Humanitext Reader

普鲁塔克 · 斯巴达古风习俗 §29-42

文艺禁令与斯巴达制度瓦解下的衰落

第 3 段,共 3 段 · 希腊语

内容简介

本文详述了斯巴达的风俗,包括禁绝戏剧、驱逐阿尔基洛科斯、对青年施加严酷训练以及依靠希洛特人保障闲暇,并总结了财富流入和法律瓦解如何导致斯巴达衰落并最终归于罗马统治。

§29ἐπιλέγουσι δὲ καὶ οἱ παροιμιαζόμενοι "τὰν χεῖρα ποτιφέροντα τὰν τύχαν καλεῖν," ὡς δέον ἐπικαλεῖσθαι τοὺς θεοὺς μετὰ τοῦ ἐγχειρεῖν τι καὶ πράττειν, ἄλλως δὲ μή.
那些说谚语的人也常说:“动手之时,方可呼唤命运”,这是因为人们应当在着手行动的同时去祈求神明,否则便不应祈求。
§30τοῖς παισὶν ἐπεδείκνυον τοὺς εἵλωτας μεθύσαντες εἰς ἀποτροπὴν πολυοινίας.
\n 他们会让希洛特人喝醉,然后展示给孩子们看,以劝阻他们不要过度饮酒。
§31ἔθος ἦν αὐτοῖς μηδὲ κόπτειν τὰς αὐλείους ἀλλʼ ἔξωθεν βοᾶν.
\n 他们有一种习惯,甚至不敲大门,而是从外面大声呼喊。
§32Στλεγγίσιν οὐ σιδηραῖς ἀλλὰ καλαμίναις ἐχρῶντο.
\n 他们使用的刮汗板不是铁制的,而是芦苇制的。
§33κωμῳδίας καὶ τραγῳδίας οὐκ ἠκροῶντο, ὅπως μήτε ἐν σπουδῇ μήτε ἐν παιδιᾷ ἀκούωσι τῶν ἀντιλεγόντων τοῖς νόμοις.
\n 他们不听喜剧和悲剧,以免无论在严肃还是消遣的场合,听到反对法律的言论。
§34Ἀρχίλοχον τὸν ποιητὴν ἐν Λακεδαίμονι γενόμενον αὐτῆς ὥρας ἐδίωξαν, διότι ἐπέγνωσαν αὐτὸν πεποιηκότα ὡς κρεῖττόν ἐστιν ἀποβαλεῖν τὰ ὅπλα ἢ ἀποθανεῖν· " ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν περὶ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων· αὐτὸς δʼ ἐξέφυγον θανάτου τέλος·
\n 诗人阿尔基洛科斯来到拉刻代蒙时,他们当即将其驱逐,因为他们发现他曾写诗称,丢弃武器也比死掉要好:\n“\n某个塞斯人正因我的盾牌而得意,那是我不情愿地丢弃在灌木丛旁的完美武器;\n但我自己逃脱了死亡的结局。
ἀσπὶς ἐκείνη ἐρρέτω· ἐξαῦθις κτήσομαι οὐ κακίω.
让那面盾牌滚蛋吧;我以后还会得到一面不比它差的。
" §35κόραις καὶ κόροις κοινὰ τὰ ἱερά.
\n”\n 少女和少年的神圣祭仪是共通的。
§36Σκιραφίδαν ἐζημίωσαν οἱ ἔφοροι, ὅτι ὑπὸ πολλῶν ἠδικεῖτο.
\n 监察官们处罚了斯基拉菲达斯,因为他受到了许多人的侵害。
§37Σακκοφόρον ἀνεῖλον, διότι παρυφὴν εἰς τὸν σάκκον ἐνέβαλεν.
\n 他们处死了一个穿粗麻袋的人,因为他在粗麻袋上加上了织边装饰。
§38τὸν ἐκ τοῦ γυμνασίου νεανίσκον ἐπετίμων, ὅτι τὴν εἰς Πυλαίαν ὁδὸν ἠπίστατο,
\n 他们训诫了那个来自体育场的青年,因为他熟知前往皮莱亚的道路。
§39Κηφισοφῶντα, εἰπόντα περὶ τοῦ τυχόντος δύνασθαι ὅλην τὴν ἡμέραν λέγειν, ἐξέβαλον, φάμενοι τὸν ἀγαθὸν μυθητὰν δεῖν τοῖς πράγμασιν ἴσον τὸν λόγον ἔχειν.
\n 凯菲索丰曾说自己能就任何琐事讲上整整一天,他们因此将他驱逐,并称好的讲述者应当使言语与事实相称。
§40οἱ παῖδες παρʼ αὐτοῖς ξαινόμενοι μάστιξι διʼ ὅλης τῆς ἡμέρας ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας Ἀρτέμιδος μέχρι θανάτου πολλάκις διακαρτεροῦσιν ἱλαροὶ καὶ γαῦροι, ἁμιλλώμενοι περὶ νίκης πρὸς ἀλλήλους, ὅστις αὐτῶν ἐπὶ πλέον τε καὶ μᾶλλον καρτερήσειε τυπτόμενος·
\n 在他们那里,孩子们在奥尔提亚·阿耳忒弥斯的祭坛前整天挨鞭笞,常常忍受至死,却依然神色愉悦而自豪,他们互相竞争胜利,看谁在挨打时能坚持得更久、更坚忍。
καὶ ὁ περιγενόμενος ἐν τοῖς μάλιστα ἐπίδοξός ἐστι.
胜出者会获得极高的名望。
καλεῖται δὲ ἡ ἅμιλλα διαμαστίγωσις γίγνεται δὲ καθʼ ἕκαστον ἔτος.
这种竞争被称为“鞭笞之试”,每年举行一次。
§41ἕν δέ τι τῶν καλῶν καὶ μακαρίων ἐδόκει παρεσκευακέναι τοῖς πολίταις ὁ Λυκοῦργος ἀφθονίαν σχολῆς·
\n 莱库古被原以为给公民们准备的美好而幸福的事物之一,便是充裕的闲暇。
τέχνης μὲν γὰρ ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐξῆν χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείαςοὐδʼ ὁτιοῦν ἔδει διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον πεποιηκέναι καὶ ἄτιμον.
因为他们完全不被允许从事任何卑俗的手艺,也根本不需要通过辛勤积累和经商来赚钱,因为莱库古使财富变得完全不令人羡慕且不体面。
οἱ δὲ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν ἀποφέροντες ἀποφορὰν τὴν ἄνωθεν ἱσταμένην.
希洛特人替他们耕作土地,缴纳自古定下的租税。
ἐπάρατον δʼ ἦν πλείονός τινα μισθῶσαι, ἵνα ἐκεῖνοι μὲν κερδαίνοντες ἡδέως ὑπηρετῶσιν, οὗτοι δὲ μὴ πλέον ἐπιζητῶσιν.
以更高的价格出租是遭诅咒的,这是为了让希洛特人能赚取利益并乐于服侍,而斯巴达人也不再索求更多。
§42ἀπείρητο δʼ αὐτοῖς ναύταις εἶναι καὶ ναυμαχεῖν ὕστερον μέντοι ἐναυμάχησαν, καὶ τῆς θαλάττης κρατήσαντες πάλιν ἀπέστησαν, διαφθειρόμενα τὰ ἤθη τῶν πολιτῶν θεωροῦντες.
\n 他们被禁止成为水手并进行海战。 然而后来他们确实进行了海战,并在控制了海洋之后,因看到公民的品德正在败坏,便再次放弃了海权。
ἀλλὰ πάλιν μετεβάλοντο καθάπερ ἐν τοῖς ἄλλοις πᾶσι·
但是,就像在其他所有事情上一样,他们再次改变了。
καὶ γὰρ χρημάτων συναχθέντων τοῖς Λακεδαιμονίοις, οἱ συναγαγόντες θανάτῳ κατεδικάσθησαν.
因为当为拉刻代蒙人积聚钱财时,那些积聚钱财的人被判处死刑。
Ἀλκαμένει γὰρ καὶ Θεοπόμπῳ τοῖς βασιλεῦσι χρησμὸς ἐδόθη "ἁ φιλοχρηματία Σπάρταν ὀλέει.
因为曾有神谕赐给国王阿尔卡梅奈斯和戴奥庞波斯:“贪财将毁灭斯巴达。
" ἀλλʼ ὅμως Λύσανδρος ἑλὼν Ἀθηναίους πολὺν χρυσὸν καὶ ἄργυρον εἰσήγαγε, καὶ παρεδέξαντο καὶ ἐτίμησαν τὸν ἄνδρα.
”然而,莱桑德在战胜雅典人后,带回了大量的金银,他们不仅予以接受,还向那个人致敬。
τοῖς μὲν οὖν Λυκούργου χρωμένη νόμοις ἡ πόλις καὶ τοῖς ὅρκοις ἐμμείνασα ἐπρώτευε τῆς Ἑλλάδος εὐνομίᾳ καὶ δόξῃ χρόνον ἐτῶν πεντακοσίων·
因此,只要城邦使用莱库古的法律并坚守誓言,它便在优良法治和声望上,在五百年间位居希腊之首。
κατʼ ὀλίγον δὲ παραβαινομένων καὶ πλεονεξίας καὶ φιλοπλουτίας παρεισδυομένης, καὶ τὰ τῆς δυνάμεως ἠλαττοῦτο καὶ οἱ σύμμαχοι διὰ ταῦτα δυσμενῶς εἶχον πρὸς αὐτούς.
但随着法律被渐渐违背,贪婪与对财富的追逐悄然渗入,他们的力量也随之衰退,盟友们也因此对他们怀有敌意。
ἀλλʼ ὅμως οὕτως ἔχοντες μετὰ τὴν Φιλίππου τοῦ Μακεδόνος ἐν Χαιρωνείᾳ νίκην, πάντων αὐτὸν τῶν Ἑλλήνων ἡγεμόνα κατά τε γῆν καὶ κατὰ θάλατταν ἀναγορευσάντων, καὶ μεταξὺ δʼ Ἀλέξανδρον τὸν υἱὸν μετὰ τὴν Θηβαίων καταστροφήν, μόνοι Λακεδαιμόνιοι, καίπερ ἀτείχιστον πόλιν ἔχοντες καὶ ὀλίγοι πάνυ ὄντες διὰ τοὺς συνεχεῖς πολέμους καὶ πολὺ ἀσθενέστεροι καὶ εὐχείρωτοι γενόμενοι, πάνυ βραχέα τινὰ ζώπυρα διασῴζοντες τῆς Λυκούργου νομοθεσίας, οὔτε συνεστράτευσαν οὔτε τούτοις οὔτε τοῖς μεταξὺ Μακεδονικοῖς βασιλεῦσιν, οὔτʼ εἰς συνέδριον κοινὸν εἰσῆλθον οὐδὲ φόρον ἤνεγκαν·
然而,尽管处于这种境地,在马其顿的腓力于喀罗尼亚取得胜利、所有希腊人都宣布他为陆海领袖之后,以及随后在底比斯毁灭后其子亚历山大被奉为领袖时,唯独拉刻代蒙人——尽管他们拥有没有城墙的城市,且因连年战争而人数极少,变得无比虚弱且易受攻击,仅保存着莱库古立法的一点极微弱的火星——既没有随他们出征,也没有随在此期间的马其顿国王们出征,既没有加入共同的评议会,也没有缴纳贡税。
ἕως οὗ παντάπασιν ὑπεριδόντες τὴν Λυκούργου νομοθεσίαν ὑπὸ τῶν ἰδίων πολιτῶν ἐτυραννεύθησαν μηδὲν ἔτι σῴζοντες τῆς πατρίου ἀγωγῆς, καὶ παραπλήσιοι τοῖς ἄλλοις γενόμενοι τὴν πρόσθεν εὔκλειαν καὶ παρρησίαν ἀπέθεντο καὶ εἰς δουλείαν μετέστησαν, καὶ νῦν ὑπὸ Ῥωμαίοις καθάπερ οἱ ἄλλοι Ἕλληνες ἐγένοντο.
直到最后,他们彻底无视了莱库古的立法,遭受了自己公民的僭主统治,不再保留任何祖传的训练,变得与其他希腊人无异,抛弃了先前的光荣与自由言论,落入了奴役之中,如今也像其他希腊人一样,归于罗马人的统治之下。

词汇与语法注释

  1. 239aὡς δέον — 分词 δέον 是无人称动词 δεῖ 的宾格绝对结构(accusative absolute),伴随连词 ὡς 表示主观原因(“以……为由”或“因为应当……”)。
  2. 239bἔντος — 在引用的诗句中,ἔντος(武具、武器)用作关系代词 ἣν(指盾牌)的同位语,作为中性单数宾格(诗歌或古雅语汇)使用,用以强调被留下的“完美武器”。
  3. 239dκαρτερήσειε — 尽管主句的主动词(διακαρτεροῦσιν)是现在时(表示持续的习惯),但在间接疑问句中却使用了希求语气(optative, καρτερήσειε)。该语气在这里用于表达普遍的、反复发生的可能性(“无论谁可能坚持下来”)。
  4. 239eἀφθονίαν σχολῆς — 解释前句“ἕν δέ τι τῶν καλῶν... ἐδόκει παρεσκευακέναι”的同位语。从语法上讲,本应使用主格(ἀφθονία),但由于它在概念上充当不定式 παρεσκευακέναι 的直接宾语,因而被吸引为宾格(ἀφθονίαν)。
  5. 240bμόνοι Λακεδαιμόνιοι... οὔτε συνεστράτευσαν — 由于从 καίπερ 开始一直延伸至 διασῴζοντες 的极其冗长的插入分词短语,句首主语 μόνοι Λακεδαιμόνιοι 与其主动词 οὔτε συνεστράτευσαν 发生了严重的离隔(hyperbaton)。阅读时必须首先把握其核心骨架:“唯独拉刻代蒙人……没有出征”。

引用这一段

普鲁塔克, 斯巴达古风习俗 §29-42. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg082a.humanitext-grc3:29-42

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。