Humanitext Reader

普鲁塔克 · 论迷信 §6-7

无神论者与迷信者面对逆境时的态度差异

第 4 段,共 7 段 · 希腊语

内容简介

论述了无神论者与迷信者在面对逆境时的不同态度。无神论者会将原因归于自然或自身,并默默承受,而迷信者则将一切不幸视为神罚,拒绝医生和哲学家协助,并沉溺于极端的自残仪式。

§6τί οὖν; οὐ δοκεῖ σοι καὶ τὸ τῶν ἀθέων πρὸς τοὺς δεισιδαίμονας πάθος ἔχειν τοιαύτην διαφοράν;
那么,你难道不认为无神论者的状态与迷信者的状态相比,也有着这样的区别吗?
οἱ μὲν οὐχ ὁρῶσι τοὺς θεοὺς τὸ παράπαν, οἱ δὲ κακοὺς ὑπάρχειν νομίζουσιν· οἱ μὲν παρορῶσιν, οἱ δὲ δοξάζουσι φοβερὸν τὸ εὐμενὲς καὶ τυραννικὸν τὸ πατρικὸν καὶ βλαβερὸν τὸ κηδεμονικὸν καὶ τὸ ἄμικτον ἄγριον εἶναι καὶ θηριῶδες.
前者完全看不见神明,而后者则认为神明是邪恶的存在;前者对神视而不见,而后者则将仁慈者视为可怕的,将父亲般的视为专制的,将关怀者视为有害的,将难以亲近者视为野蛮和兽性的。
εἶτα χαλκοτύποις μὲν πείθονται καὶ λιθοξόοις καὶ κηροπλάσταις ἀνθρωπόμορφα τῶν θεῶν τὰ εἴδη ποιοῦσι, καὶ τοιαῦτα πλάττουσι καὶ κατασκευάζουσι καὶ προσκυνοῦσι· φιλοσόφων δὲ καὶ πολιτικῶν ἀνδρῶν καταφρονοῦσιν, ἀποδεικνύντων τὴν τοῦ θεοῦ σεμνότητα μετὰ χρηστότητος καὶ μεγαλοφροσύνης καὶ εὐμενείας καὶ κηδεμονίας.
进而,他们听信那些把神明的形象做成人类模样的铜匠、石匠和蜡塑工,并且塑造、制作并崇拜这样的塑像;他们却蔑视哲学家和政治家,这些人论证了神明的尊严是与善良、宽宏、友善和关怀相伴的。
περίεστιν οὖν τοῖς μὲν ἀναισθησία καὶ ἀπιστία τῶν ὠφελούντων, τοῖς δὲ ταραχὴ καὶ φόβος πρὸς τὰ ὠφελοῦντα.
因此,结果是前者对有益之物毫无感觉且不信任,而后者对有益之物却感到混乱和恐惧。
καὶ ὅλως ἡ μὲν ἀθεότης ἀπάθεια πρὸς τὸ θεῖόν ἐστι μὴ νοοῦσα τὸ ἀγαθόν, ἡ δὲ δεισιδαιμονία πολυπάθεια κακὸν τὸ ἀγαθὸν ὑπονοοῦσα.
总而言之,无神论是由于不理解善而对神圣之物表现出的无情,而迷信则是由于猜疑善为恶而表现出的多情。
φοβοῦνται τοὺς θεοὺς καὶ καταφεύγουσιν ἐπὶ τοὺς θεούς, κολακεύουσι καὶ λοιδοροῦσιν, εὔχονται καὶ καταμέμφονται.
他们害怕神明却又投奔神明,奉承他们却又咒骂他们,祈求他们却又埋怨他们。
κοινὸν ἀνθρώπων τὸ μὴ πάντα διευτυχεῖν· " κεῖνοι γάρ τʼ ἄνοσοι καὶ ἀγήραοι πόνων τʼ ἄπειροι, βαρυβόαν πορθμὸν πεφευγότες Ἀχέροντος, " ὁ Πίνδαρός φησι, τὰ δʼ ἀνθρώπινα πάθη καὶ πράγματα μέμικται συντυχίαις ἄλλοτʼ ἄλλως ῥεούσαις.
不能在一切事上都顺遂,是人类所共有的命运; “因为他们无病也无灾,不老也不衰,不受劳苦折磨,已然逃离了阿刻戎河沉重咆哮的渡口,” 正如宾达所言,然而人世间的遭遇和事务,却交织着时而这样、时而那样起伏不定的偶然机遇。
§7φέρε δὴ πρῶτον ἐν τοῖς ἀβουλήτοις σκόπει τὸν ἄθεον καὶ καταμάνθανε τὴν διάθεσιν, ἂν ᾖ τἄλλα μέτριος, χρωμένου σιωπῇ τοῖς παροῦσι καὶ πορίζοντος αὑτῷ βοηθείας καὶ παρηγορίας, ἂν δὲ δυσφορῇ καὶ περιπαθῇ, πάντας ἐπὶ τὴν τύχην καὶ τὸ αὐτόματον ἀπερειδομένου τοὺς ὀδυρμοὺς καὶ βοῶντος ὡς οὐδὲν κατὰ δίκην οὐδʼ ἐκ προνοίας ἀλλὰ πάντα συγκεχυμένως καὶ ἀκρίτως φέρεται καὶ ταράττεται τὰ τῶν ἀνθρώπων.
那么,且让我们先来看看身处逆境之中的无神论者,并体察他的心态:如果他在其他方面是个温和适度的人,他会默默承受眼前的处境,并为自己寻找帮助与抚慰;但如果他感到难以忍受且情绪过分激动,他也会把所有的哀怨都推给命运和偶然,并大喊:人类的事务根本不是依据正义或神意,而是全然混乱且毫无秩序地流转和动荡着的。
τοῦ δὲ δεισιδαίμονος οὐχ οὗτος ὁ τρόπος, ἀλλʼ εἰ καὶ μικρότατον αὐτῷ κακόν τι συμπεπτωκός ἐστιν, ἄλλα κάθηται πάθη χαλεπὰ καὶ μεγάλα καὶ δυσαπάλλακτα τῇ λύπῃ προσοικοδομῶν, καὶ προσεμφορῶν αὑτῷ δείματα καὶ φόβους καὶ ὑποψίας καὶ ταραχάς, παντὶ θρήνῳ καὶ παντὶ στεναγμῷ καθαπτόμενος·
但迷信者的态度并非如此;相反,即使落在他身上的只是一丁点微不足道的坏事,他也会坐着,在悲伤之上添砖加瓦,垒起其他沉重、巨大且难以摆脱的情感痛苦,并往自己身上倾倒恐慌、害怕、怀疑和混乱,用一切哀悼和一切叹息来折磨自己。
οὔτε γὰρ ἄνθρωπον οὔτε τύχην οὔτε καιρὸν οὔτε ἑαυτὸν ἀλλὰ πάντων τὸν θεὸν αἰτιᾶται, κἀκεῖθεν ἐπʼ αὐτὸν ἥκειν καὶ φέρεσθαι ῥεῦμα δαιμόνιον ἄτης φησί, καὶ ὡς οὐ δυστυχὴς ὢν ἀλλὰ θεομισής τις ἄνθρωπος ὑπὸ τῶν θεῶν κολάζεσθαι καὶ δίκην διδόναι καὶ πάντα πάσχειν προσηκόντως διʼ αὑτὸν οἴεται.
因为他既不指责人,也不指责命运、时机或他自己,而是把一切都归罪于神,并说那是从上天流向他的一股神圣的毁灭之潮,他认为自己并不是不幸,而是作为一个被神憎恨的人在接受神明的惩罚、偿还罪债,并且因为他自己的缘故,理所当然地承受着这一切痛苦。
νοσῶν θʼ ὁ ἄθεος ἐκλογίζεται καὶ ἀναμιμνῄσκεται πλησμονὰς αὑτοῦ καὶ οἰνώσεις καὶ ἀταξίας περὶ δίαιταν ἢ κόπους ὑπερβάλλοντας ἢ μεταβολὰς ἀέρων ἀήθεις καὶ τόπων, ἔπειτα προσκρούσας ἐν πολιτείαις καὶ περιπεσὼν ἀδοξίαις πρὸς ὄχλον ἢ διαβολαῖς πρὸς ἡγεμόνα τὴν αἰτίαν ἐξ αὑτοῦ καὶ τῶν περὶ αὑτὸν σκοπεῖ "πῆ παρέβην;
当无神论者生病时,他会计算并回想自己的暴饮暴食、酗酒、饮食无度、过度劳累,或者是气候与环境的异常变化;接着,若他在政治事务中受挫,在民众面前落得声名狼藉,或者在统治者面前遭到诽谤,他也会从自身及自己身边的人身上寻找原因: “我何处走错了?
τί δʼ ἔρεξα;
我做了什么?
τί μοι δέον οὐκ ἐτελέσθη;
我有什么该做的事未曾完成?
" τῷ δὲ δεισιδαίμονι καὶ σώματος ἀρρωστία πᾶσα καὶ χρημάτων ἀποβολὴ καὶ τέκνων θάνατοι καὶ περὶ πολιτικὰς πράξεις δυσημερίαι καὶ ἀποτεύξεις πληγαὶ θεοῦ καὶ προσβολαὶ δαίμονος λέγονται.
” 然而对迷信者来说,身体的任何疾病、财产的损失、子女的死亡,以及政治活动中的不顺与失败,都被称为神明的打击和恶魔的袭击。
ὅθεν οὐδὲ τολμᾷ βοηθεῖν οὐδὲ διαλύειν τὸ συμβεβηκὸς οὐδὲ θεραπεύειν οὐδʼ ἀντιτάττεσθαι, μὴ δόξῃ θεομαχεῖν καὶ ἀντιτείνειν κολαζόμενος, ἀλλʼ ὠθεῖται μὲν ἔξω νοσοῦντος ὁ ἰατρός, ἀποκλείεται δὲ πενθοῦντος ὁ νουθετῶν καὶ παραμυθούμενος φιλόσοφος.
因此,他甚至不敢去寻求拯救,不敢去化解已发生的事,不敢去医治,也不敢去对抗,生怕自己显得是在神罚之下与神作对并进行抗争;于是,病人的医生被推出了门外,而劝诫和抚慰他的哲学家也被丧恸之人的门扉拒之门外。
ἔα με φησὶν ἄνθρωπε διδόναι δίκην, τὸν ἀσεβῆ, τὸν ἐπάρατον, τὸν θεοῖς καὶ δαίμοσι μεμισημένον.
“放开我,” 他说, “你这人,让我去接受惩罚吧,我这个不敬神、受诅咒、被神明和恶魔所憎恶的人。
ἔστιν ἀνθρώπου μὴ πεπεισμένου θεοὺς εἶναι λυπουμένου δʼ ἄλλως καὶ περιπαθοῦντος ἀπομάξαι δάκρυον, ἀποκεῖραι κόμην, ἀφελέσθαι τὸ ἱμάτιον· τὸν δὲ δεισιδαίμονα πῶς ἂν προσείποις ἢ ποῦ βοηθήσεις;
” 对于一个不相信神明存在、却因其他原因而悲伤和激动的人来说,抹去眼泪、剪掉头发、脱去外衣都是可以做到的;但对于迷信者,你又该如何去劝说,或者在哪里去帮助他呢?
ἔξω κάθηται σακκίον ἔχων, καὶ περιεζωσμένος ῥάκεσι ῥυπαροῖς πολλάκις δὲ γυμνὸς ἐν πηλῷ κυλινδούμενος ἐξαγορεύει τινὰς ἁμαρτίας αὑτοῦ καὶ πλημμελείας, ὡς τόδε φαγόντος ἢ πιόντος ἢ βαδίσαντος ὁδὸν ἣν οὐκ εἴα τὸ δαιμόνιον.
他穿着粗麻布坐在室外,腰缠污秽的破烂衣服,甚至常常赤身裸体地在泥淖中打滚,忏悔着自己的某些罪过和差错:说是因为吃了这个或喝了那个,或是走了神明不容许他走的道路。
ἂν δʼ ἄριστα πράττῃ καὶ συνῇ πράῳ δεισιδαιμονίᾳ, περιθειούμενος οἴκοι κάθηται καὶ περιματτόμενος, αἱ δὲ γρᾶες καθάπερ παττάλῳ φησὶν ὁ Βίων ὅ τι ἂν τύχωσιν αὐτῷ περιάπτουσι φέρουσαι καὶ περιαρτῶσι
即便在他处于最好的状态、伴随着温和的迷信之时,他也是坐在家里,用硫磺烟熏并涂抹清洗,而那些老太婆们, “就像对待一个挂钉一样,” 正如比翁所说, “把任何她们碰巧找到的东西拿来绑在他身上,或者挂上去。 ”

词汇与语法注释

  1. ¦15¦δοξάζουσι φοβερὸν τὸ εὐμενὲς — 动词 `δοξάζουσι` 带有双宾格结构,其中宾格 `τὸ εὐμενές` 为宾语,形容词 `φοβερόν` 为宾语补足语(谓语性宾格)。随后的“`τυραννικόν τὸ πατρικόν`”等短语也并列地采用了这一宾语与补足语的结构。
  2. ¦167e¦κακὸν τὸ ἀγαθὸν ὑπονοοῦσα — 分词 `ὑπονοοῦσα` 带有双宾格结构,以 `τὸ ἀγαθόν` 为宾语,`κακόν` 为宾语补足语,意为“将善猜疑为恶”。
  3. ¦15¦χρωμένου σιωπῇ τοῖς παροῦσι — 此处为一个破格(anacoluthon)句式,修饰前文单数宾格名词 `τὸν ἄθεον` 的分词在此处转变为了属格 `χρωμένου`。或者也可以解释为省略了代词 `αὐτοῦ` 的属格绝对结构。
  4. ¦20¦μὴ δόξῃ θεομαχεῖν — 由否定词 `μή` 与虚拟语气 `δόξῃ` 构成的表示担忧或预防的从句,意为“生怕/免得他显得……”。它解释了主句中所描述的避难和不作为的动机。
  5. ¦168d¦ἔστιν ἀνθρώπου μὴ πεπεισμένου — 此处使用非人称动词 `ἔστι` 后接表示特征或占有的属格(`ἀνθρώπου...`)以及不定式(`ἀπομάξαι` 等)的结构,意为“对于一个不相信……的人来说,抹去眼泪等是可能的/其特征”。
  6. ¦5¦ὡς τόδε φαγόντος — 连接词 `ὡς`(引导主观原因或声称)与属格分词 `φαγόντος`(与前文 `αὑτοῦ` 一致,或属格绝对)的结合,用以表明迷信者忏悔的主观内容(“声称是因为吃了这个……”)。

引用这一段

普鲁塔克, 论迷信 §6-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg080.humanitext-grc2:6-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。