§10τί τὸ φυξίμηλον;
什么是“御羊木”?
τῶν μικρῶν ἐστι καὶ χαμαιζήλων φυτῶν, ὧν ἐπιόντα τοὺς βλαστοὺς τὰ βοσκήματα κολούει καὶ ἀδικεῖ καὶ λυμαίνεται τὴν αὔξησιν· ὅταν οὖν ἀναδραμόντα μέγεθος λάβῃ καὶ διαφύγῃ τὸ βλάπτεσθαι ὑπὸ τῶν ἐπινεμομένων,
φυξίμηλα
καλεῖται.
它属于矮小且贴地生长的植物,降临的牲畜会啃食并伤害其嫩芽,破坏其生长;因此,当它们向上生长、获得了一定高度并逃脱了被放牧牲畜伤害的命运时,就被称为“御羊木”。
τὸ δὲ μαρτύριον Αἰσχύλος.
埃斯库罗斯是这一说法的见证者。
§11τίνες οἱ ἀποσφενδόνητοι;
谁是“投石逐出者”?
Κέρκυραν τὴν νῆσον Ἐρετριεῖς κατῴκουν· Χαρικράτους δὲ πλεύσαντος ἐκ Κορίνθου μετὰ δυνάμεως καὶ τῷ πολέμῳ κρατοῦντος, ἐμβάντες εἰς τὰς ναῦς οἱ Ἐρετριεῖς ἀπέπλευσαν οἴκαδε.
埃雷特里亚人曾居住在克尔丘拉岛;但当查里克拉特斯率军从科林斯航行而来并在战争中获胜时,埃雷特里亚人登上船只启航回家。
προαισθόμενοι δʼ οἱ πολῖται, τῆς χώρας εἶργον αὐτοὺς καὶ ἀποβαίνειν ἐκώλυον σφενδονῶντες.
然而,公民们预先察觉到了这一点,便将他们阻挡在国土之外,并用投石器投掷石块阻止他们登岸。
μὴ δυνάμενοι δὲ μήτε πεῖσαι μήτε βιάσασθαι πολλοὺς καὶ ἀπαραιτήτους ὄντας, ἐπὶ Θρᾴκης ἔπλευσαν καὶ κατασχόντες χωρίον, ἐν ᾧ πρότερον οἰκῆσαι Μέθωνα τὸν Ὀρφέως πρόγονον ἱστοροῦσι, τὴν μὲν πόλιν ὠνόμασαν Μεθώνην, ὑπὸ δὲ τῶν προσοίκων
ἀποσφενδόνητοι προσωνομάσθησαν.
他们既无法说服也无法强行突破,因为对方人多势众且毫不留情,于是他们便航行到色雷斯,占领了一处据记载奥尔甫斯的先祖梅通曾居住过的地方。 他们将这座城市命名为梅托内,但被邻居们称为“投石逐出者”。
§12τίς ἡ παρὰ Δελφοῖς Χάριλλα;
德尔斐人中的卡里拉是谁?
τρεῖς ἄγουσι Δελφοὶ ἐνναετηρίδας κατὰ τὸ ἑξῆς, ὧν τὴν μὲν Σεπτήριον καλοῦσι, τὴν δʼ Ἡρωίδα, τὴν δὲ Χάριλλαν.
德尔斐人连续举行三个九年一次的节日,其中一个被称为塞普特里翁,另一个被称为赫罗伊斯,第三个被称为卡里拉。
τὸ μὲν οὖν Σεπτήριον ἔοικε μίμημα τῆς πρὸς τὸν Πύθωνα τοῦ θεοῦ μάχης εἶναι καὶ τῆς μετὰ τὴν μάχην ἐπὶ τὰ Τέμπη φυγῆς καὶ ἐκδιώξεως.
塞普特里翁似乎是模拟神与皮同的战斗,以及战后向滕佩的逃亡和追捕。
οἱ μὲν γὰρ φυγεῖν ἐπὶ τῷ φόνῳ φασὶ χρῄζοντα καθαρσίων, οἱ δὲ τῷ Πύθωνι τετρωμένῳ καὶ φεύγοντι κατὰ τὴν ὁδόν, ἣν νῦν ἱερὰν καλοῦμεν, ἐπακολουθεῖν καὶ μικρὸν ἀπολειφθῆναι τῆς τελευτῆς· κατέλαβε γὰρ αὐτὸν ἐκ τοῦ τραύματος ἄρτι τεθνηκότα καὶ κεκηδευμένον ὑπὸ τοῦ παιδός, ᾧ ὄνομα ἦν Αἴξ, ὡς λέγουσι.
因为有些人说神是因为杀戮而逃亡,需要净化,而另一些人则说他是追赶受伤并沿着他们现在称为“圣道”的路逃跑的皮同,仅比其死亡晚了一步;因为据他们说,神发现皮同刚因伤势过重而死,并正由他的儿子(名字叫阿克斯)埋葬。
τὸ μὲν οὖν Σεπτήριον τούτων ἢ τοιούτων τινῶν ἀπομίμησίς ἐστιν ἑτέρων.
因此,塞普特里翁就是这些事情或类似事情的模仿。
τῆς δʼ Ἡρωίδος τὰ πλεῖστα μυστικὸν ἔχει λόγον, ὃν ἴσασιν αἱ Θυιάδες, ἐκ δὲ τῶν δρωμένων φανερῶς Σεμέλης ἄν τις ἀναγωγὴν εἰκάσειε.
赫罗伊斯的绝大部分都有一个神秘的传说,只有萨伊亚德斯女祭司们知道,但从公开举行的仪式中,人们或许可以推测那是塞墨勒的重返人间。
περὶ δὲ τῆς Χαρίλλης τοιαῦτά τινα μυθολογοῦσι.
关于卡里拉,他们讲述了这样一个故事。
λιμὸς ἐξ αὐχμοῦ τοὺς Δελφοὺς κατέσχε καὶ πρὸς τὰς θύρας τοῦ βασιλέως ἐλθόντες μετὰ τέκνων καὶ γυναικῶν ἱκέτευον.
因干旱导致的饥荒席卷了德尔斐,人们带着妻子和孩子来到国王前乞求。
ὁ δὲ τῶν ἀλφίτων καὶ τῶν χεδρόπων μετεδίδου τοῖς γνωριμωτέροις αὐτῶν· οὐ γὰρ ἦν ἱκανὰ πᾶσιν.
国王将大麦粉和豆类分发给他们中较有名望的人,因为这些食物不足以分给所有人。
ἐλθούσης δὲ παιδὸς ἔτι μικρᾶς ὀρφανῆς γονέων καὶ προσλιπαρούσης, ἐρράπισεν αὐτὴν ὑποδήματι καὶ τῷ προσώπῳ τὸ ὑπόδημα προσέρριψεν· ἡ δέ, πενιχρά τις οὖσα καὶ ἔρημος οὐκ ἀγεννὴς δὲ τὸ ἦθος, ἐκποδὼν γενομένη καὶ λύσασατὴν ζώνην ἀνήρτησεν ἑαυτήν.
一个尚且年幼、父母双亡的孤儿少女前来苦苦哀求,国王用凉鞋打了她,并把凉鞋扔在她脸上;她虽然贫穷孤立,但性格并不卑贱,便避开众人解下腰带自缢而死。
ἐπιτείνοντος δὲ τοῦ λιμοῦ καὶ νοσημάτων προσγενομένων, ἀνεῖλεν ἡ Πυθία τῷ βασιλεῖ Χάριλλαν ἱλάσκεσθαι, παρθένον αὐτοθάνατον.
随着饥荒加剧和疾病蔓延,皮提亚向国王传达神谕,要求他安抚自杀的少女卡里拉。
μόλις οὖν ἀνευρόντες ὅτι τοὔνομα τοῦτʼ ἦν τῇ ῥαπισθείσῃ παιδί, μεμειγμένην τινὰ καθαρμῷ θυσίαν ἀπετέλεσαν, ἣν ἐπιτελοῦσιν ἔτι καὶ νῦν διʼ ἐννέα ἐτῶν.
他们好不容易才查明那个被击打的少女名叫卡里拉,于是举行了结合净化的某种祭祀,至今他们仍每隔九年举行一次。
προκάθηται μὲν γὰρ ὁ βασιλεὺς τῶν ἀλφίτων καὶ τῶν χεδρόπων ἐπιδιδοὺς πᾶσι καὶ ξένοις καὶ πολίταις, κομίζεται δὲ τῆς Χαρίλλης παιδικὸν εἴδωλον ὅταν οὖν πάντες λάβωσιν, ὁ μὲν βασιλεὺς ῥαπίζει τῷ ὑποδήματι τὸ εἴδωλον, ἡ δὲ τῶν Θυιάδων ἀρχηγὸς ἀραμένη κομίζει πρός τινα τόπον φαραγγώδη, κἀκεῖ σχοινίον περιάψαντες τῷ τραχήλῳ τοῦ εἰδώλου κατορύττουσιν, ὅπου τὴν Χάριλλαν ἀπαγξαμένην ἔθαψαν.
因为国王坐在前面,将大麦粉和豆类分发给所有人(包括外邦人和公民),同时卡里拉的少女木偶也被运送过来;当所有人都领到后,国王用凉鞋击打木偶,萨伊亚德斯女祭司的首领则拿起木偶,将其带到一个山谷般的地方,在那里用绳子套在木偶的颈部,并将其埋在当年卡里拉上吊后被埋葬的地方。