§8τὸν Τιρίβαζόν φασιν ὑπὸ τῶν Περσῶν συλλαμβανόμενον σπάσασθαί τε τὸν ἀκινάκην, εὔρωστον ὄντα, καὶ διαμάχεσθαι· μαρτυρομένων δὲ καὶ βοώντων ὅτι συλλαμβάνουσιν αὐτὸν βασιλέως κελεύσαντος, αὐτίκα τὸ ξίφος καταβαλεῖν καὶ τὼ χεῖρε συνδῆσαι παρασχεῖν.
据说ティリバゾス在被波斯人逮捕时,因身体强健而拔出短剑奋力抵抗;但当他们作证并大喊是奉国王之命逮捕他时,他立刻扔下剑,主动递出双手让人捆绑。
ἆρʼ οὖν οὐχ ὅμοιόν ἐστι τὸ γιγνόμενον;
那么,现在发生的事情难道不是相似的吗?
οἱ μὲν ἄλλοι διαμάχονται συμφοραῖς καὶ διωθοῦνται τὰ πράγματα, φυγὰς ἑαυτοῖς μηχανώμενοι καὶ παρατροπὰς τῶν ἀβουλήτων· ὁ δὲ δεισιδαίμων οὐδενὸς ἀκούσας, αὐτὸς πρὸς αὑτὸν εἰπών
ταῦτα πάσχεις, ὦ κακόδαιμον, ἐκ προνοίας καὶ θεοῦ κελεύοντος
ἔρριψε πᾶσαν ἐλπίδα, προήκατο ἑαυτόν, ἔφυγε διεκρούσατο τοὺς βοηθοῦντας.
其他人在灾难面前奋力抗争,推开逆境,为自己谋求出路和避开不愿见之事的手段;而迷信者却不听任何人的话,只对自己说道: “你承受这些,可怜的人啊,是出于天意和神明的命令。 ” 他便抛弃了所有希望,放弃了自己,逃避并拒绝了那些前来帮助他的人。
πολλὰ τῶν μετρίων κακῶν ὀλέθρια ποιοῦσιν αἱ δεισιδαιμονίαι.
迷信让许多原本温和的灾祸变得致命。
Μίδας ὁ παλαιός, ὡς ἔοικεν, ἔκ τινων ἐνυπνίων ἀθυμῶν καὶ ταραττόμενος οὕτω κακῶς ἔσχε τὴν ψυχήν, ὥσθʼ ἑκουσίως ἀποθανεῖν αἷμα ταύρου πιών.
古时的米ダス,似乎是因为某些梦境而气馁和动摇,精神状态变得极差,以至于自愿通过喝下公牛的血而死。
ὁ δὲ τῶν Μεσσηνίων βασιλεὺς Ἀριστόδημος ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ, κυνῶν λύκοις ὠρυομένων ὅμοια καὶ περὶ τὴν ἑστίαν αὐτοῦ τὴν πατρῴαν ἀγρώστεως ἀναβλαστανούσης καὶ τῶν μάντεων τὰ σημεῖα φοβουμένων, ἐξαθυμήσας καὶ κατασβεσθεὶς ταῖς ἐλπίσιν αὐτὸς ἑαυτὸν ἀπέσφαξεν.
而美塞尼亚人的国王阿里斯托デモス在与拉刻代蒙人的战争中,因狗像狼一样嚎叫,且在他父祖的炉灶旁长出了野草,占卜者们也害怕这些征兆,他便彻底气馁,希望之火熄灭,割喉自尽。
ἦν δʼ ἴσως καὶ Νικίᾳ τῷ Ἀθηναίων στρατηγῷ κράτιστον οὕτως ἀπαλλαγῆναι τῆς δεισιδαιμονίας ὡς Μίδας ἢ Ἀριστόδημος ἢ φοβηθέντι τὴν σκιὰν ἐκλιπούσης τῆς σελήνης καθῆσθαι περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων, εἶθʼ ὁμοῦ τέτταρσι μυριάσιν ἀνθρώπων φονευθέντων τε καὶ ζώντων ἁλόντων ὑποχείριον γενέσθαι καὶ δυσκλεῶς ἀποθανεῖν.
也许对于雅典人的将军尼キアス来说,像米ダス或阿里斯托デモス那样摆脱迷信(而死),也远好过因害怕月食时落下的阴影而坐以待毙、被敌人包围,进而导致四万大军或被杀戮或被生擒,而自己落入敌手、屈辱地死去。
οὐ γὰρ γῆς ἀντίφραξις ἐν μέσῳ γενομένης φοβερόν, οὐδὲ δεινὸν ἐν καιρῷ περιόδων σκιᾶς πρὸς σελήνην ἀπάντησις, ἀλλὰ δεινὸν τὸ τῆς δεισιδαιμονίας σκότος ἐκπεσόντος ἀνθρώπου συγχέαι καὶ τυφλῶσαι λογισμὸν ἐν πράγμασι μάλιστα λογισμοῦ δεομένοις
"
Γλαῦκʼ, ὅρα, βαθὺς γὰρ ἤδη κύμασι ταράσσεται
πόντος, ἀμφὶ δʼ ἄκρᾳ Γυρέων ὀρθὸν ἵσταται νέφος,
σῆμα χειμῶνος.
因为地球介于其间遮挡光线并不令人恐惧,在运行周期中阴影与月亮交会也非可怕之事,可怕的是迷信的黑暗,它降临在失去理智的人身上,在最需要理智的事务中扰乱并蒙蔽了他的理性。 “格劳科斯,看啊! 深海已因波涛而动荡,在居赖的岬角周围,一团乌云笔直地升起,这是暴风雨的征兆。
"
τοῦτʼ ἰδὼν κυβερνήτης εὔχεται μὲν ὑπεκφυγεῖν καὶ θεοὺς ἐπικαλεῖται σωτῆρας, εὐχόμενος δὲ τὸν οἴακα προσάγει, τὴν κεραίαν ὑφίησι,
"φεύγει μέγα λαῖφος ὑποστολίσας ἐρεβώδεος ἐκ θαλάσσης.
” 看到这一幕,舵手虽然祈祷能够逃脱,并呼唤神明作为救主,但在祈祷的同时他转动舵柄,放下帆桁, “收起大帆,从阴暗的海面逃离。
"
ὁ Ἡσίοδος κελεύει πρὸ ἀρότου καὶ σπόρου τὸν γεωργὸν εὔχεσθαι
Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ
τῆς ἐχέτλης ἐχόμενον, Ὅμηρος δὲ τὸν Αἴαντά φησι τῷ Ἕκτορι μέλλοντα μονομαχεῖν εὔχεσθαι κελεύειν τοὺς Ἕλληνας ὑπὲρ αὐτοῦ τοῖς θεοῖς, εἶτʼ εὐχομένων ἐκείνων ὁπλίζεσθαι.
” 赫西俄德命令农夫在耕作和播种前,手扶犁柄,向大地之神宙斯和圣洁的德墨忒尔祈祷;荷马也说,埃阿斯在准备与赫克托耳决斗时,命令希腊人为他向神明祈祷,然后,在他们祈祷时,他自己披挂上阵。
καὶ ὁ Ἀγαμέμνων ὅτε τοῖς μαχομένοις προσέταξεν
"εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,"
τότε παρὰ τοῦ Διὸς αἰτεῖ
"δός με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον· "
ἀρετῆς γὰρ ἐλπὶς ὁ θεός ἐστιν, οὐ δειλίας πρόφασις.
而阿伽门农在命令战士们时说: “每个人当磨好长矛,备好盾牌,” 然后才向宙斯祈求: “赐予我,将普里阿摩斯的宫殿彻底倾覆;” 因为神是勇气的希望,而非懦弱的借口。
ἀλλʼ Ἰουδαῖοι σαββάτων ὄντων ἐν ἀγνάπτοις καθεζόμενοι, τῶν πολεμίων κλίμακας προστιθέντων καὶ τὰ τείχη καταλαμβανόντων, οὐκ ἀνέστησαν ἀλλʼ ἔμειναν ὥσπερ ἐν σαγήνῃ μιᾷ τῇ δεισιδαιμονίᾳ συνδεδεμένοι.
然而犹太人却在安息日里,身着未洗的衣服坐着,在敌人架起梯子并占领城墙时,他们也不站起来抗争,而是像被困在一张渔网中一样,任由迷信将自己束缚。
§9τοιαύτη μὲν ἐν τοῖς ἀβουλήτοις καὶ περιστατικοῖς λεγομένοις πράγμασι καὶ καιροῖς ἡ δεισιδαιμονία, βελτίων δʼ οὐδὲν οὐδʼ ἐν τοῖς ἡδίοσι τῆς ἀθεότητος.
迷信在不愿见到的、所谓的逆境和关头中固然如此,但在较为喜悦的事情中,也并不比无神论好到哪里去。
ἥδιστα δὲ τοῖς ἀνθρώποις ἑορταὶ καὶ εἰλαπίναι πρὸς ἱεροῖς καὶ μυήσεις καὶ ὀργιασμοὶ καὶ κατευχαὶ θεῶν καὶ προσκυνήσεις.
对人类而言最喜悦的事莫过于节日、神庙旁的宴席、入信仪式、秘仪、对神明的祈愿和礼拜。
ἐνταῦθα τοίνυν σκόπει τὸν ἄθεον γελῶντα μὲν μανικὸν καὶ Σαρδόνιον γέλωτα τοῖς ποιουμένοις καί που παραφθεγγόμενον ἀτρέμα πρὸς τοὺς συνήθεις ὅτι τετύφωνται καὶ δαιμονῶσιν οἱ θεοῖς ταῦτα δρᾶσθαι νομίζοντες, ἄλλο δʼ οὐδὲν ἔχοντα κακόν.
在这里,你且看看无神论者,他对着正在进行的一切发出疯狂而冷嘲的笑声,并大概向身边的熟人低声戏谑道:那些认为这些是为神明而做的人既虚妄又着了魔,但他此外并无其他坏处。
ὁ δὲ δεισιδαίμων βούλεται μὲν οὐ δύναται δὲ χαίρειν οὐδʼ ἥδεσθαι,
"
πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων
"
ἡ ψυχὴ τοῦ δεισιδαίμονος.
然而迷信者虽然想要高兴和享受,却做不到: “城里一方面充满了香烟,另一方面又充满了赞美诗和呻吟声,” 迷信者的灵魂也正是如此。
ἐστεφανωμένος ὠχριᾷ, θύει καὶ φοβεῖται, εὔχεται φωνῇ παλλομένῃ καὶ χερσὶν ἐπιθυμιᾷ τρεμούσαις, καὶ ὅλως ἀποδείκνυσι τὸν Πυθαγόρου λόγον φλύαρον εἰπόντος ὅτι
βέλτιστοι γιγνόμεθα πρὸς τοὺς θεοὺς βαδίζοντες· τότε γὰρ ἀθλιώτατα καὶ κάκιστα πράττουσιν οἱ δεισιδαίμονες, ὥσπερ ἄρκτων φωλεοῖς ἢ χειαῖς δρακόντων ἢ μυχοῖς κητῶν τοῖς τῶν θεῶν μεγάροις ἢ ἀνακτόροις προσιόντες.
他戴着花冠却面色苍白,献祭时却心怀恐惧,用颤抖的声音祈祷,用发抖的手焚香,总而言之,他证明了毕达哥拉斯的话是一派胡言,因为毕达哥拉斯曾说:我们在走向神明时会变得最善;因为正是在那时,迷信者们过得最悲惨、最糟糕,他们接近神明的殿宇或圣所,就如同接近熊的巢穴、蛇的洞穴或海怪的腹底一般。