Humanitext Reader

普鲁塔克 · 希腊问题 §1-9

埃皮达鲁斯与库梅等地的习俗与官职由来

第 1 段,共 12 段 · 希腊语

内容简介

本章节解释了古代希腊多个城市和地区(包括埃皮达鲁斯、库梅、索里、克尼多斯、特格亚、奥普斯、玻俄提亚和德尔斐)中各种独特称呼、官职和习俗的起源。

§1τίνες οἱ ἐν Ἐπιδαύρῳ κονίποδες καὶ ἄρτυνοι;
埃皮达鲁斯的尘足和协调官是谁?
οἱ μὲν τὸ πολίτευμα ἔχοντες ὁγδοήκοντα καὶ ἑκατὸν ἄνδρες ἦσαν ἐκ δὲ τούτων ᾑροῦντο βουλευτάς, οὓς ἀρτύνους ἐκάλουν.
掌握政权的是一百八十人,他们从这些人中选出议员,称之为协调官。
τοῦ δὲ δήμου τὸ πλεῖστον ἐν ἀγρῷ διέτριβεν· ἐκαλοῦντο δὲ κονίποδες, ὡς συμβαλεῖν ἔστιν ἀπὸ τῶν ποδῶν γνωριζόμενοι κεκονιμένων, ὁπότε κατέλθοιεν εἰς τὴν πόλιν.
平民的大多数居住在乡间;他们被称为尘足,可以推测,这是因为每当他们下到城里时,能从他们蒙尘的脚上认出他们。
§2τίς ἡ παρὰ Κυμαίοις ὀνοβάτις;
库梅人中的骑驴女是谁?
τῶν γυναικῶν τὴν ἐπὶ μοιχείᾳ ληφθεῖσαν ἀγαγόντες εἰς ἀγορὰν ἐπὶ λίθου τινὸς ἐμφανῆ πᾶσι καθίστασαν· εἶθʼ οὕτως ἀνεβίβαζον ἐπʼ ὄνον, καὶ τὴν πόλιν κύκλῳ περιαχθεῖσαν ἔδει πάλιν ἐπὶ τὸν αὐτὸν λίθον καταστῆναι καὶ τὸ λοιπὸν ἄτιμον διατελεῖν, ὀνοβάτιν προσαγορευομένην.
他们把因通奸被捕的女人带到广场上,让她站在一块所有人都能看见的石头上;然后,以这种方式让她骑上驴子,绕城一周后,必须再次站在同一块石头上,余生在耻辱中度过,被称为骑驴女。
τὸν δὲ λίθον ἀπὸ τούτου οὐ καθαρὸν νομίζοντες ἀφωσιοῦντο.
由于这个原因,他们认为这块石头是不洁的,并对其进行净化。
ἦν δὲ καὶ φυλάκτου τις ἀρχὴ παρʼ αὐτοῖς· ὁ δὲ ταύτην ἔχων τὸν μὲν ἄλλον χρόνον ἐτήρει τὸ δεσμωτήριον, εἰς δὲ τὴν βουλὴν ἐν τῷ νυκτερινῷ συλλόγῳ παριὼν ἐξῆγε τοὺς βασιλεῖς τῆς χειρὸς καὶ κατεῖχε, μέχρι περὶ αὐτῶν ἡ βουλὴ διαγνοίη, πότερον ἀδικοῦσιν ἢ οὔ, κρύβδην φέρουσα τὴν ψῆφον.
在他们中还有一个守护者的官职;担任此职的人在平时看守监狱,但在夜间会议中进入议会时,他会牵着国王们的手带他们出来,并拉住他们,直到议会对他们做出判决,通过秘密投票决定他们是否有罪。
§3τίς παρὰ Σολίοις ἡ ὑπεκκαύστρια;
索里人中的点火女是谁?
τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὕτω καλοῦσιν, ὅτι ποιεῖταί τινας θυσίας καὶ ἱερουργίας ἀποτροπαίους. .
他们这样称呼阿西娜的女祭司,因为她进行某些辟邪的牺牲和祭祀仪式。
§4τίνες ἐν Κνίδῳ οἱ ἀμνήμονες καὶ τίς ὁ ἀφεστήρ;
克尼多斯中的无记人和采决官是谁?
ἑξήκοντα προκρίτοις ἀνδράσιν ἐκ τῶν ἀρίστων οἷον ἐπισκόποις ἐχρῶντο διὰ βίου καὶ προβούλοις τῶν μεγίστων· ἐκαλοῦντο δὲ ἀμνήμονες, ὡς ἂν τις εἰκάσειε, διὰ τὸ ἀνυπεύθυνον, εἰ μὴ νὴ Δία πολυμνήμονές τινες ὄντες.
他们从最优秀的人中挑选六十位显贵,作为终身的监察官和重大事务的预审员;他们被称为无记人,正如人们可以推测的那样,是因为他们不承担责任,除非,确实由于他们是一些记忆力极强的人。
ὁ δὲ τὰς γνώμας ἐρωτῶν ἀφεστήρ.
而询问意见的人则被称为采决官。
§5τίνες οἱ παρʼ Ἀρκάσι καὶ Λακεδαιμονίοις χρηστοί;
阿卡迪亚人和拉克代蒙人中的有益者是谁?
Λακεδαιμόνιοι Τεγεάταις διαλλαγέντες ἐποιήσαντο συνθήκας καὶ στήλην ἐπʼ Ἀλφειῷ κοινὴν ἀνέστησαν, ἐν ᾗ μετὰ τῶν ἄλλων γέγραπται Μεσσηνίους ἐκβαλεῖν ἐκ τῆς χώρας, καὶ μὴ ἐξεῖναι χρηστοὺς ποιεῖν.
拉克代蒙人与特格亚人达成和解,订立了盟约,并在阿尔斐俄斯河畔树立了一块共同的石碑,上面除了其他内容外还写着:将美塞尼亚人驱逐出境,且不允许将他们变为有益者。
ἐξηγούμενος οὖν ὁ Ἀριστοτέλης τοῦτό φησι δύνασθαι τὸ μὴ ἀποκτιννύναι βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν.
因此,亚里士多德解释说,这意味着不要为了援助那些支持拉哥尼亚的特格亚人而杀戮。
§6τίς ὁ παρʼ Ὀπουντίοις κριθολόγος;
奥普斯人中的集麦人是谁?
οἱ πλεῖστοι τῶν Ἑλλήνων πρὸς τὰς πάνυ παλαιὰς θυσίας ἐχρῶντο ταῖς κριθαῖς, ἀπαρχομένων τῶν πολιτῶν.
大多数希腊人在非常古老的祭祀中使用大麦,由公民献上初熟之物。
τὸν μὲν οὖν ἐπὶ τῶν θυσιῶν ἄρχοντα καὶ ταύτας κομιζόμενον τὰς ἀπαρχάς κριθολόγον ὠνόμαζον.
因此,他们将主管祭祀并接收这些初熟之物的官员称为集麦人。
δύο δʼ ἦσαν ἱερεῖς παρʼ αὐτοῖς, ὁ μὲν περὶ τὰ θεῖα τεταγμένος, ὁ δὲ περὶ τὰ δαιμόνια.
他们中有两位祭司,一位负责神圣事务,另一位负责精灵事务。
§7τίνες αἱ πλωιάδες νεφέλαι;
什么是漂流云?
τὰς ὑπόμβρους μάλιστα καὶ περιφερομένας ἐκάλουν πλωιάδας, ὡς Θεόφραστος ἐν τετάρτῃ περὶ μεταρσίων εἴρηκε κατὰ λέξιν, ἐπεὶ καὶ αἱ πλωιάδες αὗται νεφέλαι αἱ καὶ αἱ συνεστῶσαι, ἀκίνητοι δὲ καὶ τοῖς χρώμασιν ἔκλευκοι, δηλοῦσι διαφοράν τινα τῆς ὕλης, ὡς οὔτʼ ἐξυδατουμένης οὔτʼ ἐκπνευματουμένης.
他们将那些含雨且特别流动的云称为漂流云,正如塞奥弗拉斯特在《气象论》第四卷中逐字逐句所说的那样: “因为这些漂流云,即那些凝聚起来、却静止且颜色极白的云,表明了物质的某种差异,因为它们既不液化也不气化。
§8τίς ὁ παρὰ Βοιωτοῖς πλατιοικέτας;
” 玻俄提亚人中的近邻者是谁?
τοὺς οἰκίᾳ γειτνιῶντας ἢ χωρίοις ὁμοροῦντας αἰολίζοντες οὕτω καλοῦσιν ὡς τὸ πλησίον ἔχοντας.
他们用埃奥利斯方言这样称呼邻近房屋或接壤土地的人,意为“在近处拥有住所者”。
παραθήσομαι δὲ λέξιν μίαν ἐκ τοῦ θεσμοφυλακίου νόμου, πλειόνων οὐσῶν. . . .
我将从法律汇编的法律中引用一个词,尽管还有很多…… 德尔斐中的净化兽是谁?
§9τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν;
以及为什么他们将其中一个月称为标修斯?
ὁσιωτῆρα μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅταν ὅσιος ἀποδειχθῇ.
当祭品被宣布为神圣时,他们称其为净化兽。
πέντε δʼ εἰσὶν ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος.
终身有五位神圣者,他们与先知们一起处理大部分事务并协助祭祀,因为他们被认为是德乌卡里翁的后裔。
ὁ δὲ βύσιος μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει.
而标修斯月,正如大多数人所认为的那样,是生长之月,因为春天开始,大多数植物在此时生长和发芽。
τὸ δʼ ἀληθὲς οὐκ ἔχει οὕτως· οὐ γὰρ ἀντὶ τοῦ τῷ β χρῶνται Δελφοί, καθάπερ Μακεδόνες Βίλιππον καὶ βαλακρὸν καὶ Βερονίκην λέγοντες, ἀλλʼ ἀντὶ τοῦ π· καὶ γὰρ τὸ πατεῖν βατεῖν καὶ τὸ πικρὸν βικρὸν ἐπιεικῶς καλοῦσιν.
但事实并非如此;因为德尔斐人并不是像马其顿人那样用贝塔代替菲(比如他们说比利普斯、巴拉克罗斯和贝罗尼卡),而是用它代替派;因为他们通常把patein称为“batein”,把pikron称为“bikron”。
ἔστιν οὖν πύσιος ὁ βύσιος, ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ· τοῦτο γὰρ ἒννομον καὶ πάτριον.
因此,标修斯是询问之月,在这一月里,人们向神询问和请示;因为这是合乎法律和祖制之举。
ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον, καὶ πολύφθοον ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθόις, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν.
因为在这个月里,神谕活动开始进行,他们认为这第七天是神的生日,并称之为多饼之月,并不是因为烘烤麦饼,而是因为它是多询问和多占卜的。
ὁτὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις, πρότερον δʼ ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀναξανδρίδης ἱστορήκασι.
因为曾经每月一次的神谕对需求者开放,而在此之前,皮提亚每年只在这一天传达一次神谕,正如卡利斯提尼和阿纳克桑德里德斯所记载的那样。

词汇与语法注释

  1. 291eὡς συμβαλεῖν ἔστιν — 连词 `ὡς` 与用作无人称动词(表示可能,相当于 `ἔξεστιν`)的 `ἔστιν` 连用,后接不定式 `συμβαλεῖν`,意为“正如可以推测的那样”。
  2. 291fτῶν γυναικῶν τὴν ἐπὶ μοιχείᾳ ληφθεῖσαν — 部分属格 `τῶν γυναικῶν` 置于句首,随后是具体的宾格短语 `τὴν ... ληφθεῖσαν`,作为动词 `καθίστασαν` 的直接宾语。这种倒装(hyperbaton)起到了强调女性群体的作用。
  3. 292bεἰ μὴ νὴ Δία πολυμνήμονές τινες ὄντες — 承接前文的 `διὰ τὸ ἀνυπεύθυνον`(因为免责),`εἰ μή` 引入了一个带有讽刺意味的例外,并插入了誓言小词 `νὴ Δία`(确实)。分词 `ὄντες` 为主格,与主句主语一致,起原因分词的作用。
  4. 292bχρηστοὺς ποιεῖν — “使其成为有用之人(chrestoi)”这一表达在历史上通常是释放奴隶的婉称。在此根据亚里士多德的解释(`τό μὴ ἀποκτιννύναι`,“不予杀戮”),指不杀害支持斯巴达的特格亚人而使其存活。
  5. 292eοὐ γὰρ ἀντὶ τοῦ τῷ β χρῶνται — 传抄本在 `τοῦ` 之后缺少一个名词。根据上下文,此处指代马其顿方言用贝塔(β)代替菲(φ)的语音特征(例如 Philippos 变为 Bilippos),因而重构为缺少 `<φ>`(phi)。这与德尔斐人用贝塔代替派(π)形成对比。

引用这一段

普鲁塔克, 希腊问题 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。