- 底本
- Plutarch. Moralia, Vol. IV. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:10-12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
植物の名称「逃げ木(プクシメーロン)」の由来、コリントス勢に追われ自国への上陸も阻まれてトラキアへと逃れたエレトリア人の歴史、およびデルポイで行われる3つの9年周期の祭り(セプテリオン、ヘーローイス、カリラ)の起源について説明されています。
τί τὸ φυξίμηλον; τῶν μικρῶν ἐστι καὶ χαμαιζήλων φυτῶν,1 ὧν ἐπιόντα τοὺς βλαστοὺς τὰ βοσκήματα κολούει καὶ ἀδικεῖ καὶ λυμαίνεται τὴν αὔξησιν· ὅταν οὖν ἀναδραμόντα μέγεθος λάβῃ καὶ διαφύγῃ τὸ βλάπτεσθαι ὑπὸ τῶν ἐπινεμομένων, φυξίμηλα καλεῖται. τὸ δὲ μαρτύριον Αἰσχύλος.
「逃げ木」とは何か。 それは地面を這う小さな植物の一種であり、家畜が襲ってきてはその芽を摘み取り、害し、その成長を損なう。それゆえ、それが伸びて大きさを獲得し、放牧されている家畜によって害されるのを逃れたとき、それは「逃げ木」と呼ばれる。その証拠となるのはアイスキュロスである。
τίνες οἱ ἀποσφενδόνητοι; Κέρκυραν τὴν νῆσον Ἐρετριεῖς κατῴκουν· Χαρικράτους δὲ πλεύσαντος ἐκ Κορίνθου μετὰ δυνάμεως καὶ τῷ πολέμῳ κρατοῦντος, ἐμβάντες εἰς τὰς ναῦς οἱ Ἐρετριεῖς ἀπέπλευσαν οἴκαδε. προαισθόμενοι δʼ οἱ πολῖται, τῆς χώρας εἶργον αὐτοὺς καὶ ἀποβαίνειν ἐκώλυον σφενδονῶντες. μὴ δυνάμενοι δὲ μήτε πεῖσαι μήτε βιάσασθαι πολλοὺς καὶ ἀπαραιτήτους ὄντας,2 ἐπὶ Θρᾴκης ἔπλευσαν καὶ κατασχόντες χωρίον, ἐν ᾧ πρότερον οἰκῆσαι Μέθωνα τὸν Ὀρφέως πρόγονον ἱστοροῦσι, τὴν μὲν πόλιν ὠνόμασαν Μεθώνην, ὑπὸ δὲ τῶν προσοίκων ἀποσφενδόνητοι προσωνομάσθησαν.
「投石器で追い払われた者たち」とは誰のことか。 エレトリア人がケルキュラ島に入植していた。しかし、カリクラテスが軍勢を率いてコリントスから航海してきて戦争で圧倒すると、エレトリア人は船に乗り込んで故郷へと出帆した。これに気づいた市民たちは、彼らを領地から閉め出し、投石器で石を放って上陸するのを妨げた。彼らは多勢で容赦のない市民たちを説得することも力ずくで圧倒することもできなかったため、トラキアへと航海し、かつてオルペウスの祖先メトーンが居住したと記録されている土地を占拠して、その都市をメトネと名付けた。しかし、近隣の住民からは「投石器で追い払われた者たち」とあだ名された。
τίς ἡ παρὰ Δελφοῖς Χάριλλα; τρεῖς ἄγουσι Δελφοὶ ἐνναετηρίδας κατὰ τὸ ἑξῆς, ὧν τὴν μὲν Σεπτήριον καλοῦσι, τὴν δʼ Ἡρωίδα, τὴν δὲ Χάριλλαν. τὸ μὲν οὖν Σεπτήριον ἔοικε μίμημα τῆς πρὸς τὸν Πύθωνα τοῦ θεοῦ μάχης εἶναι καὶ τῆς μετὰ τὴν μάχην ἐπὶ τὰ Τέμπη φυγῆς καὶ ἐκδιώξεως. οἱ μὲν γὰρ φυγεῖν ἐπὶ τῷ φόνῳ φασὶ χρῄζοντα καθαρσίων, οἱ δὲ τῷ Πύθωνι τετρωμένῳ καὶ φεύγοντι κατὰ τὴν ὁδόν, ἣν νῦν ἱερὰν καλοῦμεν, ἐπακολουθεῖν καὶ μικρὸν ἀπολειφθῆναι τῆς τελευτῆς· κατέλαβε γὰρ αὐτὸν ἐκ τοῦ τραύματος ἄρτι τεθνηκότα καὶ κεκηδευμένον ὑπὸ τοῦ παιδός, ᾧ ὄνομα ἦν Αἴξ, ὡς λέγουσι. τὸ μὲν οὖν Σεπτήριον τούτων ἢ τοιούτων τινῶν ἀπομίμησίς ἐστιν ἑτέρων. τῆς δʼ Ἡρωίδος τὰ πλεῖστα μυστικὸν ἔχει λόγον, ὃν ἴσασιν αἱ Θυιάδες, ἐκ δὲ τῶν δρωμένων φανερῶς Σεμέλης ἄν τις ἀναγωγὴν εἰκάσειε.3 περὶ δὲ τῆς Χαρίλλης τοιαῦτά τινα μυθολογοῦσι. λιμὸς ἐξ αὐχμοῦ τοὺς Δελφοὺς κατέσχε καὶ πρὸς τὰς θύρας τοῦ βασιλέως ἐλθόντες μετὰ τέκνων καὶ γυναικῶν ἱκέτευον. ὁ δὲ τῶν ἀλφίτων καὶ τῶν χεδρόπων μετεδίδου τοῖς γνωριμωτέροις αὐτῶν· οὐ γὰρ ἦν ἱκανὰ πᾶσιν. ἐλθούσης δὲ παιδὸς ἔτι μικρᾶς ὀρφανῆς γονέων καὶ προσλιπαρούσης, ἐρράπισεν αὐτὴν ὑποδήματι καὶ τῷ προσώπῳ τὸ ὑπόδημα προσέρριψεν· ἡ δέ, πενιχρά τις οὖσα καὶ ἔρημος οὐκ ἀγεννὴς δὲ τὸ ἦθος, ἐκποδὼν γενομένη καὶ λύσασα τὴν ζώνην ἀνήρτησεν ἑαυτήν. ἐπιτείνοντος δὲ τοῦ λιμοῦ καὶ νοσημάτων προσγενομένων, ἀνεῖλεν ἡ Πυθία τῷ βασιλεῖ Χάριλλαν ἱλάσκεσθαι, παρθένον αὐτοθάνατον. μόλις οὖν ἀνευρόντες ὅτι τοὔνομα τοῦτʼ ἦν τῇ ῥαπισθείσῃ παιδί, μεμειγμένην τινὰ καθαρμῷ θυσίαν ἀπετέλεσαν, ἣν ἐπιτελοῦσιν ἔτι καὶ νῦν διʼ ἐννέα ἐτῶν. προκάθηται μὲν γὰρ ὁ βασιλεὺς τῶν ἀλφίτων καὶ τῶν χεδρόπων ἐπιδιδοὺς πᾶσι καὶ ξένοις καὶ πολίταις, κομίζεται δὲ τῆς Χαρίλλης παιδικὸν εἴδωλον ὅταν οὖν πάντες λάβωσιν, ὁ μὲν βασιλεὺς ῥαπίζει τῷ ὑποδήματι τὸ εἴδωλον, ἡ δὲ τῶν Θυιάδων ἀρχηγὸς ἀραμένη κομίζει πρός τινα τόπον φαραγγώδη, κἀκεῖ σχοινίον περιάψαντες τῷ τραχήλῳ τοῦ εἰδώλου κατορύττουσιν, ὅπου τὴν Χάριλλαν ἀπαγξαμένην ἔθαψαν.
デルポイにおけるカリラとは誰のことか。 デルポイの人々は、九年周期の祭りを順に三つ執り行う。そのうち一つをセプテリオン、もう一つをヘーローイス、残りの一つをカリラと呼ぶ。 セプテリオンは、神とピュトンとの戦い、および戦いの後のテンペへの逃亡と追放を模倣したものであると思われる。ある人々は、神が殺害のために、浄化を必要として逃亡したのだと言い、他の人々は、傷ついて私たちが今「聖なる道」と呼ぶ道に沿って逃げていくピュトンの後を追い、その死に際からわずかに遅れたのだと言う。というのも、アポロンは、ピュトンが傷のために死んだばかりで、アイクスという名のその息子によって埋葬されているところに行き着いたからである、と彼らは語っている。それゆえ、セプテリオンは、これら、あるいはこれらに類する他の事柄の模倣である。 一方、ヘーローイス(の儀式)の大部分は神秘的な説明を持っており、それはテュイアデスたちが知っているが、公開で行われる行事からは、セメレーの引き揚げを推測するかもしれない。 カリラについては、このような話が伝えられている。干ばつによる飢饉がデルポイを襲い、人々は妻子を伴って王の門のところにやって来て懇願した。王は大麦粉や豆類を彼らのうちのより知られた者たちに分け与えた。すべての人に行き渡るほど十分ではなかったからである。両親を亡くしたまだ幼い孤児の少女がやって来て懇願し続けると、王は彼女を履物で叩き、その顔に履物を投げつけた。少女は貧しく孤独であったが、その気性は卑しくなく、人目を避けて退き、帯をほどいて自ら首を吊った。飢饉が激しさを増し、病気も加わったとき、ピュティアは王に、自ら命を絶った乙女カリラをなだめるようにとの神託を下した。そこで、叩かれた少女の名前がこれであることを辛うじて突き止めた人々は、浄化を伴う一種の犠牲式を執り行った。彼らは今でも九年ごとにこれを執り行っている。というのも、王が前に座って、外国人にも市民にもすべての人に大麦粉や豆類を分け与え、カリラの少女の人形が運ばれてくる。そして、すべての人が受け取ると、王は人形を履物で叩き、テュイアデスたちの首領がそれを持ち上げて崖のような場所に運び、そこで人形の首に紐を巻きつけて、カリラが首を吊って埋葬された場所に埋めるのである。
- 10τῶν μικρῶν ἐστι καὶ χαμαιζήλων φυτῶν
この属格句は部分属格(形容詞の属格)であり、「それは〜に属する」「〜の一種である」を意味します。主語は前述の単数形 τὸ φυξίμηλον ですが、複数属格を用いてカテゴリーを示しています。
- 293bπολλοὺς καὶ ἀπαραιτήτους ὄντας
対格複数男性形の形容詞・分詞であり、文脈上、エレトリア人の帰還を拒んだ「(エレトリアの)市民たち」を指します。不定詞 πεῖσαι(説得する)および βιάσασθαι(力ずくで押す)の意味上の目的語として機能しています。主語(エレトリア人)自身は主格複数(δυνάμενοι)であるため、これら対格の語句と区別されます。
- 293dΣεμέλης ἄν τις ἀναγωγὴν εἰκάσειε
助辞 ἄν と希求法(εἰκάσειε)の組み合わせにより、潜在・可能性(「〜と推測するかもしれない、推測できよう」)を表しています。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-22 AI校閲 — 原文 1 件
