Humanitext Reader

普鲁塔克 · 斯巴达古风习俗 §14-28

斯巴达音乐歌谣与丧葬及出境限制等风俗

第 2 段,共 3 段 · 希腊语

内容简介

本章节阐述了斯巴达音乐与歌谣的重要性、对古代音乐规则的严守、关于丧葬及出境和外邦人的严厉限制,以及邻里共享和战争、祈祷中的独特习惯。

§14ἐσπούδαζον δὲ καὶ περὶ τὰ μέλη καὶ τὰς ᾠδὰς οὐδὲν ἧττον κέντρον δʼ εἶχε ταῦτα ἐγερτικὸν θυμοῦ καὶ φρονήματος καὶ παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πρακτικῆς.
他们对旋律和歌谣也同样热心。 这些歌谣中包含着能够激发斗志和自豪感、并带来狂热且付诸实践之冲动的刺激。
καὶ ἡ λέξις ἦν ἀφελὴς καὶ ἄθρυπτος· οὐδὲν δʼ ἕτερον εἶχεν ἢ ἐπαίνους τῶν γεννικῶς ζησάντων καὶ ὑπὲρ τῆς Σπάρτης ἀποθανόντων καὶ εὐδαιμονιζομένων, καὶ ψόγους τῶν τρεσάντων ὡς ἀλγεινὸν καὶ κακοδαίμονα βιούντων βίον ἐπαγγελίαν τε καὶ μεγαλαυχίαν πρὸς ἀρετὴν πρέπουσαν ταῖς ἡλικίαις.
其措辞朴素而无华,除了对那些高尚地活着、为斯巴达牺牲并被视为幸福之人的赞美,以及对那些胆怯畏缩、过着痛苦而不幸生活之人的指责,还有适合各年龄段、针对美德的誓言与豪言壮语之外,别无他物。
§15τριῶν οὖν χορῶν ὄντων κατὰ τὰς τρεῖς ἡλικίας καὶ συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν, "ἁμές ποκʼ ἦμες ἄλκιμοι νεανίαι· " εἶτα ὁ τῶν ἀκμαζόντων ἀνδρῶν ἀμειβόμενος, "ἁμὲς δέ γʼ εἰμές· αἰ δὲ λῇς, αὐγάζεο· " ὁ δὲ τρίτος ὁ τῶν παίδων, "ἁμὲς δὲ γʼ ἐσσόμεσθα πολλῷ κάρρονες.
因此,在节日里,根据三个年龄段组织了三个合唱队,老年人的合唱队首先开始唱道:“我们曾经是勇敢的青年;” 接着,壮年男子的合唱队应和唱道:“而我们现在正是如此;若你愿意,请看;” 第三个合唱队,即少年们的合唱队唱道:“而我们将来会变得更加优秀。
" §16καὶ οἱ ἐμβατήριοι δὲ ῥυθμοὶ παρορμητικοὶ πρὸς ἀνδρείαν καὶ θαρραλεότητα καὶ ὑπερφρόνησιν θανάτου, οἷς ἐχρῶντο ἔν τε χοροῖς καὶ πρὸς αὐλὸν ἐπάγοντες τοῖς πολεμίοις.
” 进军的节奏也同样能激发勇气、胆识和对死亡的轻视,他们不论是在合唱中,还是在伴着笛声向敌人进攻时都使用这些节奏。
ὁ γὰρ Λυκοῦργος παρέζευξε τῇ κατὰ πόλεμον ἀσκήσει τὴν φιλομουσίαν, ὅπως τὸ ἄγαν πολεμικὸν τῷ ἐμμελεῖ κερασθὲν συμφωνίαν καὶ ἁρμονίαν ἔχῃ διὸ καὶ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις ὁ βασιλεύς, ἵνα λόγου ἀξίας παρέχωσι τὰς πράξεις οἱ μαχόμενοι καὶ μνήμης εὐκλεοῦς.
因为莱库古将对音乐的爱好与战争的训练紧密结合在一起,以便让过度的战斗性与旋律融合,从而产生协调与和谐。 因此,在战斗中,国王也会预先向缪斯女神献祭,以便让战斗者们能做出值得称道且留下光荣记忆的事迹。
§17εἰ δέ τις παραβαίνοι τι τῆς ἀρχαίας μουσικῆς, οὐκ ἐπέτρεπον ἀλλὰ καὶ τὸν Τέρπανδρον ἀρχαϊκώτερον ὄντα καὶ ἄριστον τῶν καθʼ ἑαυτὸν κιθαρῳδῶν καὶ τῶν ἡρωικῶν πράξεων ἐπαινέτην, ὅμως οἱ ἔφοροι ἐζημίωσαν καὶ τὴν κιθάραν αὐτοῦ προσεπαττάλευσαν φέροντες, ὅτι μίαν μόνην χορδὴν ἐνέτεινε περισσοτέραν τοῦ ποικίλου τῆς φωνῆς χάριν μόνα γὰρ τὰ ἁπλούστερα τῶν μελῶν ἐδοκίμαζον.
如果有人稍微逾越古代音乐,他们绝不容许。 甚至对于泰尔潘德,他虽属古风派,是当时最优秀的基塔拉琴弹唱者,也是英雄事迹的歌颂者,监察官们依然对他处以罚款,并拿走他的琴钉在墙上,因为他为了声音的多样性而多张了一根弦。 因为他们只认可最朴素的旋律。
Τιμοθέου δὲ ἀγωνιζομένου τὰ Κάρνεια, εἷς τῶν ἐφόρων μάχαιραν λαβὼν ἠρώτησεν αὐτὸν ἐκ ποτέρου τῶν μερῶν ἀποτέμῃ τὰς πλείους τῶν ἑπτὰ χορδῶν.
当提摩太在卡尔尼亚节上竞争时,其中一位监察官拿来一把小刀问他,应该从哪一侧切掉超过七根的那几根弦。
§18τῶν δὲ ταφῶν ἀνεῖλε τὴν δεισιδαιμονίαν ἅπασαν ὁ Λυκοῦργος, ἐν τῇ πόλει θάπτειν τοὺς νεκροὺς καὶ πλησίον ἔχειν τὰ μνημεῖα τῶν ἱερῶν συγχωρήσας.
关于丧葬,莱库古消除了所有的迷信,允许在城内埋葬死者,并将墓地设在圣所附近。
περιεῖλε δὲ καὶ τοὺς μιασμούς.
他也消除了污秽。
συνθάπτειν δὲ οὐδὲν ἐπέτρεψεν, ἀλλʼ ἐν φοινικίδι καὶ φύλλοις ἐλαίας θέντας τὸ σῶμα περιστέλλειν κατʼ ἴσον ἅπαντας.
他不允许随葬任何物品,而是只用一件红衣和橄榄叶包裹遗体,对所有人一律平等。
ἀνεῖλε δὲ καὶ τὰς ἐπιγραφὰς τὰς ἐπὶ τῶν μνημείων, πλὴν τῶν ἐν πολέμῳ τελευτησάντων, καὶ τὰ πένθη καὶ τοὺς ὀδυρμούς.
他还取消了墓碑上的铭文(在战争中牺牲的人除外),以及哀悼和哭泣。
§19ἀποδημεῖν δὲ οὐκ ἐξῆν αὐτοῖς, ἵνα μὴ ξενικῶν ἐθῶν καὶ βίων ἀπαιδεύτων μετέχωσι.
他们也不被允许出国旅行,以免染上外国的习俗和缺乏教养的生活方式。
§20καὶ ξενηλασίας δὲ εἰσηγήσατο, ὅπως οἱ παρεισρέοντες μὴ διδάσκαλοι κακοῦ τινος τοῖς πολίταις ὑπάρχωσι.
他还引入了驱逐外邦人的制度,以免那些溜进来的人成为市民某种恶行的教师。
§21τῶν πολιτῶν ὃς ἂν μὴ ὑπομείνῃ τὴν τῶν παίδων ἀγωγὴν οὐ μετεῖχε τῶν τῆς πόλεως δικαίων.
在市民中,凡是不承受少年训练的人,就不能享有城邦的权利。
§22ἔνιοι δʼ ἔφασαν ὅτι καὶ τῶν ξένων ὃς ἂν ὑπομείνῃ τὴν τοιαύτην ἄσκησιν τῆς πολιτείας κατὰ τὸ βούλημα τοῦ Λυκούργου μετεῖχε τῆς ἀρχῆθεν διατεταγμένης μοίρας.
但也有人说,即使是外邦人,凡是按照莱库古的意愿承受了这种国制训练的,也能分得最初分配的份额。
πωλεῖν δʼ οὐκ ἐξῆν.
然而,出售它是不允许的。
§23τοῖς τῶν πλησίον δʼ οἰκέταις ὡς ἰδίοις χρῆσθαι ἔθος ἦν, εἴ που δέοιντο, καὶ κυσὶ καὶ ἵπποις, εἰ μὴ οἱ δεσπόται χρῄζοιεν καὶ ἐν ἀγρῷ δὲ εἴ τίς τινος ἐλλιπὴς γενόμενος δεηθείη, ἀνοίξας καὶ βαστάσας τὰ ἐπιτήδεια τοῦ ἔχοντος, τὰ σημεῖα σημηνάμενος κατέλειπεν.
邻居的奴仆,若是需要,便有当作自己奴仆使用的习惯,狗和马也是如此,除非主人自己需要。 在乡野间,如果有人缺乏某种东西而有需要,他会打开并拿走所有者的必需品,重新打上印记后留下。
§24ἐν τοῖς πολέμοις φοινικίσιν ἐχρῶντο· ἅμα μὲν γὰρ ἡ χρόα ἐδόκει αὐτοῖς ἀνδρικὴ εἶναι, ἅμα δὲ τὸ αἱματῶδες τοῦ χρώματος πλείονα τοῖς ἀπείροις φόβον παρέχει, καὶ τὸ μὴ εὐπερίφωρον δὲ τοῖς πολεμίοις εἶναι, ἐάν τις αὐτῶν πληγῇ, ἀλλὰ διαλανθάνειν διὰ τὸ ὁμόχρουν χρήσιμον.
他们在战争中穿红衣;因为一方面,这种颜色在他们看来富有男子气概,另一方面,血一般的颜色会给没有经验的敌人带来更大的恐惧,而且如果他们中有人受伤,由于颜色相同而不易被敌人发觉、从而隐瞒过去,这也是很有用的。
§25ὅταν στρατηγήματι τοὺς πολεμίους νικήσωσι, βοῦν τῷ Ἄρει θύουσιν· ὅταν δʼ ἐκ τοῦ φανεροῦ, ἀλεκτρυόνα, ἐθίζοντες τοὺς ἡγουμένους οὐ μόνον πολεμικοὺς ἀλλὰ καὶ στρατηγικοὺς εἶναι.
当他们用谋略战胜敌人时,便向阿瑞斯献祭一头公牛;而当公开战胜敌人时,则献祭一只公鸡,以此使领导者们习惯于不仅要勇猛善战,还要善于运用策略。
§26ταῖς εὐχαῖς προστιθέασι τὸ ἀδικεῖσθαι δύνασθαι.
在他们的祈祷中,他们加上了“能够承受不公”这一条。
§27εὐχὴ δʼ αὐτῶν διδόναι τὰ καλὰ ἐπὶ τοῖς ἀγαθοῖς, καὶ πλέον οὐδέν.
他们的祈祷是“在善物之上赋予美德”,此外别无他求。
§28Ἀφροδίτην σέβουσι τὴν ἐνόπλιον καὶ πάντας δὲ τοὺς θεοὺς θήλεις καὶ ἄρρενας λόγχας ἔχοντας ποιοῦνται, ὡς ἁπάντων τὴν πολεμικὴν ἀρετὴν ἐχόντων.
他们崇拜武装的阿芙罗狄忒;并且他们让所有的神明,不论男女,都手持长枪,因为他们认为所有的神明都拥有战争的美德。

词汇与语法注释

  1. 238aκέντρον — 名词 κέντρον(刺激、刺棒)用作主语代词 ταῦτα(指代歌谣等)的表语,并受到形容词 ἐγερτικόν 和 παραστατικόν 的修饰。
  2. 238aβιούντων — 属格分词 βιούντων(活着)修饰前面的名词化分词 τῶν τρεσάντων(胆怯者)。质词 ὡς 引导主观判定其状态的从属句。
  3. 238bἁμές — 这三个合唱队的歌词采用的是拉哥尼亚的多利亚方言:ἁμές 对应 ἁμείς (ἡμεῖς),ποκʼ 对应 ποτέ,ἦμες 对应 ἦμεν,εἰμές 对应 ἐσμέν,αἰ δὲ λῇς 对应 εἰ δὲ θέλεις,ἐσσόμεσθα 对应 ἐσόμεθα,κάρρονες 对应 κρείσσονες。
  4. 238bτῷ ἐμμελεῖ — 名词化的中性单数形容词,用作与动词分词 κερασθέν(与……相混合)相配的、表示联合对象的与格。
  5. 238fμοίρας — 部分属格,用作支配属格的动词 μετεῖχε(参与、分享)的直接宾语。
  6. 238fχρῆσθαι — 不定词 χρῆσθαι(使用)支配与格,其宾语为 τοῖς τῶν πλησίον ... οἰκέταις(邻居的奴仆)和 κυσὶ καὶ ἵπποις(狗和马),而 ὡς ἰδίοις 用作表态补语,意为“如同自己的一样”。
  7. 239aτὸ ἀδικεῖσθαι δύνασθαι — 带冠词的不定词短语(中性单数宾格),用作动词 προστιθέασι 的直接宾语。其中的不定词 ἀδικεῖσθαι 为被动语态(被不公对待)。

引用这一段

普鲁塔克, 斯巴达古风习俗 §14-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg082a.humanitext-grc3:14-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。