§44τίνες ἐν Αἰγίνῃ οἱ μονοφάγοι;
在埃吉纳,“独食者”是指谁?
τῶν ἐπὶ τὴν Τροίαν στρατευσάντων Αἰγινητῶν πολλοὶ μὲν ἐν ταῖς μάχαις ἀπώλοντο, πλείονες δὲ κατὰ πλοῦν ὑπὸ τοῦ χειμῶνος.
在远征特洛伊的埃吉纳人中,许多人在战斗中牺牲,更多的人则在航行中死于风暴。
ὀλίγους οὖν τοὺς περιλειπομένους οἱ προσήκοντες ὑποδεξάμενοι, τοὺς δʼ ἄλλους πολίτας ὁρῶντες ἐν πένθεσι καὶ λύπαις ὄντας, οὔτε χαίρειν ᾤοντο δεῖν φανερῶς οὔτε θύειν τοῖς θεοῖς, ἀλλὰ κρύφα καὶ κατʼ οἰκίαν ἕκαστοι τοὺς σεσωσμένους ἀνελάμβανον ἑστιάσεσι καὶ φιλοφροσύναις, αὐτοὶ διακονούμενοι πατράσι καὶ συγγενέσι καὶ ἀδελφοῖς καὶ οἰκείοις, ἀλλοτρίου μηδενὸς παρεισιόντος.
因此,亲属们迎回了少数幸存者,但看到其他公民正处于悲哀和痛苦之中,他们认为不应当公开显露快乐,也不应当向神明献祭,而是在家中秘密地各自设宴并热情款待那些得救的人,由他们自己服侍父亲、亲戚、兄弟和家人,不让任何外人进入。
ταῦτʼ οὖν ἀπομιμούμενοι τῷ Ποσειδῶνι θυσίαν ἄγουσι τοὺς καλουμένους
θιάσους,
ᾗ καθʼ αὑτοὺς ἐφʼ ἡμέρας ἑκκαίδεκα μετὰ σιωπῆς ἑστιῶνται, δοῦλος δʼ οὐ πάρεστιν εἶτα ποιήσαντες Ἀφροδίσια διαλύουσι τὴν ἑορτήν·
为了模仿这些,他们向波塞冬献祭,举行被称为“蒂亚索斯”的集会,在其中他们独自在沉默中宴饮十六天,没有奴隶在场;然后,在举行了阿佛洛狄忒的节日之后,他们结束这个节日。
ἐκ δὲ τούτου
μονοφάγοι
καλοῦνται.
因此,他们被称为“独食者”。
§45διὰ τί τοῦ Λαβρανδέως Διὸς ἐν Καρίᾳ τὸ ἄγαλμα πέλεκυν ἠρμένον οὐχὶ δὲ σκῆπτρον ἢ κεραυνὸν πεποίηται;
为什么在卡里亚,拉布兰德乌斯的宙斯神像被塑造成手持双面斧,而不是手持王笏或雷电?
ὅτι Ἡρακλῆς Ἱππολύτην ἀποκτείνας καὶ μετὰ τῶν ἄλλων ὅπλων αὐτῆς λαβὼν τὸν πέλεκυν Ὀμφάλῃ δῶρον ἔδωκεν.
因为赫拉克勒斯杀死了希波吕忒,并在夺取她包括双面斧在内的其他武器后,将这把斧头作为礼物送给了翁法勒。
οἱ δὲ μετʼ Ὀμφάλην Λυδῶν βασιλεῖς ἐφόρουν αὐτὸν ὥς τι τῶν ἄλλων ἱερῶν ἐκ διαδοχῆς παραλαμβάνοντες, ἄχρι Κανδαύλης ἀπαξιώσας ἑνὶ τῶν ἑταίρων φορεῖν ἔδωκεν.
翁法勒之后的吕底亚国王们一直佩戴着它,将其作为世代相传的其他圣物之一,直到坎道列斯认为自己不配佩戴,将其交给他的一个亲信佩戴。
ἐπεὶ δὲ Γύγης ἀποστὰς ἐπολέμει πρὸς αὐτόν, ἦλθεν Ἄρσηλις ἐκ Μυλασέων ἐπίκουρος τῷ Γύγῃ μετὰ δυνάμεως, καὶ τόν τε Κανδαύλην καὶ τὸν ἑταῖρον αὐτοῦ διέφθείρε, καὶ τὸν πέλεκυν εἰς Καρίαν ἐκόμισε μετὰ τῶν ἄλλων λαφύρων.
当居格斯起兵反叛并与他作战时,阿尔塞利斯率领军队从米拉萨来援助居格斯,杀死了坎道列斯和他的那个亲信,并将双面斧连同其他战利品一起带到了卡里亚。
καὶ Διὸς ἄγαλμα κατασκευάσας τὸν πέλεκυν ἐνεχείρισε, καὶ Λαβρανδέα τὸν θεὸν προσηγόρευσε· Λυδοὶ γάρ
λάβρυν
τὸν πέλεκυν ὀνομάζουσι.
他制作了宙斯的神像,将双面斧放入神像手中,并将这位神明称为拉布兰德乌斯;因为吕底亚人称双面斧为“拉布律斯”。
§46διὰ τί Τραλλιανοὶ καθαρτῆρα καλοῦσι τὸν ὄροβον καὶ χρῶνται μάλιστα πρὸς τὰς ἀφοσιώσεις καὶ τοὺς καθαρμούς;
为什么特拉勒斯人将苦豆子称为“净化者”,并主要将其用于赎罪和净化仪式?
ἦ ὅτι Λέλεγες καὶ Μινύαι τὸ παλαιὸν ἐξελάσαντες αὐτοὺς τὴν πόλιν καὶ τὴν χώραν κατέσχον, ὕστερον δʼ οἱ Τραλλιανοὶ κατελθόντες καὶ κρατήσαντες, ὅσοι τῶν Λελέγων οὐ διεφθάρησαν οὐδʼ ἔφυγον ἀλλὰ διʼ ἀμηχανίαν βίου καὶ ἀσθένειαν ὑπελείφθησαν αὐτόθι, τούτων οὐδένα λόγον ἔχοντες οὔτε ζώντων οὔτε ἀπολλυμένων νόμον ἔθεντο τὸν κτείναντα Μινύην ἢ Λελέγην Τραλλιανῶν καθαρὸν εἶναι, μέδιμνον ὀρόβων ἀπομετρήσαντα τοῖς οἰκείοις τοῦ φονευθέντος;
是不是因为在古代,莱莱格斯人和米尼安人将他们驱逐并占领了他们的城市和土地,但后来特拉勒斯人重返并征服了这里,对于那些既未被消灭也未逃跑、因生计无着和软弱而留在当地的莱莱格斯人,特拉勒斯人根本不在乎他们的死活,并制定了一项法律:任何杀死米尼安人或莱莱格斯人的特拉勒斯人,只要向被杀者的亲属称量一梅迪姆诺斯的苦豆子,便可以被视为清白无罪?
§47διὰ τί παρὰ τοῖς Ἠλείοις παροιμιῶδὲς ἐστι τὸ ʼδεινότερα Σαμβίκου παθεῖνʼ;
为什么在伊利斯人中, “遭受比桑比科斯更惨的厄运”成了一句谚语?
λέγεταί τινα Σάμβικον Ἠλεῖον ἔχοντα πολλοὺς ὑφʼ ἑαυτῷ συνεργοὺς πολλὰ περικόψαι τῶν ἐν Ὀλυμπίᾳ χαλκῶν ἀναθημάτων καὶ ἀποδόσθαι, τέλος δὲ συλῆσαι τὸ τῆς ἐπισκόπου Ἀρτέμιδος ἱερόν τοῦτο δʼ ἐστὶ μὲν ἐν Ἤλιδι, καλεῖται δʼ Ἀριστάρχειον.
据说有一个名叫桑比科斯的伊利斯人,手下有许多同谋,他割下并卖掉了奥林匹亚的许多青铜献纳品,最后甚至掠夺了“监视者”阿耳忒弥斯的行宫;这处行宫位于伊利斯,被称为阿里斯塔赫昂。
εὐθὺς οὖν μετὰ ταύτην τὴν ἱεροσυλίαν ἁλόντα βασανίζεσθαι διʼ ἐνιαυτοῦ περὶ ἑκάστου τῶν κεκοινωνηκότων ἀνακρινόμενον, καὶ οὕτως ἀποθανεῖν καὶ τὴν παροιμίαν ἐπὶ τοῖς ἐκείνου πάθεσι γενέσθαι.
因此,在这次圣物盗窃后,他立刻被捕,并在整整一年的时间里遭受拷问,就每一个参与者的身份接受审讯,并以这种方式死去,而这句谚语便因他的悲惨遭遇而产生。
§48διὰ τί ἐν Λακεδαίμονι παρὰ τὸ τῶν Λευκιππίδων ἱερὸν ἵδρυται τοῦ Ὀδυσσέως ἡρῷον;
为什么在拉刻代蒙,奥德修斯的纪念神龛建在留基伯之女们的庙宇旁?
Ἐργῖνος, εἷς τῶν Διομήδους ἀπογόνων, ὑπὸ Τημένου πεισθεὶς ἐξέκλεψε τὸ παλλάδιον ἐξ Ἄργους, συνειδότος Λεάγρου καὶ συνεκκλέπτοντος ἦν δʼ οὗτος εἷς τῶν Τημένου συνήθων.
狄奥墨德斯的后裔之一埃尔吉诺斯,受到泰梅诺斯的说服,在莱阿格罗斯(此人是泰梅诺斯的密友之一)的串通与协助下,从阿耳戈斯盗走了帕拉迪翁神像。
ὕστερον δὲ τῷ Τημένῳ γενόμενος διʼ ὀργῆς ὁ Λέαγρος εἰς Λακεδαίμονα μετέστη τὸ παλλάδιον κομίζων.
后来,莱阿格罗斯对泰梅诺斯心生怨恨,带着帕拉迪翁神像移居到了拉刻代蒙。
οἱ δὲ βασιλεῖς δεξάμενοι προθύμως ἱδρύσαντο πλησίον τοῦ τῶν Λευκιππίδων ἱεροῦ, καὶ πέμψαντες εἰς Δελφοὺς διεμαντεύοντο περὶ σωτηρίας αὐτοῦ καὶ φυλακῆς.
国王们热情地接纳了它,将其安置在留基伯之女们的庙宇附近,并派人去德尔斐请求神谕,询问如何保护并看守它。
ἀνελόντος δὲ τοῦ θεοῦ ἕνα τῶν ὑφελομένων τὸ παλλάδιον φύλακα ποιεῖσθαι, κατεσκεύασαν αὐτόθι τοῦ Ὀδυσσέως τὸ ἡρῷον, ἄλλως τε καὶ προσήκειν τῇ πόλει τὸν ἥρωα διὰ τὸν τῆς Πηνελόπης γάμον ὑπολαβόντες.
神明谕示他们,应当让盗走帕拉迪翁神像的人之一来担任守卫,于是他们便在当地建造了奥德修斯的纪念神龛,特别是他们认为这位英雄因与珀涅罗珀的婚姻而与这座城市有亲缘关系。