Humanitext Reader

普鲁塔克 · 论迷信 §12-14

作为无神论之源的迷信与中道的敬虔

第 7 段,共 7 段 · 希腊语

内容简介

本节论证了迷信是引发和为无神论辩护的首要原因,并列举了野蛮的人祭和仪式以批判其愚蠢。最后,警告人们在逃避迷信时要避免走极端,不要越过作为中道的敬虔而陷入无神论。

§12καὶ μὴν ὁ ἄθεος δεισιδαιμονίας οὐδαμῆ συναίτιος, ἡ δὲ δεισιδαιμονία τῇ ἀθεότητι καὶ γενέσθαι παρέσχεν ἀρχὴν καὶ γενομένῃ δίδωσιν ἀπολογίαν, οὐκ ἀληθῆ μὲν οὐδὲ καλήν, προφάσεως δέ τινος οὐκ ἄμοιρον οὖσαν.
的确,无神论者决不是迷信的共同起因,恰恰相反,迷信既为无神论的产生提供了开端,又在无神论产生之后为其提供了辩护——这辩护虽不真实也不体面,却并非毫无借口。
οὐ γὰρ ἐν οὐρανῷ τι μεμπτὸν οὐδʼ ἐν ἄστροις οὐδʼ ἐν ὥραις ἢ περιόδοις σελήνης ἢ κινήσεσιν ἡλίου περὶ γῆν, ἡμέρας καὶ νυκτὸς δημιουργοῖς, ἢ τροφαῖς ζῴων ἢ καρπῶν γενέσεσι πλημμελὲς καὶ ἄτακτον ἐνιδόντες οὕτως ἀθεότητα τοῦ παντὸς κατέγνωσαν, ἀλλὰ τῆς δεισιδαιμονίας ἔργα καὶ πάθη καταγέλαστα, καὶ ῥήματα καὶ κινήματα καὶ γοητεῖαι καὶ μαγεῖαι καὶ περιδρομαὶ καὶ τυμπανισμοὶ καὶ ἀκάθαρτοι μὲν καθαρμοὶ ῥυπαραὶ δʼ ἁγνεῖαι, βάρβαροι δὲ καὶ παράνομοι πρὸς ἱεροῖς κολασμοὶ καὶ προπηλακισμοί, ταῦτα δίδωσιν ἐνίοις λέγειν ὡς μὴ εἶναι θεοὺς ἄμεινον ἢ εἶναι, τοιαῦτα μὲν δεχομένους τοιούτοις δὲ χαίροντας, οὕτω δʼ ὑβριστάς, οὕτω δὲ μικρολόγους καὶ μικρολόγους
因为人们并不是由于在天空中、在星辰里、在季节里、在月亮的周期中,或者在太阳围绕地球的运行(它们创造了白昼和黑夜)中,或者在动物的养育和作物的生长中,看到了什么可指责、不谐调或无秩序的事物,才如此断定宇宙并无神明。 相反,正是由于迷信那令人发笑的行为和情感,其言语、动作、巫术、魔术、奔走奔忙、击鼓、不洁净的净化、肮脏的洁净,以及在神殿前野蛮且违法的自残和羞辱,这些才给了一些人借口去说:没有神明,也比有神明要好——如果神明竟然接受并喜爱这些东西,并且如此粗暴和气量狭小的话。
§13οὐκ ἄμεινον οὖν ἦν Γαλάταις ἐκείνοις καὶ Σκύθαις τὸ παράπαν μήτʼ ἔννοιαν ἔχειν θεῶν μήτε φαντασίαν μήθʼ ἱστορίαν ἢ θεοὺς εἶναι νομίζειν χαίροντας ἀνθρώπων σφαττομένων αἵματι καὶ τελεωτάτην θυσίαν καὶ ἱερουργίαν ταύτην νομίζοντας;
那么,对于那些加拉太人和斯基泰人来说,根本没有任何关于神明的概念、想象或历史,难道不比相信有喜爱屠杀人类流血、并将这视为最完美牺牲和神圣仪式的神明存在要好吗?
τί δέ; Καρχηδονίοις οὐκ ἐλυσιτέλει Κριτίαν λαβοῦσιν ἢ Διαγόραν νομοθέτην ἀπʼ ἀρχῆς μήτε τινὰ δαιμόνων μήτε θεῶν νομίζειν ἢ τοιαῦτα θύειν οἷα τῷ Κρόνῳ ἔθυον;
还有,对于迦太基人来说,如果他们从一开始就接受克里提亚斯或迪亚戈拉斯作为立法者,从而既不相信任何神明也不相信任何精灵,难道不比献祭他们曾向克罗诺斯献祭的那种牺牲更有益吗?
οὐχ ὥσπερ Ἐμπεδοκλῆς φησι τῶν τὰ ζῷα θυόντων καθαπτόμενος " μορφὴν δʼ ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας σφάζει ἐπευχόμενος μέγα νήπιος, " ἀλλʼ εἰδότες καὶ γιγνώσκοντες αὐτοὶ τὰ αὑτῶν τέκνα καθιέρευον, οἱ δʼ ἄτεκνοι παρὰ τῶν πενήτων ὠνούμενοι παιδία κατέσφαζον καθάπερ ἄρνας ἢ νεοσσούς, παρειστήκει δʼ ἡ μήτηρ ἄτεγκτος καὶ ἀστένακτος.
他们不像恩培多克勒在谴责那些献祭动物的人时所说: “父亲抱起改变了形体的亲生儿子,一边祈祷一边将其宰杀,真是个大傻瓜,” 而是完全知情、清醒地亲手献祭自己的孩子。 而那些没有孩子的人,则从穷人那里买来婴儿,像宰杀羔羊或雏鸟一样将他们宰杀,母亲则站在一旁,不流一滴眼泪,也不叹息一声。
εἰ δὲ στενάξειεν ἢ δακρύσειεν, ἔδει τῆς τιμῆς στέρεσθαι, τὸ δὲ παιδίον οὐδὲν ἧττον ἐθύετο, κρότου τε κατεπίμπλατο πάντα πρὸ τοῦ ἀγάλματος ἐπαυλούντων καὶ τυμπανιζόντων ἕνεκα τοῦ μὴ γίγνεσθαι τὴν βοὴν τῶν θρήνων ἐξάκουστον.
如果她叹息或哭泣,就要被剥夺买卖的价金,但孩子依然会被献祭,而且雕像前塞满了吹笛和击鼓的声音,以便不让哀号的声音被听见。
εἰ δὲ Τυφῶνές τινες ἢ Γίγαντες ἦρχον ἡμῶν τοὺς θεοὺς ἐκβαλόντες, ποίαις ἂν ἥδοντο θυσίαις ἢ τίνας ἄλλας ἱερουργίας ἀπῄτουν;
如果是某些堤丰或巨人驱逐了神明来统治我们,他们会喜爱怎样的牺牲,或者会要求怎样其他的神圣仪式呢?
Ἄμηστρις δʼ ἡ Ξέρξου γυνὴ δώδεκα κατώρυξεν ἀνθρώπους ζῶντας ὑπὲρ αὑτῆς τῷ ᾍδῃ, ὃν ὁ Πλάτων φησὶ φιλάνθρωπον ὄντα καὶ σοφὸν καὶ πλούσιον, πειθοῖ καὶ λόγῳ κατέχοντα τὰς ψυχάς, ᾍδην ὠνομάσθαι.
薛西斯的妻子阿墨斯特里斯为了自己,将十二个活人活埋献给哈德斯,而柏拉图说,哈德斯因其热爱人类、智慧且富有,用说服和言语留住灵魂,故而得名。
Ξενοφάνης δʼ ὁ φυσικὸς τοὺς Αἰγυπτίους κοπτομένους ἐν ταῖς ἑορταῖς καὶ θρηνοῦντας ὁρῶν ὑπέμνησεν οἰκείως. οὗτοι φησὶν εἰ μὲν θεοί εἰσι, μὴ θρηνεῖτε αὐτούς· εἰ δʼ ἄνθρωποι, μὴ θύετε αὐτοῖς.
自然哲学家色诺芬尼看到埃及人在节日里捶胸痛哭,便贴切地提醒他们说:“这些人,”他说,“如果是神明,就不要为他们哀哭;如果是凡人,就不要向他们献祭。
§14ἀλλʼ οὐδὲν οὕτω πολυπλανὲς καὶ πολυπαθὲς νόσημα καὶ μεμιγμένον ἐναντίαις δόξαις καὶ μαχομέναις μᾶλλον ὡς τὸ τῆς δεισιδαιμονίας.
” 然而,没有任何疾病像迷信这样容易迷失、如此充满痛苦、且混杂着对立和冲突的观点。
φευκτέον οὖν αὐτὴν ἀσφαλῶς τε καὶ συμφερόντως, οὐχ ὥσπερ οἱ λῃστῶν ἢ θηρίων ἔφοδον ἢ πῦρ ἀπερισκέπτως καὶ ἀλογίστως περιφεύγοντες ἐμπίπτουσιν εἰς ἀνοδίας. βάραθρα καὶ κρημνοὺς ἐχούσας.
因此,我们必须安全且有益地避开它,不能像那些盲目、愚蠢地逃避强盗或野兽袭击、或逃避火灾的人,结果却跑进了无路可走的深渊和悬崖之中。
οὕτω γὰρ ἔνιοι φεύγοντες τὴν δεισιδαιμονίαν ἐμπίπτουσιν εἰς ἀθεότητα τραχεῖαν καὶ ἀντίτυπον, ὑπερπηδήσαντες ἐν μέσῳ κειμένην τὴν εὐσέβειαν.
因为同样地,有些人为了逃避迷信,竟然跨过了处于中间的敬虔,落入了险峻而顽固的无神论之中。

词汇与语法注释

  1. 171bτοιαῦτα μὲν δεχομένους τοιούτοις δὲ χαίροντας — 宾格分词 δεχομένους 和 χαίροντας 与前述不定式句 ὡς μὴ εἶναι θεοὺς ἄμεινον ἢ εἶναι 中省略的不定式主语(即 θεούς)在性、数、格上保持一致。此处作伴随状语,带有条件意味,即“如果神明居然接受这些、喜爱这些的话”。
  2. 171cνομίζοντας — 虽然在语义上指向与格的 Γαλάταις 和 Σκύθαις,但该分词使用了宾格复数形式 νομίζοντας,因为它是作为间接引语中不定式 νομίζειν 的主语而受到宾格支配。
  3. 171dτῆς τιμῆς — 此处的 τιμή 结合上下文(前文提到从穷人那里买来孩子 ὠνούμενοι),并非指抽象的“名誉”,而是指交易孩子的“买卖价金”。
  4. 171fὑπερπηδήσαντες — 过去时主动分词,意为“跨越、跳过”。作者用生动的空间比喻,描绘了人们从一个极端(迷信)直接跳到另一个极端(无神论)的愚蠢行为,从而完全忽略了作为亚里士多德式中道美德的敬虔(εὐσέβειαν)。

引用这一段

普鲁塔克, 论迷信 §12-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg080.humanitext-grc2:12-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。