§1τῶν εἰσιόντων εἰς τὰ συσσίτια ἑκάστῳ δεικνύων ὁ πρεσβύτατος τὰς θύρας,
διὰ τούτων,
φησίν,
οὐδεὶς ἐξέρχεται λόγος.
每一个进入公共食堂的人,最年长者都会向其指着门说:“没有任何言语能从这门走出去。
§2δοκιμαζομένου μάλιστα παρʼ αὐτοῖς τοῦ μέλανος λεγομένου ζωμοῦ, ὥστε μὴ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, παραχωρεῖν δὲ τοῖς νεανίσκοις, λέγεται Διονύσιος ὁ τῆς Σικελίας τύραννος τούτου χάριν Λακωνικὸν μάγειρον πρίασθαι καὶ προστάξαι σκευάσαι αὐτῷ μηδενὸς φειδόμενον ἀναλώματος·
” 由于所谓的黑汤在他们中极受推崇,以至于年长者不需要肉,而是将其让给年轻人,据说西西里的僭主狄奥尼修斯为此买下了一名拉哥尼亚厨师,并命令他不惜任何开销为其调制此汤。
ἔπειτα γευσάμενον καὶ δυσχεράναντα ἀποπτύσαι καὶ τὸν μάγειρον εἰπεῖν,
ὦ βασιλεῦ, τοῦτον δεῖ τὸν ζωμὸν γυμνασάμενον Λακωνικῶς καὶ τῷ Εὐρώτᾳ λελουμένον ἐποψᾶσθαι.
随后,他尝了尝,感到厌恶便吐了出来,厨师说:“大王,必须要像拉哥尼亚人一样锻炼,并在欧罗塔斯河中沐浴之后,才能佐餐享用这汤。
§3πιόντες οἱ Λάκωνες ἐν τοῖς συσσιτίοις μετρίως ἀπίασι δίχα λαμπάδος·
” 斯巴达人在公共食堂适度饮酒后,便在没有火把的情况下离去。
οὐ γὰρ ἔξεστι πρὸς φῶς βαδίζειν οὔτε ταύτην οὔτε ἄλλην ὁδόν, ὅπως ἐθίζωνται σκότους καὶ νυκτὸς εὐθαρσῶς καὶ ἀδεῶς ὁδεύειν.
因为在这条路或任何其他路上,都不允许靠着光亮行走,以便让他们习惯在黑暗和夜间勇敢且毫无畏惧地行路。
§4γράμματα ἕνεκα τῆς χρείας ἐμάνθανον· τῶν δὲ ἄλλων παιδευμάτων ξενηλασίαν ἐποιοῦντο, οὐ μᾶλλον ἀνθρώπων ἢ λόγων.
他们仅仅为了实用的目的而学习读写;但对于其他的教育,他们则予以驱逐,不仅对言论如此,对人也是如此。
δὲ παιδεία ἦν αὐτοῖς πρὸς τὸ ἄρχεσθαι καλῶς καὶ καρτερεῖν πονοῦντα καὶ μαχόμενον νικᾶν ἢ ἀποθνήσκειν.
他们的教育旨在服从顺从、忍受劳苦、并在战斗中取胜或战死。
§5διετέλουν δὲ καὶ ἄνευ χιτῶνος, ἓν ἱμάτιον εἰς τὸν ἐνιαυτὸν λαμβάνοντες, αὐχμηροὶ τὰ σώματα καὶ λουτρῶν καὶ ἀλειμμάτων κατὰ τὸ πλεῖστον ἀπεχόμενοι.
他们还不穿内衣,一年只领一件外衣,身体肮脏,在很大程度上避开沐浴和涂油。
§6ἐκάθευδον. δὲ οἱ νέοι ὁμοῦ κατʼ ἴλην καὶ κατὰ ἀγέλην ἐπὶ στιβάδων, ἃς αὐτοὶ συνεφόρουν, τοῦ παρὰ τῷ Εὐρώτᾳ πεφυκότος καλάμου τὰ ἄκρα ταῖς χερσὶν ἄνευ σιδήρου κατακλάσαντες - ἐν δὲ τῷ χειμῶνι τοὺς λεγομένους λυκόφονας ὑπεβάλλοντο καὶ κατεμείγνυσαν ταῖς στιβάσι, θερμαντικὸν ἔχειν τι τῆς ὕλης δοκούσης.
年轻人们按队和按群一起睡在草垫上,这些草垫是他们自己收集的,用手(不用铁器)折断生长在欧罗塔斯河畔的芦苇梢而制成。 在冬天,他们会在草垫下铺上并混入所谓的“狼杀草”(lykophonas),因为他们认为这种材质具有某种保暖的特性。
§7ἐρᾶν τῶν τὴν ψυχὴν σπουδαίων παίδων ἐφεῖτο· τὸ δὲ πλησιάζειν αἰσχρὸν νενόμιστο, ὡς τοῦ σώματος ἐρῶντας ἀλλʼ οὐ τῆς ψυχῆς·
他们被允许去爱那些灵魂卓越的少年;但肉体上的亲近被认为是可耻的,因为这被视为爱其肉体而非灵魂。
ὁ δὲ ἐγκληθεὶς ὡς ἐπʼ αἰσχύνῃ πλησιάζων ἄτιμος διὰ βίου ἦν.
任何被控因耻辱目的而亲近者,终身丧失公民权。
§8ἔθος ἦν καὶ τοὺς νεωτέρους ὑπὸ τῶν πρεσβυτέρων ἐρωτᾶσθαι ποῦ πορεύονται καὶ ἐπὶ τί, καὶ τὸν μὴ ἀποκρινόμενον ἢ προφάσεις πλέκοντα ἐπιπλήττειν ὁ δὲ μὴ ἐπιπλήττων παρόντος αὐτοῦ ἁμαρτάνοντα ἔνοχος ἦν τῷ ἴσῳ ἐπιτιμίῳ ᾧπερ καὶ ὁ ἁμαρτών· καὶ ὁ δυσχεραίνων δέ, εἰ ἐπιτιμῷτο, ἐν μεγάλῳ ὀνείδει ἦν.
还有一种习惯是,年青人会被年长者询问要去哪里以及去做什么,并斥责那些不回答或编造借口的人。 在场而目睹犯错却不加斥责的人,要承担与犯错者同等的惩罚;而那些在被斥责时表示不满的人,则会蒙受极大的耻辱。
§9εἴ τις φωραθείη ἁμαρτάνων, ἔδει τοῦτον βωμόν τινα τῶν ἐν τῇ πόλει κύκλῳ περιιέναι, ψόγον ᾄδοντα πεποιημένον εἰς ἑαυτόν· ὅπερ ἦν οὐδὲν ἕτερον ἢ ἐπιπλήττειν αὐτὸν ἑαυτῷ.
如果有人因犯错而被捉住,他必须环绕城内的某座祭坛走一圈,吟唱一首针对自己的谴责之歌;这无非是自己对自己进行斥责。
§10καὶ τοὺς νέους δὲ οὐ μόνον τοὺς ἰδίους αἰδεῖσθαι πατέρας καὶ ὑπηκόους τούτοις εἶναι, ἀλλὰ πάντας τοὺς πρεσβυτέρους ἐντρέπεσθαι, καὶ ὁδῶν ὑποχωροῦντας καὶ καθέδρας ὑπεξισταμένους καὶ παρόντων ἡσυχάζοντας.
年轻人不仅要尊敬和服从自己的父亲,还要敬重所有的年长者,在路上让路,在席位上起立,在他们面前保持安静。
διὸ καὶ ἦρχεν ἕκαστος οὐχ ὥσπερ ἐν ταῖς ἄλλαις πόλεσι τῶν αὑτοῦ τέκνων καὶ δούλων καὶ κτημάτων, ἀλλʼ ὥσπερ τῶν αὑτοῦ καὶ τῶν τοῦ πλησίον, ὅπως ὅτι μάλιστα κοινωνῶσι καὶ φροντίζωσιν ὡς οἰκείων.
因此,每个人不仅像在其他城邦那样管理自己的孩子、奴隶和财产,而且也像管理自己的一样去管理邻居的,以便尽可能地实现共有并像对待家人一样加以关照。
§11παῖς δὲ ὑπό τινος κολασθείς, εἰ τῷ πατρὶ ἐξήγγειλεν, αἰσχρὸν ἦν τῷ πατρὶ μὴ προσεντεῖναι ἀκούσαντα πάλιν ἑτέρας·
如果一个孩子被某人处罚,并向父亲报告,父亲在听闻后若不加予另一顿鞭打,则是可耻的。
ἐπίστευον γὰρ ἑαυτοῖς ἐκ τῆς πατρίου ἀγωγῆς μηδὲν αἰσχρὸν προστάξαι τοῖς τέκνοις.
因为由于祖传的训练,他们互相信任,绝不会命令孩子们去做任何可耻的事。
§12κλέπτουσι δὲ οἱ νέοι καὶ τῶν σιτίων ὅ τι ἂν δύνωνται, μανθάνοντες εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύδουσιν ἢ ῥᾳθύμως φυλάττουσι· τῷ δὲ ἁλόντι ζημία πληγαὶ καὶ τὸ πεινῆν.
年轻人们还尽可能盗取食物,学习巧妙地袭击那些正在睡觉或看守大意的人;对被捕者而言,惩罚是鞭打和挨饿。
γλίσχρον γὰρ αὐτοῖς ἐστι δεῖπνον, ὅπως διʼ αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν ἀναγκάζωνται τολμᾶν καὶ πανουργεῖν.
因为他们的晚饭是微薄的,以便让他们通过自己抵抗匮乏,从而被迫去冒险和施展狡黠。
§13τόδε ἔργον τῆς σιτοδείας· διά τε ταῦτα γλίσχρα ἦν καὶ ἵνʼ ἐθίζωνται μηδέποτε γίγνεσθαι πλήρεις, δύνασθαι δὲ πεινῆν·
粮食匮乏的作用如下:因为这些原因,食物是微薄的,也是为了让他们习惯于永不饱足,而是能够挨饿。
οὕτω γὰρ ᾤοντο καὶ ἐν πολέμῳ χρησιμωτέρους ἔσεσθαι, εἰ δύναιντο καὶ ἀσιτήσαντες ἐπιπονῆσαι· καὶ ἐγκρατεστέρους δὲ καὶ εὐτελεστέρους, εἰ πλείω χρόνον διάγοιεν ἀπὸ μικρᾶς δαπάνης·
因为他们认为,如果能不进食而坚持劳作,他们在战争中也会更有用;而且如果能以微小的开销度过更长的时间,他们也会更具克制力且更为节俭。
τὴν δʼ ἀνοψίαν ὑποφέρειν, ὡς βρῶμα τὸ τυχὸν προσφέρεσθαι, ᾤοντο ὑγιεινότερα τὰ σώματα ἀπὸ τῆς ἐλλειπούσης ποιεῖν τροφῆς, νομίζοντες εἰς βάθος τε καὶ πλάτος ὁρμῇ πιεζόμενα ἐπαίρειν εἰς ὕψος τὰ σώματα, καὶ καλὰ δὲ ποιεῖν·
他们还认为,忍受没有佐餐之物、从而接受任何碰巧得到的食物,可以使身体因匮乏的营养而更健康;因为他们相信,身体在横向和深度上的扩张冲动被抑制后,就会在高度上向上挺拔,并且变得美观。
τὰς γὰρ ἰσχνὰς καὶ διακένους ἕξεις ὑπακούειν πρὸς τὴν διάρθρωσιν, τὰς δὲ πολυτρόφους διὰ βάρος ἀντιβαίνειν.
因为消瘦和中空的体态更容易顺从关节的成型,而营养过剩的体态则因其沉重而对此产生抵抗。