Humanitext Reader

普鲁塔克 · 新婚赠言 §9-18

夫妻和睦与尊重丈夫主导地位的教诲

第 2 段,共 7 段 · 希腊语

内容简介

通过月亮与太阳、伊索寓言、加图及波斯国王等多种比喻和历史轶事,论述了夫妻间的和谐与贞洁之道。文章特别强调妻子应当与丈夫共享情感,并尊重丈夫的主导地位。

§9τὴν σελήνην, ὅταν ἀποστῇ τοῦ ἡλίου, περιφανῆ καὶ λαμπρὰν ὁρῶμεν, ἀφανίζεται δὲ καὶ κρύπτεται πλησίον γενομένη·
当月亮远离太阳时,我们看到她显赫且明亮,但当她靠近太阳时,就会消失并隐藏起来。
τὴν δὲ σώφρονα γυναῖκα δεῖ τοὐναντίον ὁρᾶσθαι μάλιστα μετὰ τοῦ ἀνδρὸς οὖσαν, οἰκουρεῖν δὲ καὶ κρύπτεσθαι μὴ παρόντος
相反,贞洁的妻子应该在与丈夫在一起时最显露,而在丈夫不在时则留守家中、隐蔽起来。
§10οὐκ ὀρθῶς Ἡρόδοτος εἶπεν ὅτι ἡ γυνὴ ἅμα τῷ χιτῶνι ἐκδύεται καὶ τὴν αἰδῶ· τοὐναντίον γὰρ ἡ σώφρων ἀντενδύεται τὴν αἰδῶ, καὶ τοῦ μάλιστα φιλεῖν τῷ μάλιστα αἰδεῖσθαι συμβόλῳ χρῶνται πρὸς ἀλλήλους.
希罗多德说得不对,他说女人随脱去衣裳也脱去了羞耻;因为相反,贞洁的妻子反而会穿上羞耻,并且夫妇间互以最深的敬意作为最深相爱的凭证。
§11ὥσπερ ἂν φθόγγοι δύο σύμφωνοι ληφθῶσι, τοῦ βαρυτέρου γίγνεται τὸ μέλος, οὕτω πᾶσα πρᾶξις ἐν οἰκίᾳ σωφρονούσῃ πράττεται μὲν ὑπʼ ἀμφοτέρων ὁμονοούντων, ἐπιφαίνει δὲ τὴν τοῦ ἀνδρὸς ἡγεμονίαν καὶ προαίρεσιν.
正如若取两个谐和的音,旋律便属于较低的音一样,同样,在贞洁的家庭中,一切事务虽由志同道合的双方共同执行,却彰显出丈夫的领导权和决定。
§12ὁ ἥλιος τὸν βορέαν ἐνίκησεν.
太阳战胜了北风。
ὁ γὰρ ἄνθρωπος τοῦ μὲν ἀνέμου βιαζομένου τὸ ἱμάτιον ἀφελέσθαι καὶ λαμπρὸν καταπνέοντος μᾶλλον ἔσφιγγε καὶ συνεῖχε τὴν περιβολὴν τοῦ δʼ ἡλίου μετὰ τὸ πνεῦμα θερμοῦ γενομένου θαλπόμενος εἶτα καυματιζόμενος καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαπεδύσατο.
因为当风猛烈吹袭、试图强行夺走斗篷时,那人反而将外衣抓得更紧、抱得更严;但当风过之后,太阳变得温暖,那人因受热乃至炎热,便连同斗篷把内衣也脱掉了。
τοῦτο 0 ποιοῦσιν αἱ πλεῖσται γυναῖκες· ἀφαιρουμένοις τοῖς ἀνδράσι βίᾳ τὴν τρυφὴν καὶ τὴν πολυτέλειαν διαμάχονται καὶ χαλεπαίνουσιν· ἂν πείθωνται μετὰ λόγου, πράως ἀποτίθενται καὶ μετριάζουσιν.
大多数女人也是这样:当丈夫强行剥夺她们的奢华与排场时,她们会抗争并动怒;但如果能用理智说服她们,她们就会温和地放下并有所节制。
§13ὁ Κάτων ἐξέβαλε τῆς βουλῆς τὸν φιλήσαντα τὴν ἑαυτοῦ γυναῖκα τῆς θυγατρὸς παρούσης.
加图将那个在女儿面前亲吻自己妻子的男子开除出元老院。
τοῦτο μὲν οὖν ἴσως σφοδρότερον εἰ δʼ αἰσχρόν ἐστιν, ὥσπερ ἐστίν, ἑτέρων παρόντων ἀσπάζεσθαι καὶ φιλεῖν καὶ περιβάλλειν ἀλλήλους, πῶς οὐκ αἴσχιον ἑτέρων παρόντων λοιδορεῖσθαι καὶ διαφέρεσθαι πρὸς ἀλλήλους, καὶ τὰς μὲν ἐντεύξεις καὶ φιλοφροσύνας ἀπορρήτους πρὸς τὴν γυναῖκα ποιεῖσθαι, νουθεσίᾳ δὲ καὶ μέμψει καὶ παρρησίᾳ χρῆσθαι φανερᾷ καὶ ἀναπεπταμένῃ;
这举动或许确实有些过于严厉;但如果在他人面前相互问候、亲吻和拥抱是可耻的(事实也确实如此),那么在他人面前相互谩骂、争吵,又怎能不更加可耻? 而且,将与妻子的亲密和温存私密进行,却在公开和暴露的场合施加规劝、责备和严厉的指责,这又怎能不可耻?
§14ὥσπερ ἐσόπτρου κατεσκευασμένου χρυσῷ καὶ λίθοις ὄφελος οὐδέν ἐστιν, εἰ μὴ δείκνυσι τὴν μορφὴν ὁμοίαν, οὕτως οὐδὲ πλουσίας γαμετῆς ὄνησις, εἰ μὴ παρέχει τὸν βίον ὅμοιον τῷ ἀνδρὶ καὶ σύμφωνον τὸ ἦθος.
正如一面用金子和宝石装饰的镜子,若不能照出真实的容貌,就毫无用处一样,富有的妻子若不能使自己的生活与丈夫一致、性格与丈夫谐调,也就毫无益处。
εἰ χαίροντος μὲν εἰκόνα σκυθρωπὴν ἀποδίδωσι τὸ ἔσοπτρον, ἀχθομένου δὲ καὶ σκυθρωπάζοντας ἱλαρὰν καὶ σεσηρυῖαν, ἡμαρτημένον ἐστὶ καὶ φαῦλον.
如果镜子在人高兴时呈现出忧郁的画面,而在人烦恼和忧郁时呈现出欢快和讪笑的画面,那它就是有缺陷且低劣的。
οὐκοῦν καὶ γυνὴ φαῦλος καὶ ἄκαιρος ἡ παίζειν μὲν ὡρμημένου καὶ φιλοφρονεῖσθαι τοῦ ἀνδρὸς ἐσκυθρωπακυῖα, σπουδάζοντος δὲ παίζουσα καὶ γελῶσα· τὸ μὲν γὰρ ἀηδίας, τὸ δʼ ὀλιγωρίας.
因此,当丈夫兴致勃勃想要嬉戏和温存时显得面容忧郁,而在丈夫严肃时却嬉笑打闹的妻子,也是低劣和不合时宜的;因为前者表现出不快,而后者表现出轻慢。
δεῖ δέ, ὥσπερ οἱ γεωμέτραι λέγουσι τὰς γραμμὰς καὶ τὰς ἐπιφανείας οὐ κινεῖσθαι καθʼ ἑαυτὰς ἀλλὰ συγκινεῖσθαι τοῖς σώμασιν, οὕτω τὴν γυναῖκα μηδὲν ἴδιον πάθος ἔχειν, ἀλλὰ κοινωνεῖν τῷ ἀνδρὶ καὶ σπουδῆς καὶ παιδιᾶς καὶ συννοίας καὶ γέλωτος.
但是,正如几何学家所说,线和面本身不运动,而是随着立体一同运动,同样,妻子不应该有自己独特的情感,而应该与丈夫共同分享严肃、游戏、忧虑和欢笑。
§15οἱ τὰς γυναῖκας μὴ ἡδέως βλέποντες ἐσθιούσας μετʼ αὐτῶν διδάσκουσιν ἐμπίπλασθαι μόνας γενομένας.
那些不乐见妻子与自己一同进食的丈夫,是在教导妻子在独自一人时饱餐。
οὕτως οἱ μὴ συνόντες ἱλαρῶς ταῖς γυναιξὶ μηδὲ παιδιᾶς κοινωνοῦντες αὐταῖς καὶ γέλωτος ἰδίας ἡδονὰς χωρὶς αὐτῶν ζητεῖν διδάσκουσιν.
同样,那些不与妻子欢快相处、不与她们共享嬉戏和欢笑的丈夫,是在教导她们在他们之外寻找自己独特的快乐。
§16· τοῖς τῶν Περσῶν βασιλεῦσιν αἱ γνήσιαι γυναῖκες παρακάθηνται δειπνοῦσι καὶ συνεστιῶνται·
波斯国王的正妻们在他们身旁就座进餐、共度宴席;但当国王们想要嬉戏和喝得酩酊大醉时,他们就会把正妻们送走,而召来乐女和姬妾。
βουλόμενοι δὲ παίζειν καὶ μεθύσκεσθαι ταύτας μὲν ἀποπέμπουσι, τὰς δὲ μουσουργοὺς καὶ παλλακίδας καλοῦσιν, ὀρθῶς τοῦτό γʼ αὐτὸ ποιοῦντες, ὅτι τὸ συνακολασταίνειν καὶ παροινεῖν οὐ μεταδιδόασι ταῖς γαμεταῖς.
他们做这件事情确实很正确,因为他们不让自己的结发妻子分担放荡和醉酒的丑态。
ἂν οὖν ἰδιώτης ἀνήρ, ἀκρατὴς δὲ περὶ τὰς ἡδονὰς καὶ ἀνάγωγος, ἐξαμάρτῃ τι πρὸς ἑταίραν ἢ θεραπαινίδα, δεῖ τὴν γαμετὴν μὴ ἀγανακτεῖν μηδὲ χαλεπαίνειν, λογιζομένην ὅτι παροινίας καὶ ἀκολασίας καὶ ὕβρεως αἰδούμενος αὐτὴν ἑτέρᾳ μεταδίδωσιν.
因此,如果一个普通丈夫,在快乐方面不加克制且缺乏教养,对娼妓或女仆犯了错,妻子不应当愤恨或动怒,而应当想到,丈夫正是因为敬重她,才把醉酒、放荡和粗暴分给了别的女人。
§17οἱ φιλόμουσοι τῶν βασιλέων πολλοὺς μουσικοὺς ποιοῦσιν, οἱ φιλόλογοι λογίους, οἱ φιλαθληταὶ γυμναστικούς.
爱好文艺的国王培养出许多音乐家,爱好学术的国王培养出学者,爱好体育的国王培养出运动员。
οὕτως ἀνὴρ φιλοσώματος καλλωπίστριαν γυναῖκα ποιεῖ, φιλήδονος ἑταιρικὴν καὶ ἀκόλαστον, φιλάγαθος καὶ φιλόκαλος σώφρονα καὶ κοσμίαν.
同样,好色(重视肉体美)的丈夫培养出爱打扮的妻子,好乐的丈夫培养出娼妓般放荡的妻子,而好善好美的丈夫则培养出贞洁且端庄的妻子。
§18Λάκαινα παιδίσκη, πυνθανομένου τινὸς εἰ ἤδη ἀνδρὶ προσελήλυθεν οὐκ ἔγωγʼ εἶπεν ἀλλʼ ἐμοὶ ἐκεῖνος.
一个斯巴达少女,当有人问她是否已经接近过丈夫时,她说:“我没有,是他接近了我。
οὗτος ὁ τρόπος, οἶμαι, τῆς οἰκοδεσποίνης, μήτε φεύγειν μήτε δυσχεραίνειν τὰ τοιαῦτα τοῦ ἀνδρὸς ἀρχομένου μήτε αὐτὴν κατάρχεσθαι· τὸ μὲν γὰρ ἑταιρικὸν καὶ ἰταμόν, τὸ δʼ ὑπερήφανον καὶ ἀφιλόστοργον.
”我认为,这才是家庭女主人的方式:既不在丈夫开始此类事情时逃避或表示反感,也不由自己主动开始;因为主动开始是娼妓般且粗鲁的,而逃避则是傲慢且缺乏温情的。

词汇与语法注释

  1. 9μὴ παρόντος — 独立属格,表示丈夫不在场,省略了前文的 `τοῦ ἀνδρός` 作为其主语。
  2. 10τοῦ μάλιστα φιλεῖν τῷ μάλιστα αἰδεῖσθαι — 此处使用了冠词不定式。属格的 `τοῦ μάλιστα φιλεῖν`(极度相爱)修饰 `συμβόλῳ`(凭证),而与格的 `τῷ μάλιστα αἰδεῖσθαι`(极度相敬/羞涩)作为动词 `χρῶνται` 的补足语。
  3. 11τοῦ βαρυτέρου — 所有属格,与 `γίγνεται` 连用,表示“属于较沉重(低)的音调”或“旋律由较低的音支配”。
  4. 12ἀφαιρουμένοις τοῖς ἀνδράσι — 与格现在分词。动词 `ἀφαιρέω`(夺取)常接与格(人)和宾格(物),此处作为关系与格,指“针对力图强行剥夺其奢华生活的丈夫们(妻子们进行抗争)”。
  5. 13νουθεσίᾳ δὲ καὶ μέμψει καὶ παρρησίᾳ χρῆσθαι — 不定式 `χρῆσθαι` 引导的从句充当前文 `πῶς οὐκ αἴσχιον [ἐστιν]`(怎能不更加可耻)的主语,而诸如 `νουθεσίᾳ` 的与格名词则是 `χρῆσθαι` 的补足语。
  6. 14παίζειν μὲν ὡρμημένου καὶ φιλοφρονεῖσθαι τοῦ ἀνδρὸς — 带有完美时态分词 `ὡρμημένου` 的独立属格,意为“当丈夫急于(或有意)开玩笑和示好时”。
  7. 16παροινίας καὶ ἀκολασίας καὶ ὕβρεως — 部分属格,作为动词 `μεταδίδωμι`(分享、分给)的补足语,意为“将醉酒、放荡和侮慢的一部分分给(另一个女人)”。

引用这一段

普鲁塔克, 新婚赠言 §9-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg078.humanitext-grc2:9-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。