- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082a.humanitext-grc3:14-28
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
スパルタにおける音楽と歌の重要性、古代の掟を厳守する姿勢、埋葬や外国旅行・滞在に関する厳しい規則、そして隣人間の共有関係や戦争・祈祷における独特な習慣が説明される。
ἐσπούδαζον δὲ καὶ περὶ τὰ μέλη καὶ τὰς ᾠδὰς οὐδὲν ἧττον κέντρον1 δʼ εἶχε ταῦτα ἐγερτικὸν θυμοῦ καὶ φρονήματος καὶ παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πρακτικῆς. καὶ ἡ λέξις ἦν ἀφελὴς καὶ ἄθρυπτος· οὐδὲν δʼ ἕτερον εἶχεν ἢ ἐπαίνους τῶν γεννικῶς ζησάντων καὶ ὑπὲρ τῆς Σπάρτης ἀποθανόντων καὶ εὐδαιμονιζομένων, καὶ ψόγους τῶν τρεσάντων ὡς ἀλγεινὸν καὶ κακοδαίμονα βιούντων2 βίον ἐπαγγελίαν τε καὶ μεγαλαυχίαν πρὸς ἀρετὴν πρέπουσαν ταῖς ἡλικίαις.
彼らは旋律や歌に対しても、他のことと同様に熱心であった。これらには、気概と自負を呼び起こし、熱狂的で実践的な情動をもたらす刺激が含まれていた。またその言葉遣いは素朴で飾り気がなく、高貴に生き、スパルタのために死んで祝福されている人々への賛辞と、恐れおののいた者たちへの、苦痛に満ち不運な人生を送っている者としての非難、ならびに、それぞれの年齢にふさわしい徳への誓約と誇り以外には、何も含まれていなかった。
τριῶν οὖν χορῶν ὄντων κατὰ τὰς τρεῖς ἡλικίας καὶ συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν, "ἁμές3 ποκʼ ἦμες ἄλκιμοι νεανίαι·" εἶτα ὁ τῶν ἀκμαζόντων ἀνδρῶν ἀμειβόμενος, "ἁμὲς δέ γʼ εἰμές· αἰ δὲ λῇς, αὐγάζεο·" ὁ δὲ τρίτος ὁ τῶν παίδων, "ἁμὲς δὲ γʼ ἐσσόμεσθα πολλῷ κάρρονες."
したがって、三つの年齢層に応じた三つの合唱隊が祭りの際に組織され、まず老人の合唱隊が歌い始めた。「私たちはかつて、勇気ある若者であった。」次に、壮年の男たちの合唱隊が応えて歌った。「私たちは今そうである。もし望むなら、見てみるがよい。」第三の、少年の合唱隊が歌った。「私たちは、はるかに優れた者となるだろう。」
καὶ οἱ ἐμβατήριοι δὲ ῥυθμοὶ παρορμητικοὶ πρὸς ἀνδρείαν καὶ θαρραλεότητα καὶ ὑπερφρόνησιν θανάτου, οἷς ἐχρῶντο ἔν τε χοροῖς καὶ πρὸς αὐλὸν ἐπάγοντες τοῖς πολεμίοις. ὁ γὰρ Λυκοῦργος παρέζευξε τῇ κατὰ πόλεμον ἀσκήσει τὴν φιλομουσίαν, ὅπως τὸ ἄγαν πολεμικὸν τῷ ἐμμελεῖ4 κερασθὲν συμφωνίαν καὶ ἁρμονίαν ἔχῃ διὸ καὶ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις ὁ βασιλεύς, ἵνα λόγου ἀξίας παρέχωσι τὰς πράξεις οἱ μαχόμενοι καὶ μνήμης εὐκλεοῦς.
行軍の律動もまた、勇敢さと大胆さ、そして死を軽んじる心を鼓舞するものであり、彼らはこれを合唱において、また笛の音に合わせて敵に進撃する際に用いた。というのも、リュクルゴスは戦争の訓練に音楽への愛を分かちがたく結びつけたからである。それは、過度の好戦性が音楽と調和して交じり合い、協和と調和を持つようにするためであった。それゆえ、戦いにおいても王はあらかじめミューズたちに犠牲を捧げた。それは、戦う者たちが、語るに値し、栄光ある記憶に値する行為をなすようにするためであった。
εἰ δέ τις παραβαίνοι τι τῆς ἀρχαίας μουσικῆς, οὐκ ἐπέτρεπον ἀλλὰ καὶ τὸν Τέρπανδρον ἀρχαϊκώτερον ὄντα καὶ ἄριστον τῶν καθʼ ἑαυτὸν κιθαρῳδῶν καὶ τῶν ἡρωικῶν πράξεων ἐπαινέτην, ὅμως οἱ ἔφοροι ἐζημίωσαν καὶ τὴν κιθάραν αὐτοῦ προσεπαττάλευσαν φέροντες, ὅτι μίαν μόνην χορδὴν ἐνέτεινε περισσοτέραν τοῦ ποικίλου τῆς φωνῆς χάριν μόνα γὰρ τὰ ἁπλούστερα τῶν μελῶν ἐδοκίμαζον. Τιμοθέου δὲ ἀγωνιζομένου τὰ Κάρνεια, εἷς τῶν ἐφόρων μάχαιραν λαβὼν ἠρώτησεν αὐτὸν ἐκ ποτέρου τῶν μερῶν ἀποτέμῃ τὰς πλείους τῶν ἑπτὰ χορδῶν.
もし誰かが古代の音楽から少しでも逸脱するなら、彼らはそれを許さなかった。いやそれどころか、テルパンドロスは極めて古風で、同時代で最上のキタラ弾き語り手であり、英雄的な行為の讃美者であったにもかかわらず、監督官たちは彼に罰金を科し、彼のキタラを持ち去って釘付けにした。その理由は、彼が音の多様さのために弦を一本だけ多く張ったからであった。なぜなら、彼らはただ極めて単純な旋律だけを認めていたからである。ティモテオスがカルネイア祭で競っていたとき、監督官の一人が小刀を手に取って彼に尋ねた。7本を超える弦のうち、どちらの側から切り落とすべきか、と。
τῶν δὲ ταφῶν ἀνεῖλε τὴν δεισιδαιμονίαν ἅπασαν ὁ Λυκοῦργος, ἐν τῇ πόλει θάπτειν τοὺς νεκροὺς καὶ πλησίον ἔχειν τὰ μνημεῖα τῶν ἱερῶν συγχωρήσας. περιεῖλε δὲ καὶ τοὺς μιασμούς. συνθάπτειν δὲ οὐδὲν ἐπέτρεψεν, ἀλλʼ ἐν φοινικίδι καὶ φύλλοις ἐλαίας θέντας τὸ σῶμα περιστέλλειν κατʼ ἴσον ἅπαντας. ἀνεῖλε δὲ καὶ τὰς ἐπιγραφὰς τὰς ἐπὶ τῶν μνημείων, πλὴν τῶν ἐν πολέμῳ τελευτησάντων, καὶ τὰ πένθη καὶ τοὺς ὀδυρμούς.
埋葬に関しては、リュクルゴスはあらゆる迷信を取り除いた。死者を市内に埋葬し、聖所の近くに墓を置くことを許したのである。また、彼は死による汚れをも取り除いた。一緒に何かを埋めることは許さず、ただ全員一律に、赤い衣に包み、オリーブの葉を置いて遺体を包むことだけを認めた。また、戦死した者たちのものを除いて、墓碑銘をも廃止し、哀悼や嘆きをも取り除いた。
ἀποδημεῖν δὲ οὐκ ἐξῆν αὐτοῖς, ἵνα μὴ ξενικῶν ἐθῶν καὶ βίων ἀπαιδεύτων μετέχωσι.
また彼らが外国へ行くことは許されなかった。それは、外国の習慣や教育のない生き方を身につけないようにするためであった。
καὶ ξενηλασίας δὲ εἰσηγήσατο, ὅπως οἱ παρεισρέοντες μὴ διδάσκαλοι κακοῦ τινος τοῖς πολίταις ὑπάρχωσι.
また、外国人追放制度をも導入した。それは、入り込んでくる外国人が市民にとって何らかの悪の教師とならないようにするためであった。
τῶν πολιτῶν ὃς ἂν μὴ ὑπομείνῃ τὴν τῶν παίδων ἀγωγὴν οὐ μετεῖχε τῶν τῆς πόλεως δικαίων.
市民のうち、少年の教育制度に耐え抜かない者は、市民としての権利にあずかることができなかった。
ἔνιοι δʼ ἔφασαν ὅτι καὶ τῶν ξένων ὃς ἂν ὑπομείνῃ τὴν τοιαύτην ἄσκησιν τῆς πολιτείας κατὰ τὸ βούλημα τοῦ Λυκούργου μετεῖχε τῆς ἀρχῆθεν διατεταγμένης μοίρας.5 πωλεῖν δʼ οὐκ ἐξῆν.
しかしある人々が言うには、外国人のうちでも、リュクルゴスの意図に従ってこのような国制の訓練に耐え抜く者は、当初から定められていた市民の分け前にあずかった。しかし、それを売却することは許されなかった。
τοῖς τῶν πλησίον δʼ οἰκέταις ὡς ἰδίοις χρῆσθαι6 ἔθος ἦν, εἴ που δέοιντο, καὶ κυσὶ καὶ ἵπποις, εἰ μὴ οἱ δεσπόται χρῄζοιεν καὶ ἐν ἀγρῷ δὲ εἴ τίς τινος ἐλλιπὴς γενόμενος δεηθείη, ἀνοίξας καὶ βαστάσας τὰ ἐπιτήδεια τοῦ ἔχοντος, τὰ σημεῖα σημηνάμενος κατέλειπεν.
また、隣人の奴隷を、もし必要であれば自分のものであるかのように使う習慣があり、犬や馬についても、主人が必要としていない限りは同様であった。また田舎において、もし誰かが何かを欠いて必要としたなら、所有者の倉庫の封を開けて必要な物資を持ち出し、印を押し直して残しておくのが常であった。
ἐν τοῖς πολέμοις φοινικίσιν ἐχρῶντο· ἅμα μὲν γὰρ ἡ χρόα ἐδόκει αὐτοῖς ἀνδρικὴ εἶναι, ἅμα δὲ τὸ αἱματῶδες τοῦ χρώματος πλείονα τοῖς ἀπείροις φόβον παρέχει, καὶ τὸ μὴ εὐπερίφωρον δὲ τοῖς πολεμίοις εἶναι, ἐάν τις αὐτῶν πληγῇ, ἀλλὰ διαλανθάνειν διὰ τὸ ὁμόχρουν χρήσιμον.
戦争においては、赤い衣を用いた。それは、一方でその色が男らしいと思われていたからであり、他方で血のような色が不慣れな敵により大きな恐怖を与えるからであった。また、もし誰かが負傷したとしても、同色であるために敵に容易に気づかれず、隠し通せることも有益であった。
ὅταν στρατηγήματι τοὺς πολεμίους νικήσωσι, βοῦν τῷ Ἄρει θύουσιν· ὅταν δʼ ἐκ τοῦ φανεροῦ, ἀλεκτρυόνα, ἐθίζοντες τοὺς ἡγουμένους οὐ μόνον πολεμικοὺς ἀλλὰ καὶ στρατηγικοὺς εἶναι.
計略によって敵に勝利したときは、アレスに牡牛を犠牲として捧げ、正面突破のときは、雄鶏を捧げた。それは指導者たちに、単に戦闘に強いだけでなく、戦略的でもあるよう習慣づけるためであった。
ταῖς εὐχαῖς προστιθέασι τὸ ἀδικεῖσθαι δύνασθαι.7
彼らは祈りの中に、「不義に耐えうること」を加える。
εὐχὴ δʼ αὐτῶν διδόναι τὰ καλὰ ἐπὶ τοῖς ἀγαθοῖς, καὶ πλέον οὐδέν.
彼らの祈りは、「善きものの上に、美しきものを与えたまえ」ということであり、それ以上のものではなかった。
Ἀφροδίτην σέβουσι τὴν ἐνόπλιον καὶ πάντας δὲ τοὺς θεοὺς θήλεις καὶ ἄρρενας λόγχας ἔχοντας ποιοῦνται, ὡς ἁπάντων τὴν πολεμικὴν ἀρετὴν ἐχόντων.
彼らは武装せるアプロディテを崇拝し、また女神も男神も含め、すべての神々が槍を持つ姿に作る。それはすべての神々が戦士の徳を備えているとみなすからである。
- 238aκέντρον
名詞 κέντρον(刺激、鞭)は、主語である代名詞 ταῦτα(これら、すなわち歌や旋律)を主語とする動詞 εἶχε(持っていた)の対格目的語であり、形容詞 ἐγερτικόν や παραστατικόν による修飾を受けている。
- 238aβιούντων
属格分詞 βιούντων(生きている)は、その前にある名詞化された属格分詞 τῶν τρεσάντων(恐れおののいた者たち)に係り、これを修飾する。接続詞 ὡς は主観的な判定を表す。
- 238aἁμές
三つの合唱の歌詞はスパルタ特有のドーリス方言で書かれており、アッティカ方言での対応は ἁμές = ἡμεῖς, ποκʼ = ποτέ, ἦμες = ἦμεν, εἰμές = ἐσμέν, αἰ δὲ λῇς = εἰ δὲ θέλεις, ἐσσόμεσθα = ἐσόμεθα, κάρρονες = κρείσσονες となる。
- 238bτῷ ἐμμελεῖ
名詞化された中性単数形容詞であり、受動分詞 κερασθέν(交じり合った)に導かれる、結合・結合相手を示す与格(「調和・律動的なものと混ざり合う」)として機能している。
- 238eμοίρας
部分属格。属格を要求する動詞 μετεῖχε(あずかる、共有する)の直接の目的語として機能している。
- 238eχρῆσθαι
不定詞 χρῆσθαι(使用する)は与格支配であり、その目的語は文頭の τοῖς τῶν πλησίον ... οἰκέταις(隣人の奴隷たち)および κυσὶ καὶ ἵπποις(犬や馬)である。ὡς ἰδίοις は様態の補語。
- 239aτὸ ἀδικεῖσθαι δύνασθαι
動詞 προστιθέασι(加える)の直接目的語となっている中性対格の冠詞付不定詞句。内包される不定詞 ἀδικεῖσθαι は受動態であり、「不当に扱われること(不当な扱いに耐えうること)」を意味する。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 2 件
