Humanitext Reader

普鲁塔克 · 希腊问题 §49-56

迦克墩妇女的习俗与萨摩斯岛的传说

第 11 段,共 12 段 · 希腊语

内容简介

解释了各种地方习俗和地名的起源:包括迦克墩妇女遮盖半边脸的习俗、阿耳戈斯人交配羊群与儿童自称的由来、伊利斯人的牝马交配规矩、克诺索斯人的强夺借贷、萨摩斯“德克西克勒翁的阿佛洛狄忒”及赫尔墨斯节的偷盗,以及与亚马逊人相关的地名“巴奈马”的由来。

§49διὰ τί ταῖς Χαλκηδονίαις ἔθος ἐστίν, ὅταν ἀνδράσιν ἀλλοτρίοις ἐντύχωσι, μάλιστα δʼ ἄρχουσι, τὴν ἑτέραν παρακαλύπτεσθαι παρειάν;
为什么迦克墩的妇女在遇到陌生男子、尤其是官吏时,习惯将半边脸遮盖起来?
πόλεμος ἦν αὐτοῖς πρὸς Βιθυνοὺς ἐκ πάσης παροξυνομένοις προφάσεως· Ζειποίτου δὲ βασιλεύσαντος τούτων, πανστρατιᾷ, καὶ Θρᾳκῶν ἐπικουρίας προσγενομένης, ἐπυρπόλουν καὶ κατέτρεχον τὴν χώραν.
她们与比提尼亚人发生了一场因各种借口而被挑起的战争;当基波特斯统治比提尼亚人时,他动员了全部军队,并在色雷斯援军的协助下,焚烧并蹂躏了迦克墩的土地。
ἐπιθεμένου δὲ τοῦ Ζειποίτου περὶ τὸ καλούμενον Φάλιον αὐτοῖς, κακῶς ἀγωνισάμενοι διὰ θράσος καὶ ἀταξίαν ὑπὲρ ὀκτακισχιλίους ἀπέβαλον στρατιώτας· καὶ παντελῶς μὲν οὐκ ἀνῃρέθησαν τότε, Ζειποίτου Βυζαντίοις χαρισαμένου τὰς διαλύσεις·
当基波特斯在被称为法利翁的地方附近袭击她们的军队时,她们因鲁莽和无纪律而惨败,损失了八千多名士兵;当时她们没有被完全消灭,仅仅是因为基波特斯看在拜占庭人的面子上给予了和平协议。
πολλῆς δὲ τὴν πόλιν ἐρημίας ἀνδρῶν κατεχούσης, αἱ μὲν πλεῖσται γυναῖκες ὑπʼ ἀνάγκης ἀπελευθέροις καὶ μετοίκοις συνῴκησαν· αἱ δʼ ἀνανδρίαν ἀντὶ τοιούτων ἑλόμεναι γάμων, αὐταὶ διʼ αὑτῶν ἔπραττον ὅτου δεηθεῖεν παρὰ δικασταῖς καὶ ἄρχουσιν, ἀπάγουσαι θάτερον μέρος τοῦ προσώπου τῆς καλύπτρας.
然而,由于城中极度缺乏男子,大多数妇女被迫与被释奴隶和外邦居留者通婚;而那些选择保持单身以替代此类婚姻的女性,每当在法官和官吏面前有所请求时,她们会自己处理自己的事务,并将面纱从脸的一侧移开(以便露出半边脸)。
αἱ δὲ γεγαμημέναι διʼ αἰσχύνην ἀναμιμούμεναι ταύτας ὡς ἑαυτῶν βελτίονας εἰς ἔθος ὅμοιον κατέστησαν.
而那些已婚的妇女由于羞愧,模仿这些单身妇女,将她们视为比自己高尚的人,从而形成了类似的习惯。
§50διὰ τί πρὸς τὸ τοῦ Ἀγήνορος τέμενος τὰς ὄις προσελαύνοντες οἱ Ἀργεῖοι βιβάζουσιν;
为什么阿耳戈斯人在将羊群赶往阿革诺耳的圣地时,会让它们交配?
ἢ ὅτι κάλλιστα προβάτων ὁ Ἀγήνωρ ἐπεμελήθη καὶ πλεῖστα ποίμνια τῶν βασιλέων ἐκτήσατο;
是不是因为阿革诺耳对羊群照料得最为精心,并在诸王中拥有最多的羊群?
§51διὰ τί Βαλλαχράδας ἑαυτοὺς Ἀργείων παῖδες ἐν ἑορτῇ τινι παίζοντες ἀποκαλοῦσιν;
为什么阿耳戈斯人的孩子们在某个节日里嬉戏时,自称为“巴拉克拉大斯”?
ἢ ὅτι τοὺς πρώτους ὑπʼ Ἰνάχου καταχθέντας ἐκ τῶν ἄκρων εἰς τὰ πεδία ἀχράσι διατραφῆναι λέγουσιν;
是不是因为据说最先被伊那科斯从高山引入平原的人们是靠野生梨维生的?
ἀχράδας δὲ πρῶτον ἐν Πελοποννήσῳ φανῆναι τοῖς Ἕλλησιν, ἔτι τῆς χώρας ἐκείνης Ἀπίας προσαγορευομένης ὅθεν ἄπιοι αἱ ἀχράδες ἐπωνομάσθησαν.
而且野生梨在伯罗奔尼撒半岛最先显现给希腊人时,那片土地还被称为阿庇亚,因此野生梨被称为“阿庇奥伊”?
§52τίς ἡ αἰτία, διʼ ἣν Ἠλεῖοι τὰς ὀνοθόρους ἵππους ἐκτὸς ὅρων ἀπάγοντες βιβάζουσιν;
为什么伊利斯人将要被公驴交配的牝马带到国境之外进行交配,其原因是什么?
ἢ ὅτι πάντων τῶν βασιλέων φιλιππότατος ὢν. ὁ Οἰνόμαος καὶ μάλιστα τὸ ζῷον ἀγαπήσας τοῦτʼ ἐπηράσατο πολλὰ καὶ δεινὰ κατὰ τῶν ἵππους ὀχευόντων ἐν Ἤλιδι, καὶ φοβούμενοι τὴν κατάραν ἐκείνην ἀφοσιοῦνται;
是不是因为在所有国王中最热爱马匹、尤其是珍爱这种动物的俄诺玛俄斯,对在伊利斯境内让公驴交配马匹的人施加了许多可怕的诅咒,而人们害怕那咒语,为了规避它而在境外进行交配?
§53διὰ τί παρὰ Κνωσσίοις ἔθος ἦν ἁρπάζειν τοῖς δανειζομένοις τὸ ἀργύριον;
为什么在克诺索斯人中,借钱的人习惯用强夺的方式拿走银钱?
ἢ ὅπως ἀποστεροῦντες ἔνοχοι τοῖς βιαίοις ὦσι καὶ μᾶλλον κολάζωνται;
是不是为了在他们拒不偿还时,使他们承担暴力罪的罪名,从而受到更严厉的惩罚?
§54τίς ἡ αἰτία, διʼ ἣν ἐν Σάμῳ τὴν Δεξικρέοντος Ἀφροδίτην καλοῦσι;
为什么在萨摩斯,人们将阿佛洛狄忒称为“德克西克勒翁的阿佛洛狄忒”,其原因是什么?
πότερον ὅτι τὰς γυναῖκας αὐτῶν ὑπὸ τρυφῆς καὶ ὕβρεως ἀκόλαστα ποιούσας Δεξικρέων ἀνὴρ ἀγύρτης καθαρμῷ χρησάμενος ἀπήλλαξεν;
是因为萨摩斯的妇女因奢靡和傲慢而行为放荡时,一个名叫德克西克勒翁的流浪僧侣通过使用净化仪式解救了她们吗?
ʼ ἢ ὅτι ναύκληρος ὢν ὁ Δεξικρέων ἔπλευσεν εἰς Κύπρον ἐπʼ ἐμπορίᾳ, καὶ μέλλοντα γεμίζειν τὴν ναῦν ἡ Ἀφροδίτη ἐκέλευσεν ὕδωρ ἐμβαλόμενον καὶ μηδὲν ἄλλο πλεῖν τὴν ταχίστην;
还是因为作为船主的德克西克勒翁前往塞浦路斯进行贸易,在他正要装载船只时,阿佛洛狄忒命令他只装入水,不装其他任何东西,并以最快的速度航行回去?
πεισθεὶς δὲ καὶ πολὺ ὕδωρ ἐνθέμενος ἐξέπλευσεν, εἶτα νηνεμίας καὶ γαλήνης ἐν τῷ πελάγει κατασχούσης, διψῶσι τοῖς ἄλλοις ἐμπόροις καὶ ναυκλήροις ὕδωρ πιπράσκων ἀργύριον πολὺ συνήθροισεν.
他听从了命令,装载了大量的水便启航,随后,当海面上出现无风和晴空万里时,他将水卖给其他口渴的商人和船主,积攒了大量的银钱。
ἐκ δὲ τούτου κατασκευάσας τὴν θεὸν ἀφʼ ἑαυτοῦ προσηγόρευσεν.
因此,他制作了这位女神的神像,并以自己的名字为其命名。
εἰ δὴ τοῦτʼ ἀληθές ἐστι, φαίνεται οὐχ ἕνα πλουτίσαι, πολλοὺς δὲ σῶσαι διʼ ἑνὸς ἡ θεὸς θελήσασα.
如果这确实是真的,女神似乎不仅希望富裕一个人,更希望通过一个人来拯救许多人。
§55διὰ τί τοῖς Σαμίοις, ὅταν τῷ Ἑρμῇ τῷ χαριδότῃ θύωσι, κλέπτειν ἐφεῖται τῷ βουλομένῳ καὶ λωποδυτεῖν;
为什么在萨摩斯人中,当他们向施恩者赫尔墨斯献祭时,任何想偷窃和行劫的人都被允许这样做?
ὅτι κατὰ χρησμὸν ἐκ τῆς νήσου μεταστάντες εἰς Μυκάλην ἀπὸ λῃστείας δέκα ἔτη διεγένοντο· καὶ μετὰ ταῦτα πλεύσαντες αὖθις εἰς τὴν νῆσον, ἐκράτησαν τῶν πολεμίων.
因为他们根据神谕从该岛迁往米卡勒,靠着掠夺度过了十年;在此之后,他们再次航行回到该岛,并战胜了敌人。
§56ἀπὸ τίνος Πάναιμα τόπος ἐν τῇ Σαμίων νήσῳ καλεῖται;
萨摩斯岛上被称为“巴奈马”的地方,其名称源于什么?
ἢ ὅτι φεύγουσαι Διόνυσον αἱ Ἀμαζόνες ἐκ τῆς Ἐφεσίων χώρας εἰς Σάμον διέπλευσαν· ὁ δὲ ποιησάμενος πλοῖα καὶ διαβὰς μάχην συνῆψε καὶ πολλὰς αὐτῶν ἀπέκτεινε περὶ τὸν τόπον τοῦτον, ὃν διὰ τὸ πλῆθος τοῦ ῥυέντος αἵματος οἱ θεώμενοι Πάναιμα θαυμάζοντες ἐκάλουν;
是不是因为躲避狄奥尼索斯的美人鱼(亚马逊人)从埃弗斯人的土地乘船来到萨摩斯;而他建造了船只并渡海与之交战,在这一地区附近杀死了她们中的许多人,目击者因流血之多而惊叹,便将此地称为“巴奈马”?
τῶν δʼ ἐλεφάντων ἀποθανεῖν τινες λέγονται περὶ τὸ Φλοιὸν καὶ τὰ ὀστᾶ δείκνυται αὐτῶν· τινὲς δὲ λέγουσι καὶ τὸ Φλοιὸν ὑπʼ ἐκείνων ῥαγῆναι φθεγγομένων μέγα τι καὶ διάτορον.
据说有几头大象死在弗洛伊翁附近,它们的骨头至今仍被展示;还有人说,弗洛伊翁也是因为它们发出巨大而尖锐的叫声而被震裂的。

词汇与语法注释

  1. 302fἀπάγουσαι θάτερον μέρος τοῦ προσώπου τῆς καλύπτρας — 属格 `τῆς καλύπτρας`(面纱)是分离属格,修饰分词 `ἀπάγουσαι`(拉开、移开);而宾格短语 `θάτερον μέρος τοῦ προσώπου`(脸的另一侧)作为其直接宾语。整个短语的意思是“将脸的一侧从面纱中拉开”,即“移开面纱露出半边脸”。
  2. 303bὀνοθόρους — 复合形容词 `ὀνοθόρος`(由 `ὄνος`“公驴”和 `θρῴσκω / θορ-`“跳跃、交配”构成)在此处作被动意义使用,意为“被公驴交配的(牝马)”,须注意避免误读为主动意义。
  3. 303bὅπως ἀποστεροῦντες ἔνοχοι τοῖς βιαίοις ὦσι — `ὅπως ὦσι` 引导目的从句(使用虚拟语气)。现在分词 `ἀποστεροῦντες` 具有条件意味(“若他们赖账/扣留”)。`ἔνοχοι τοῖς βιαίοις` 意为“应对暴力罪承担责任(成为被告)”,表明其赖账行为将被视为刑事暴力犯罪,而非普通的民事债务纠纷。
  4. 303eὑπʼ ἐκείνων ῥαγῆναι φθεγγομένων — 不定式 `ῥαγῆναι`(`ῥήγνυμι` 的第二不定过去时被动不定式)的逻辑主语是 `τὸ Φλοιόν`。短语 `ὑπʼ ἐκείνων ... φθεγγομένων` 是一个属格独立结构(或受介词 `ὑπό` 支配的施事属格),其中 `ἐκείνων` 指代前文的 `τῶν ἐλεφάντων`(大象),表示因果关系,即因为它们“发出大声和尖锐的叫声”而导致该地开裂。

引用这一段

普鲁塔克, 希腊问题 §49-56. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:49-56

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。