε· καθάπερ Δοσίθεος ἐν τῷ τρίτῳ Σικελικῶν.
当瘟疫爆发,阿波罗神谕说必须将不敬神者献祭给退魔诸神,而其他人尚不清楚神谕指向何人时,库阿涅心知肚明,她抓住父亲的头发拖了出来,亲手刺杀了父亲,随后自刎于其尸身之上;正如多西特奥斯在《西西里史》第三卷中所记载的。
τῶν Διονυσίων ἐν τῇ Ῥώμῃ ἀγομένων Ἀρούντιος ἐκ γενετῆς ὑδροπότης ἐξουδένιζε τὴν τοῦ θεοῦ δύναμιν ὁ δὲ μέθην ἐνέβαλε, καὶ ἐβιάσατο τὴν θυγατέρα Μεδουλλίναν.
在罗马举行迪奥尼索斯节期间,自幼只喝水的阿伦提乌斯蔑视这位神明的力量。 神明使其醉酒,并强暴了其女美杜丽娜。
ἡ δὲ ἐκ δακτυλίου γνοῦσα τὸ γένος καὶ πρεσβύτερα τῆς ἡλικίας φρονήσασα, μεθύσασα τὸν πατέρα καὶ στεφανώσασα ἤγαγεν ἐπὶ τὸν βωμὸν τῆς Ἀστραπῆς καὶ δακρύσασα ἀνεῖλε τὸν ἐπίβουλον τῆς παρθενίας· ὡς Ἀριστείδης ἐν τρίτῃ Ἰταλικῶν.
她通过戒指得知施暴者正是父亲,便作出了超出年龄的果断抉择,使父亲喝醉并为其戴上花冠,将其带到闪电(阿斯特拉佩)的祭坛前,流着泪杀死了这位玷污她贞洁的图谋者;正如阿里斯蒂德斯在《意大利史》第三卷中所记载的。
§20Ἐρεχθεὺς πρὸς Εὔμολπον πολεμῶν ἔμαθε νικῆσαι, ἐὰν τὴν θυγατέρα προθύσῃ, καὶ συγκοινωνήσας τῇ γυναικὶ Πραξιθέᾳ προέθυσε τὴν παῖδα.
埃雷赫修斯与欧摩尔波斯交战时,得知若先将女儿献祭便能获胜,于是与妻子普拉克西提娅商议后,将女儿献祭。
μέμνηται Εὐριπίδης ἐν Ἐρεχθεῖ.
欧里庇得斯在《埃雷赫修斯》中提及了此事。
Μάριος πρὸς Κίμβρους πόλεμον ἔχων καὶ ἡττώμενος ὄναρ εἶδεν ὅτι νικήσει, ἐὰν τὴν θυγατέρα προθύσῃ·
马略在与辛布里人交战并遭遇失败时,做了一个梦,梦见若先将女儿献祭便能获胜。
ἦν δʼ αὐτῷ Καλπουρνία· προκρίνας δὲ τῆς φύσεως τοὺς πολίτας ἔδρασε καὶ ἐνίκησε.
他有一个女儿卡尔普尔尼亚;他认为公民利益重于血肉之情,便照此行事并赢得了胜利。
καὶ ἔτι καὶ νῦν βωμοὶ εἰσὶ δύο ἐν Γερμανίᾳ, οἳ κατʼ ἐκεῖνον τὸν καιρὸν ἦχον σαλπίγγων ἀποπέμπουσιν ὡς Δωρόθεος ἐν τετάρτῳ Ἰταλικῶν.
即便在今天,德意志境内仍有两座祭坛,在那个特定时刻会发出军号之声;正如多罗特奥斯在《意大利史》第四卷中所记载的。
§21Κυάνιππος τῷ γένει Θετταλὸς ἐπὶ θήραν συνεχῶς ἐξῄει·
色萨利人出身的库阿尼普斯经常外出打猎。
ἡ δὲ νεόνυμφος αὐτοῦ ὑπολαβοῦσα διὰ τὸ πολλάκις ἐν ὕλαις μένειν συνήθειαν ἔχειν μεθʼ ἑτέρας, κατʼ ἴχνος ἠκολούθησε τῷ Κυανίππῳ· καὶ ἔν τινι κατακρυβεῖσα συνδένδρῳ, τὸ μέλλον ἀπεκαραδόκει.
他的新婚妻子因他频繁逗留于森林中,怀疑他与别的女人私通,便循着库阿尼普斯的足迹追踪而去;她隐蔽在一处密林中,窥伺着接下来发生的事情。
τῶν δὲ κλάδων σεισθέντων οἱ κύνες θηρίον εἶναι δόξαντες ὥρμησαν καὶ τὴν φίλανδρον ἀλόγου δίκην ζῴου διεσπάραξαν.
当树枝摇晃时,猎犬误以为是野兽而猛扑过去,如同撕裂没有理性的牲畜一般,将这位深爱丈夫的妻子撕成了碎片。
ὁ δὲ Κυάνιππος τῆς ἀνελπίστου πράξεως αὐτόπτης γενόμενος ἑαυτὸν ἀπέσφαξεν· ὡς Παρθένιος ὁ ποιητής.
库阿尼普斯亲眼目睹了这一意料之外的惨剧,便自刎而死;正如诗人帕尔特尼奥斯所记载的。
ἐν Συβάρει πόλει τῆς Ἰταλίας νέος περίβλεπτος τὸ κάλλος Αἰμίλιος φιλοκύνηγος ἦν ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς τὴν νάπην.
在意大利的希巴里斯城,有一位容貌出众的青年埃米利乌斯,十分热爱狩猎。 他的新婚妻子以为他正与别女人私会,便进入了山谷中。
τῶν δὲ δένδρων σεισθέντων, οἱ κύνες ἐπιδραμόντες διέσπασαν· ὁ δὲ ἐπέσφαξεν ἑαυτόν· ὡς Κλειτώνυμος ἐν δευτέρῳ Συβαριτικῶν.
树木摇晃时,猎犬们奔跑过去将其撕碎;他也自刎而死;正如克莱托尼穆斯在《希巴里斯史》第二卷中所记载的。
§22σμύρνα Κινύρου θυγάτηρ διὰ μῆνιν Ἀφροδίτης ἠράσθη τοῦ γεννήσαντος, καὶ τῇ τροφῷ τὴν ἀνάγκην τοῦ ἔρωτος ἐδήλωσεν·
奇尼拉斯的女儿斯密尔娜由于阿佛洛狄忒的愤怒而爱上了她的亲生父亲,并向乳母透露了这无法遏制的爱意。
ἡ δὲ δόλῳ ὑπῆγε τὸν δεσπότην ἔφη γὰρ γείτονα παρθένον ἐρᾶν αὐτοῦ καὶ αἰσχύνεσθαι ἐν φανερῷ προσιέναι.
乳母用计诱骗了主人,声称有一位邻家少女爱慕他,并羞于公开接近他。
ὁ δὲ συνῄει.
他便与之同房。
ποτὲ δὲ θελήσας τὴν ἐρῶσαν μαθεῖν φῶς ᾔτησεν, ἰδὼν δὲ ξιφήρης τὴν ἀσελγεστάτην ἐδίωκεν.
有一次,他想查明这位爱慕他的人是谁,便要来灯火,当看清是她后,便手持利刃追杀这个极其不道德的女儿。
ἡ δὲ κατὰ πρόνοιαν Ἀφροδίτης εἰς ὁμώνυμον δένδρον μετεμορφώθη· καθὰ Θεόδωρος ἐν ταῖς Μεταμορφώσεσιν.
她因阿佛洛狄忒的庇护,化作了同名的树木;正如狄奥多罗斯在《变形记》中所记载的。
Οὐαλερία Τουσκλαναρία κατὰ μῆνιν Ἀφροδίτης ἐρασθεῖσα Οὐαλερίου τοῦ πατρὸς τῇ τροφῷ ἀνειοίνωσεν·
瓦莱里娅·图斯库拉纳里娅因阿佛洛狄忒的愤怒爱上了她的父亲瓦莱里乌斯,并向乳母倾诉。
ἡ δὲ τὸν δεσπότην δόλῳ ὑπῆλθεν, εἰποῦσα ὡς αἰδεῖται κατʼ ὅφιν μίσγεσθαι, τῶν τε γειτόνων εἶναι τινα παρθένον.
乳母用计接近主人,称该女子羞于面面相对地交合,且是邻家的一位少女。
καὶ οἰνωθεὶς ὁ πατὴρ ᾔτει φῶς, ἡ δὲ τροφὸς φθάσασα διήγειρεν, ἥτις ἐπὶ τὰς ἀγροικίας ᾔει ἐγκύμων τυγχάνουσα·
醉酒的父亲索要灯火,乳母抢先一步唤醒并带走了她,当时她已身怀六甲,逃往乡下。
ποτὲ δὲ κατὰ κρημνῶν ἐνεχθείσης, τὸ βρέφος ἔζη·
有一次,当她从悬崖上跌落时,腹中婴儿却得以存活。
κατιοῦσα δʼ ἐγκύμων κατέστη καὶ εἰς τὸν ὡρισμένον χρόνον ἐγέννησεν Αἰγίπανα, κατὰ τὴν Ῥω - μαίων φωνὴν Σιλουᾶνον.
她虽怀有身孕却平安落地,并在规定的时候生下了埃吉潘,用罗马人的语言称作西尔瓦努斯。
ὁ δὲ Οὐαλέριος ἀθυμήσας κατὰ τῶν αὐτῶν ἔρριψε κρημνῶν ὡς Ἀριστείδης Μιλήσιος ἐν τρίτῳ Ἰταλικῶν.
而瓦莱里乌斯在绝望中从同一处悬崖投身跳下;正如米利都的阿里斯蒂德斯在《意大利史》第三卷中所记载的。
§23μετὰ τὴν Ἰλίου πόρθησιν ἐξεβράσθη Διομήδης εἰς Λιβύην, ἔνθα Λύκος ἦν βασιλεὺς ἔθος ἔχων τοὺς ξένους Ἄρει τῷ πατρὶ θύειν.
在伊利乌姆被毁之后,狄奥墨德斯被冲到了利比亚,那里的国王吕科斯习惯将外邦人献祭给他的父亲阿瑞斯。
Καλλιρρόη δὲ ἡ θυγάτηρ ἐρασθεῖσα Διομήδους τὸν πατέρα προέδωκε, καὶ τὸν Διομήδην ἔσῳσε λύσασα τῶν δεσμῶν ὁ δὲ ἀμελήσας τῆς εὐεργέτιδος ἀπέπλευσεν ἡ δὲ βρόχῳ ἐτελεύτησεν ὡς Ἰόβας ἐν τρίτῃ Λιβυκῶν.
国王的女儿卡利罗埃爱上了狄奥墨德斯,背叛了父亲,解开锁链救了狄奥墨德斯。 但他却对恩人弃之不顾,扬帆而去;她便悬梁自尽;正如尤巴在《利比亚史》第三卷中所记载的。
Καλπούρνιος Κράσσος ἀνὴρ τῶν ἐπισήμων, Ῥηγούλῳ συστρατευόμενος, ἐπέμφθη εἰς Μασσύλους πορθήσων φρούριόν τι δυσάλωτον τοὔνομα Γαραίτιον.
名门之士卡尔普尔尼乌斯·克拉苏与雷古鲁斯一同从军,被派往马西利人那里去攻打一座名为加莱蒂翁的易守难攻的要塞。
αἰχμάλωτος δὲ ληφθεὶς ἔμελλε θύεσθαι τῷ Κρόνῳ.
他被俘后,即将被献祭给克罗诺斯。
Βισαλτία δέ, τοῦ βασιλέως θυγάτηρ, ἐρασθεῖσα προέδωκε τὸν πατέρα καὶ νικηφόρον ἐκεῖνον ἐποίησεν.
国王的女儿比萨尔蒂娅爱上了他,背叛了父亲,使他成为了胜利者。
ἀναστρέψαντος δʼ αὐτοῦ, ἡ κόρη κατέσφαξεν ἑαυτὴν ὡς Ἡσιάναξ ἐν τρίτῳ Λιβυκῶν.
当他返回后,该少女自刎而死;正如赫西亚纳克斯在《利比亚史》第三卷中所记载的。