§37διὰ τί Ταναγραίοις πρὸ τῆς πόλεως ἔστιν Ἀχίλλειον, τόπος οὕτω προσαγορευόμενος;
为什么塔纳格拉人在他们的城前有一处被称为“阿希莱翁”(阿喀琉斯之地)的地方?
ἔχθρα γὰρ αὐτῷ μᾶλλον ἢ φιλία λέγεται γεγονέναι πρὸς τὴν πόλιν, ἁρπάσαντι μὲν τὴν μητέρα τοῦ Ποιμάνδρου Στρατονίκην, ἀποκτείναντι δʼ υἱὸν Ἐφίππου Ἀκέστορα.
因为据说阿喀琉斯对该城怀有敌意而非友好,因为他拐走了波伊曼德罗斯的母亲斯特拉托妮凯,并杀死了埃菲波斯的儿子阿刻斯托尔。
Ποίμανδρος τοίνυν ὁ Ἐφίππου πατήρ, ἔτι τῆς Ταναγρικῆς κατὰ κώμας οἰκουμένης, ἐν τῷ καλουμένῳ Στέφοντι πολιορκούμενος ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ μὴ βούλεσθαι συστρατεύειν, ἐξέλιπε τὸ χωρίον ἐκεῖνο νύκτωρ καὶ τὴν Ποιμανδρίαν ἐτείχισε, παρὼν δὲ Πολύκριθος ὁ ἀρχιτέκτων διαφαυλίζων τὰ ἔργα καὶ καταγελῶν ὑπερήλατο τὴν τάφρον.
当时,埃菲波斯的父亲波伊曼德罗斯在塔纳格拉境内仍以村落为单位居住时,因不愿随军出征,在被称为斯特丰的地方被阿卡亚人围困。 他于夜间离开了该地并修筑了波伊曼德里亚要塞。 建筑师波利克里托斯在场,他贬低并嘲弄这些工程,并跳过了壕沟。
ὀργισθεὶς ὁ Ποίμανδρος ὥρμησε λίθον ἐμβαλεῖν αὐτῷ μέγαν, ὃς ἦν αὐτόθι κεκρυμμένος ἐκ παλαιοῦ, νυκτελίοις ἱεροῖς ἀποκείμενος·
被激怒的波伊曼德罗斯冲上前去,企图用一块早已藏在当地、留作夜间祭仪(纽克特里亚)用的巨石砸他。
τοῦτον ἀνασπάσας ὑπʼ ἀγνοίας ὁ Ποίμανδρος ἔβαλε, καὶ τοῦ μὲν Πολυκρίθου διήμαρτε, Λεύκιππον δὲ τὸν υἱὸν ἀπέκτεινεν.
波伊曼德罗斯在不知情的情况下拔出并投掷了这块石头,结果没砸中波利克里托斯,却砸死了自己的儿子留基波斯。
ἔδει μὲν οὖν κατὰ τὸν νόμον ἐκ τῆς Βοιωτίας μεταστῆναι, ἐφέστιον καὶ ἱκέτην ξένον γενόμενον· οὐκ ἦν δὲ ῥᾴδιον, ἐμβεβληκότων εἰς τὴν Ταναγρικὴν τῶν Ἀχαιῶν.
根据法律,他必须离开波奥蒂亚,成为在异国寻求炉神保护的客旅和恳求者;但这并不容易,因为阿卡亚人已经侵入了塔纳格拉的土地。
ἔπεμψεν οὖν Ἔφιππον τὸν υἱὸν Ἀχιλλέως δεησόμενον.
因此,他派遣儿子埃菲波斯去向阿喀琉斯求情。
ὁ δὲ καὶ τοῦτον εἰσάγει πείσας καὶ Τληπόλεμον τὸν Ἡρακλέους καὶ Πηνέλεων τὸν Ἱππάλκμου, συγγενεῖς ἅπαντας αὑτῶν ὄντας.
阿喀琉斯接纳了他,并说服了赫拉克勒斯的儿子特勒波勒摩斯和希帕尔克摩斯的儿子佩涅勒奥斯(他们都是彼此的亲属)。
ὑφʼ ὧν ὁ Ποίμανδρος εἰς Χαλκίδα συνεκπεμφθεὶς καὶ καθαρθεὶς παρʼ Ἐλεφήνορι τὸν φόνον, ἐτίμησε τοὺς ἄνδρας καὶ τεμένη πᾶσιν ἐξεῖλεν, ὧν τὸ Ἀχιλλέως καὶ τοὔνομα διατετήρηκεν,
在他们的护送下,波伊曼德罗斯被带到哈尔基斯,并在埃勒斐诺尔处洗净了杀人之罪。 随后他尊崇了这些男子,并为所有人划分了圣域,其中阿喀琉斯的圣域至今仍保留着其名字。
§38τίνες οἱ παρὰ Βοιωτοῖς Ψολόεις καὶ τίνες αἱ Ὀλεῖαι;
波奥蒂亚人中的“普索洛埃斯”(煤烟者)是谁,“奥莱艾”(破灭女)是谁?
τὰς Μινύου θυγατέρας φασὶ Λευκίππην καὶ Ἀρσινόην καὶ Ἀλκαθόην μανείσας ἀνθρωπίνων ἐπιθυμῆσαι κρεῶν καὶ διαλαχεῖν περὶ τῶν τέκνων·
据说米纽亚斯的女儿们留基佩、阿尔西诺埃和阿尔卡托埃发了狂,渴望吃人肉,并为自己的孩子抽签。
Λευκίππης λαχούσης παρασχεῖν Ἵππασον τὸν υἱὸν διασπάσασθαι·
当留基佩抽中时,她献出了自己的儿子希帕索斯供人撕碎。
κληθῆναι τοὺς μὲν ἄνδρας αὐτῶν δυσειματοῦντας ὑπὸ λύπης καὶ πένθους
ψολόεις,
αὐτὰς δὲ
ὀλείας
οἷον ὀλοάς.
她们的丈夫因为悲伤和哀悼而穿着破旧的衣服,因此被称为“普索洛埃斯”,而她们自己则被称为“奥莱艾”(如同毁灭者)。
καὶ μέχρι νῦν Ὀρχομένιοι τὰς ἀπὸ τοῦ γένους οὕτω καλοῦσι.
直到现在,奥尔科梅诺斯人仍以此名称呼该家族后代的女性。
καὶ γίγνεται παρʼ ἐνιαυτὸν ἐν τοῖς Ἀγριωνίοις φυγὴ καὶ δίωξις αὐτῶν ὑπὸ τοῦ ἱερέως τοῦ Διονύσου ξίφος ἔχοντος.
每年在阿格里奥尼亚节上,都会发生狄奥尼索斯的祭司手持宝剑追赶她们的逃亡与追逐仪式。
ἔξεστι δὲ τὴν καταληφθεῖσαν ἀνελεῖν, καὶ ἀνεῖλεν ἐφʼ ἡμῶν Ζωίλος ὁ ἱερεύς.
祭司被允许杀死被捕获者,而在我们的时代,祭司佐伊洛斯就曾杀死过一人。
ἀπέβη δʼ εἰς οὐδὲν χρηστὸν αὐτοῖς, ἀλλʼ ὅ τε Ζωίλος ἔκ τοῦ τυχόντος ἑλκυδρίου νοσήσας καὶ διασαπεὶς πολὺν χρόνον ἐτελεύτησεν, οἳ τʼ Ὀρχομένιοι δημοσίαις βλάβαις καὶ καταδίκαις περιπεσόντες ἐκ τοῦ γένους τὴν ἱερωσύνην μετέστησαν, ἐκ πάντων αἱρούμενοι τὸν ἄριστον.
但这并没有给他们带来任何好处;佐伊洛斯因偶然的微小伤口而生病,身体腐烂了很长时间后死去,奥尔科梅诺斯人也因此遭受了公家的损失和惩罚,于是他们将祭司职位从该家族中移出,改为从所有公民中选拔最优秀的人。
§39διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας ἑκουσίως καταλεύουσιν οἱ Ἀρκάδες· ἂν δʼ ὑπʼ ἀγνοίας, εἰς Ἐλευθερὰς ἀποστέλλουσι;
为什么阿卡迪亚人要用石头砸死自愿进入吕卡翁圣域的人,但如果是因不知情而进入,则送往埃勒乌特莱?
πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν ἀπόλυσιν ἔσχεν ὁ λόγος πίστιν, καὶ τοιοῦτόν ἐστι τὸ
εἰς Ἐλευθεράς,
οἷον τὸ
εἰς Ἀμελοῦς χώραν
καὶ τὸ
ἥξεις εἰς Ἀρέσαντος ἕδος
;
是因为这个故事得以流传并令人信服,原因在于他们通过被释放而获得自由,“去埃勒乌特莱”就是这样一种表达方式,如同“去无忧之地”或“你将来到如意者的座位”吗?
ἢ κατὰ τὸν μῦθον ἐπεὶ μόνοι τῶν Λυκάονος παίδων Ἐλευθὴρ καὶ Λέβαδος οὐ μετέσχον τοῦ περὶ τὸν Δία μιάσματος ἀλλʼ εἰς Βοιωτίαν ἔφυγον, καὶ Λεβαδεῦσιν ἔστιν ἰσοπολιτεία πρὸς Ἀρκάδας, εἰς Ἐλευθερὰς οὖν ἀποπέμπουσι τοὺς ἐν τῷ ἀβάτῳ τοῦ Διὸς ἀκουσίως γενομένους;
或者是因为,根据神话,由于在吕卡翁的儿子中,只有埃勒乌特尔和勒巴多斯没有参与有关宙斯的污秽(人肉祭祀),而是逃到了波奥蒂亚,且勒巴迪亚人与阿卡迪亚人享有同等的公民权,所以他们将不情愿地进入宙斯禁足地的人送回埃勒乌特莱?
ἢ ὡς Ἀρχίτιμος ἐν τοῖς Ἀρκαδικοῖς ἐμβάντας τινὰς κατʼ ἄγνοιαν φησιν ὑπʼ Ἀρκάδων παραδοθῆναι Φλιασίοις, ὑπὸ δὲ Φλιασίων Μεγαρεῦσιν, ἐκ δὲ Μεγαρέων εἰς Θήβας κομιζομένους περὶ τὰς Ἐλευθερὰς ὕδατι καὶ βρονταῖς καὶ διοσημίαις ἄλλαις κατασχεθῆναι;
或者是因为,正如阿尔基蒂莫斯在《阿卡迪亚志》中所说,一些因不知情而进入的人被阿卡迪亚人移交给弗利亚斯人,又被弗利亚斯人移交给麦加拉人,在从麦加拉被送往底比斯的途中,他们在埃勒乌特莱附近遭遇了大雨、雷电和其他天兆?
ἀφʼ οὗ δὴ καὶ τὸν τόπον Ἐλευθερὰς ἔνιοί φασι προσαγορεύεσθαι.
因此,有人说该地方被称为埃勒乌特莱。
τὸ μέντοι σκιὰν μὴ πίπτειν ἀπὸ τοῦ ἐμβάντος εἰς τὸ Λύκαιον λέγεται μὲν οὐκ ἀληθῶς, ἔσχηκε δὲ πίστιν ἰσχυράν.
至于说进入吕卡翁圣域的人不会留下影子,这虽然并非真实,但却得到了强烈的确信。
πότερον τοῦ ἀέρος εἰς νέφη τρεπομένου καὶ σκυθρωπάζοντος ἐπὶ τοῖς εἰσιοῦσιν;
是因为空气转化为云雾,对进入者而言变得阴暗吗?
ἢ ὅτι θανατοῦται μὲν ὁ ἐμβάς, τῶν δʼ ἀποθανόντων οἱ Πυθαγορικοὶ λέγουσι τὰς ψυχὰς μὴ ποιεῖν σκιὰν μηδὲ σκαρδαμύττειν;
还是因为进入者将被处死,而毕达哥拉斯派关于死者曾说,他们的灵魂不产生影子,也不眨眼?
ἢ σκιὰν μὲν ὁ ἥλιος ποιεῖ, τὸν δʼ ἥλιον ἀφαιρεῖται τοῦ ἐμβάντος ὁ νόμος;
或者是太阳确实产生影子,但法律夺去了进入者的太阳?
καὶ τοῦτʼ αἰνιττόμενοι λέγουσι·
他们也以此作为谜语来说。
καὶ γὰρ ἔλαφος ὁ ἐμβὰς καλεῖται.
因为进入者被称为“鹿”。
διὸ καὶ Κανθαρίωνα τὸν Ἀρκάδα πρὸς Ἠλείους αὐτομολήσαντα πολεμοῦντας Ἀρκάσι καὶ διαβάντα μετὰ λείας τὸ ἄβατον, καταλυθέντος δὲ τοῦ πολέμου καὶ φυγόντα εἰς Σπάρτην, ἐξέδοσαν οἱ Λακεδαιμόνιοι τοῖς Ἀρκάσι, τοῦ θεοῦ κελεύσαντος ἀποδιδόναι τὸν ἔλαφον.
因此,阿卡迪亚人坎塔里翁背叛到与阿卡迪亚人交战的埃利斯人那里,并带着战利品穿过了禁足地,在战争结束并逃往斯巴达后,拉刻代蒙人将他移交给了阿卡迪亚人,因为神命令他们归还那只“鹿”。