§16τί τὸ καλούμενον ὑπὸ Μεγαρέων ἀφάβρωμα;
麦加拉人所说的“阿法布罗玛”是什么?
Νῖσος, ἀφʼ οὗ προσηγορεύθη Νίσαια, βασιλεύων ἐκ Βοιωτίας ἔγημεν Ἀβρώτην, Ὀγχήστου θυγατέρα, Μεγαρέως δʼ ἀδελφήν, γυναῖκα καὶ τῷ φρονεῖν ὡς ἔοικε περιττὴν καὶ σώφρονα διαφερόντως.
尼索斯(尼塞亚即得名于他)当时从波伊奥提亚进行统治,他娶了昂刻斯托斯之女、麦加勒乌斯之姊妹阿布罗特为妻,她似乎在智慧上出类拔萃,且格外端庄。
ἀποθανούσης δʼ αὐτῆς, οἵ τε Μεγαρεῖς ἐπένθησαν ἑκουσίως καὶ ὁ Νῖσος ἀιδίαν τινὰ μνήμην καὶ δόξαν αὐτῆς καταστῆναι βουλόμενος ἐκέλευε τὰς ἀστὰς φορεῖν ἣν ἐκείνη στολὴν ἐφόρει, καὶ τὴν στολὴν
ἀφάβρωμα διʼ
ἐκείνην ὠνόμασε.
她去世后,麦加拉人自愿为她哀悼,而尼索斯希望为她树立某种永久的纪念与声誉,便命令女市民们穿着她生前穿的服饰,并因她而将该服饰命名为“阿法布罗玛”。
δοκεῖ δὲ τῇ δόξῃ τῆς γυναικὸς καὶ ὁ θεὸς βοηθῆσαι· πολλάκις γὰρ τὰς ἐσθῆτας ἀλλάξαι βουλομένας τὰς Μεγαρίδας χρησμῷ διεκώλυσε.
神似乎也维护了这位女性的声誉;因为每当麦加拉妇女想要更换服饰时,神常以神谕予以阻止。
§17τίς ὁ δορίξενος;
“枪之友”是什么?
τὸ παλαιὸν ἡ Μεγαρὶς ᾠκεῖτο κατὰ κώμας, εἰς πέντε μέρη νενεμημένων τῶν πολιτῶν.
古时麦加拉地区按村落居住,公民被分为五个部分。
ἐκαλοῦντο δὲ Ἡραεῖς καὶ Πιραεῖς καὶ Μεγαρεῖς καὶ Κυνοσουρεῖς καὶ Τριποδίσκιοι.
他们被称为赫拉伊人、皮拉伊人、麦加拉人、库诺苏拉人、以及特里波迪斯基人。
τῶν δὲ Κορινθίων πόλεμον αὐτοῖς ἐξεργασαμένων πρὸς ἀλλήλους ἀεὶ γὰρ ἐπεβούλευον ὑφʼ αὑτοῖς ποιήσασθαι τὴν Μεγαρικήν, ὅμως διʼ ἐπιείκειαν ἡμέρως ἐπολέμουν καὶ συγγενικῶς.
当科林斯人挑起他们彼此之间的战争时——因为科林斯人总是图谋将麦加拉地区置于自己的控制之下—— 然而,由于他们的宽厚,他们以温和且如同亲族般的方式进行战争。
τούς μὲν γὰρ γεωργοῦντας οὐδεὶς ἠδίκει τὸ παράπαν, τοὺς δʼ ἁλισκομένους λύτρον τι τεταγμένον ἔδει καταβαλεῖν, καὶ τοῦτʼ ἐλάμβανον ἀφέντες, πρότερον δʼ οὐκ εἰσέπραττον, ἀλλʼ ὁ λαβὼν αἰχμάλωτον ἀπῆγεν οἴκαδε, καὶ μεταδοὺς ἁλῶν καὶ τραπέζης ἀπέπεμπεν οἴκαδε.
因为根本没有人伤害那些耕作的人,而被俘的人只需支付一份固定的赎金,捕获者收下赎金后便放人,且并不提前索要,而是捕获俘虏的人将其带回家中,与之共享食盐和餐桌,然后送其回家。
ὁ μὲν οὖν τὰ λύτρα κομίσας ἐπῃνεῖτο καὶ φίλος ἀεὶ διετέλει τοῦ λαβόντος ἐκ δοριαλώτου
δορίξενος
προσαγορευόμενος· ὁ δʼ ἀποστερήσας οὐ μόνον παρὰ τοῖς πολεμίοις ἀλλὰ καὶ παρὰ τοῖς πολίταις ὡς ἄδικος καὶ ἄπιστος ἠδόξει.
因此,带来赎金的人受到赞扬,并永远成为捕获他的人的朋友,不再被称为“枪下囚”,而被称呼为“枪之友”;但赖账不给的人不仅在敌人那里,而且在自己的公民中也被视为不义和不守信用而名声扫地。
§18τίς ἡ παλιντοκία;
“还息”是什么?
Μεγαρεῖς Θεαγένη τὸν τύραννον ἐκβαλόντες, ὀλίγον χρόνον ἐσωφρόνησαν κατὰ τὴν πολιτείαν εἶτα πολλὴν κατὰ Πλάτωνα καὶ ἄκρατον αὐτοῖς ἐλευθερίαν τῶν δημαγωγῶν οἰνοχοούντων, διαφθαρέντες παντάπασι τὰ τά ἄλλα τοῖς πλουσίοις ἀσελγῶς προσεφέροντο, καὶ παριόντες εἰς τὰς οἰκίας αὐτῶν οἱ πένητες ἠξίουν ἑστιᾶσθαι καὶ δειπνεῖν πολυτελῶς· εἰ δὲ μὴ τυγχάνοιεν, πρὸς βίαν καὶ μεθʼ ὕβρεως ἐχρῶντο πᾶσι.
麦加拉人驱逐了篡权者塞阿革涅斯后,在国政上保持了短暂的理智;但随后,由于民主煽动者为他们倒上了柏拉图所说的大量而纯粹的自由,他们彻底腐化,在其他事情上也对富人表现得放荡无礼,穷人们闯入他们的家中,要求受到奢华的款待并享用昂贵的晚餐;如果得不到满足,他们便诉诸暴力和侮辱来对待所有人。
τέλος δὲ δόγμα θέμενοι, τοὺς τόκους ἀνεπράττοντο παρὰ τῶν δανειστῶν οὓς δεδωκότες ἐτύγχανον,
παλιντοκίαν τὸ
γινόμενον προσαγορεύσαντες.
最后,他们通过了一项法令,从债权人手里强行索回他们恰好已经支付过的利息,并将这种做法称为“还息”。
§19τίς ἡ Ἀνθηδών, περὶ ἧς ἡ Πυθιὰς εἶπε
"πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις ʼ"
ἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος;
皮提亚曾说 ¦295e “喝带酒糟的酒吧,因为你不住在安塞东” 她所指的安塞东是谁? 因为波伊奥提亚的那个安塞东并非不盛产葡萄酒啊?
Τὴν Καλαύρειαν Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς Εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν.
卡劳雷亚古时被称为“埃雷内”,得名于一位名叫埃雷内的女子,神话传说她是波塞冬与阿耳斐俄斯之女梅兰塞亚所生。
ὕστερον δὲ τῶν περὶ Ἄνθον καὶ Ὑπέραν αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον.
后来,当安索斯和许培拉的一伙人居住于此时,他们称该岛为安塞多尼亚和许培雷亚。
εἶχε δὲ ὁ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί,
"
πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
οὐδʼ ἱερὰν Ὑπέραν, ὅθι γʼ ἄτρυγον οἶνον ἔπινες.
正如亚里士多德所说,神谕是这样的: "喝带酒糟的酒吧,因为你不住在安塞东,也不住在神圣的许培拉,你在那里曾喝着没有酒糟的酒。
"
ταῦτα μὲν ὁ Ἀριστοτέλης.
"以上是亚里士多德的说法。
ὁ σε Μνασιγείτων φησὶν Ὑπέρας ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὴν Ὑπέραν κατὰ ζήτησιν αὐτοῦ πλανώμενον εἰς Φερὰς πρὸς Ἄκαστον ἐλθεῖν, ὅπου κατὰ τύχην ὁ Ἄνθος ἐδούλευεν οἰνοχοεῖν τεταγμένος.
而姆纳西格伊东则说,安索斯是许培拉的兄弟,在婴儿时期便失踪了,许培拉在寻找他的流浪过程中,来到斐莱的阿卡斯托斯那里,当时安索斯偶然在那里做奴隶,被派去倒酒。
ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσφέροντα τῇ ἀδελφῇ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὴν ἡσυχῆ
"πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις.
因此,在他们宴饮时,那男孩在向他的姐姐递上杯子时认出了她,并悄悄对她说: “喝带酒糟的酒吧,因为你不住在安塞东。
" §20τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ δρυῒ σκότος;
” 普里埃内所说的“橡树旁的黑暗”是什么?
Σάμιοι καὶ Πριηνεῖς πολεμοῦντες ἀλλήλοις, τὰ μὲν ἄλλα μετρίως ἐβλάπτοντο καὶ ἔβλαπτον, μάχης δὲ μεγάλης γενομένης, χιλίους Σαμίων οἱ Πριηνεῖς ἀπέκτειναν·
萨摩斯人和普里埃内人彼此交战,在其他方面他们所受和所加的伤害还算温和,但在一场大战发生时,普里埃内人杀了一千个萨摩斯人。
ἑβδόμῳ δʼ ὕστερον ἔτει Μιλησίοις συμβαλόντες παρὰ τὴν καλουμένην δρῦν τοὺς ἀρίστους ὁμοῦ τι καὶ πρώτους ἀπέβαλον τῶν πολιτῶν· ὅτε καὶ Βίας ὁ σοφὸς εἰς Σάμον ἐκ Πριήνης πρεσβεύσας εὐδοκίμησε.
但在那之后的第七年,他们在所谓的橡树旁与米利都人交战,几乎同时失去了公民中最优秀和最杰出的人物;当时,贤人比亚斯作为使者从普里埃内前往萨摩斯,赢得了极高的名望。
ταῖς δὲ Πριηνέων γυναιξὶν ὠμοῦ τοῦ πάθους τούτου καὶ τῆς συμφορᾶς ἐλεεινῆς γενομένης, ἀρὰ κατέστη καὶ ὅρκος περὶ τῶν μεγίστων
ὁ παρὰ δρυῒ σκότος
διὰ τὸ παῖδας αὐτῶν καὶ πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι.
由于这种痛苦对普里埃内的妇女而言极为残酷,灾难极为悲惨,因此,在涉及最重大事务时, ¦296b “橡树旁的黑暗” 便成了一种诅咒和誓言,因为她们的孩子、父亲和丈夫都在那里被杀害。