§9τὴν σελήνην, ὅταν ἀποστῇ τοῦ ἡλίου, περιφανῆ καὶ λαμπρὰν ὁρῶμεν, ἀφανίζεται δὲ καὶ κρύπτεται πλησίον γενομένη·
月は、太陽から遠ざかる時、はっきりと輝いて見えますが、近づくと見えなくなり隠れてしまいます。
τὴν δὲ σώφρονα γυναῖκα δεῖ τοὐναντίον ὁρᾶσθαι μάλιστα μετὰ τοῦ ἀνδρὸς οὖσαν, οἰκουρεῖν δὲ καὶ κρύπτεσθαι μὴ παρόντος
それとは逆に、貞淑な妻は夫と一緒にいる時に最もよく見られるべきであり、夫がいない時には家にいて隠れているべきです。
§10οὐκ ὀρθῶς Ἡρόδοτος εἶπεν ὅτι ἡ γυνὴ ἅμα τῷ χιτῶνι ἐκδύεται καὶ τὴν αἰδῶ·
ヘロドトスは「女は衣服を脱ぐとともに恥じらいも脱ぎ捨てる」と言いましたが、これは正しくありません。
τοὐναντίον γὰρ ἡ σώφρων ἀντενδύεται τὴν αἰδῶ, καὶ τοῦ μάλιστα φιλεῖν τῷ μάλιστα αἰδεῖσθαι συμβόλῳ χρῶνται πρὸς ἀλλήλους.
なぜなら、それとは逆に、貞淑な妻は代わりに恥じらいを身にまとうのであり、夫婦は互いに、深く愛し合っていることの証として、深く敬意を払い合うことを用いるからです。
§11ὥσπερ ἂν φθόγγοι δύο σύμφωνοι ληφθῶσι, τοῦ βαρυτέρου γίγνεται τὸ μέλος, οὕτω πᾶσα πρᾶξις ἐν οἰκίᾳ σωφρονούσῃ πράττεται μὲν ὑπʼ ἀμφοτέρων ὁμονοούντων, ἐπιφαίνει δὲ τὴν τοῦ ἀνδρὸς ἡγεμονίαν καὶ προαίρεσιν.
ちょうど、二つの協和音が奏でられるとき、より低い音の方に旋律が従うように、そのように、節度ある家庭におけるあらゆる行為は、合意する両者によって行われるものの、夫の主導権と決意を示すものとなるのです。
§12ὁ ἥλιος τὸν βορέαν ἐνίκησεν.
太陽が北風に打ち勝ったという話があります。
ὁ γὰρ ἄνθρωπος τοῦ μὲν ἀνέμου βιαζομένου τὸ ἱμάτιον ἀφελέσθαι καὶ λαμπρὸν καταπνέοντος μᾶλλον ἔσφιγγε καὶ συνεῖχε τὴν περιβολὴν τοῦ δʼ ἡλίου μετὰ τὸ πνεῦμα θερμοῦ γενομένου θαλπόμενος εἶτα καυματιζόμενος καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαπεδύσατο.
風が激しく吹きつけて上着を奪い取ろうとしたときには、男は衣服をますますきつく締め、引き寄せましたが、風のあとに太陽が暖かくなり、温められ、やがて暑くなったので、外套に加えて下着をも脱ぎ捨てたのです。
τοῦτο 0 ποιοῦσιν αἱ πλεῖσται γυναῖκες·
これと同じことを多くの妻たちがします。
ἀφαιρουμένοις τοῖς ἀνδράσι βίᾳ τὴν τρυφὴν καὶ τὴν πολυτέλειαν διαμάχονται καὶ χαλεπαίνουσιν· ἂν πείθωνται μετὰ λόγου, πράως ἀποτίθενται καὶ μετριάζουσιν.
夫たちが力ずくで贅沢や華美を取り上げようとすると、彼女たちは激しく争い、怒りますが、理を尽くして説得されれば、穏やかにそれらを捨て、慎ましくなるのです。
§13ὁ Κάτων ἐξέβαλε τῆς βουλῆς τὸν φιλήσαντα τὴν ἑαυτοῦ γυναῖκα τῆς θυγατρὸς παρούσης.
カトは、娘の目の前で自分の妻にキスをした者を元老院から追放しました。
τοῦτο μὲν οὖν ἴσως σφοδρότερον εἰ δʼ αἰσχρόν ἐστιν, ὥσπερ ἐστίν, ἑτέρων παρόντων ἀσπάζεσθαι καὶ φιλεῖν καὶ περιβάλλειν ἀλλήλους, πῶς οὐκ αἴσχιον ἑτέρων παρόντων λοιδορεῖσθαι καὶ διαφέρεσθαι πρὸς ἀλλήλους, καὶ τὰς μὲν ἐντεύξεις καὶ φιλοφροσύνας ἀπορρήτους πρὸς τὴν γυναῖκα ποιεῖσθαι, νουθεσίᾳ δὲ καὶ μέμψει καὶ παρρησίᾳ χρῆσθαι φανερᾷ καὶ ἀναπεπταμένῃ;
これは確かに激しすぎる処分かもしれませんが、他人がいる前で互いに挨拶をしたり、キスをしたり、抱き合ったりすることが見苦しいことであるなら(実際そうなのですが)、他人がいる前で互いに罵り合い、言い争うことは、どうしてそれ以上に恥ずべきことではないでしょうか。 そして、妻との親しい交わりや親愛の情を示すことは秘密にする一方で、忠告や非難、手厳しい意見は、人前で公然と、あからさまに表明するというのは、どうして見苦しいことではないでしょうか。
§14ὥσπερ ἐσόπτρου κατεσκευασμένου χρυσῷ καὶ λίθοις ὄφελος οὐδέν ἐστιν, εἰ μὴ δείκνυσι τὴν μορφὴν ὁμοίαν, οὕτως οὐδὲ πλουσίας γαμετῆς ὄνησις, εἰ μὴ παρέχει τὸν βίον ὅμοιον τῷ ἀνδρὶ καὶ σύμφωνον τὸ ἦθος.
ちょうど、金や宝石で飾られた鏡であっても、姿をありのままに映し出さないならば何の役にも立たないように、富裕な妻であっても、その生活を夫に合わせ、その気風を調和させないならば、何の価値もありません。
εἰ χαίροντος μὲν εἰκόνα σκυθρωπὴν ἀποδίδωσι τὸ ἔσοπτρον, ἀχθομένου δὲ καὶ σκυθρωπάζοντας ἱλαρὰν καὶ σεσηρυῖαν, ἡμαρτημένον ἐστὶ καὶ φαῦλον.
もし鏡が、喜んでいる人の顔には曇った表情を、悲しみ沈んでいる人の顔には明るくニヤついた表情を返すならば、それは欠陥品であり使いものになりません。
οὐκοῦν καὶ γυνὴ φαῦλος καὶ ἄκαιρος ἡ παίζειν μὲν ὡρμημένου καὶ φιλοφρονεῖσθαι τοῦ ἀνδρὸς ἐσκυθρωπακυῖα, σπουδάζοντος δὲ παίζουσα καὶ γελῶσα·
それと同様に、夫がふざけ合ったり親しくしようとしたりしている時に不機嫌な顔をし、夫が真剣に事に対処している時にふざけて笑っている妻も、不出来で無分別な妻です。
τὸ μὲν γὰρ ἀηδίας, τὸ δʼ ὀλιγωρίας.
前者は不快さの表れであり、後者は軽蔑の表れであるからです。
δεῖ δέ, ὥσπερ οἱ γεωμέτραι λέγουσι τὰς γραμμὰς καὶ τὰς ἐπιφανείας οὐ κινεῖσθαι καθʼ ἑαυτὰς ἀλλὰ συγκινεῖσθαι τοῖς σώμασιν, οὕτω τὴν γυναῖκα μηδὲν ἴδιον πάθος ἔχειν, ἀλλὰ κοινωνεῖν τῷ ἀνδρὶ καὶ σπουδῆς καὶ παιδιᾶς καὶ συννοίας καὶ γέλωτος.
しかし、幾何学者が「線や面はそれ自体では動かず、立体とともに動く」と言うように、そのように、妻は自分自身の独自の感情を持たず、真面目なことも、冗談も、憂慮も、笑いも、すべて夫と分かち合うべきなのです。
§15οἱ τὰς γυναῖκας μὴ ἡδέως βλέποντες ἐσθιούσας μετʼ αὐτῶν διδάσκουσιν ἐμπίπλασθαι μόνας γενομένας.
妻が自分と一緒に食事をしているのを不機嫌そうに見る夫たちは、妻に、一人になった時に腹一杯食べることを教えているようなものです。
οὕτως οἱ μὴ συνόντες ἱλαρῶς ταῖς γυναιξὶ μηδὲ παιδιᾶς κοινωνοῦντες αὐταῖς καὶ γέλωτος ἰδίας ἡδονὰς χωρὶς αὐτῶν ζητεῖν διδάσκουσιν. §16·
同様に、妻と快く一緒に過ごさず、冗談や笑いをも共有しない夫たちは、妻に対して、自分とは離れて独自の快楽を追求することを教えているのです。
τοῖς τῶν Περσῶν βασιλεῦσιν αἱ γνήσιαι γυναῖκες παρακάθηνται δειπνοῦσι καὶ συνεστιῶνται·
ペルシアの王たちのもとでは、正妻たちが彼らと並んで座って食事をし、饗宴を共にします。
βουλόμενοι δὲ παίζειν καὶ μεθύσκεσθαι ταύτας μὲν ἀποπέμπουσι, τὰς δὲ μουσουργοὺς καὶ παλλακίδας καλοῦσιν, ὀρθῶς τοῦτό γʼ αὐτὸ ποιοῦντες, ὅτι τὸ συνακολασταίνειν καὶ παροινεῖν οὐ μεταδιδόασι ταῖς γαμεταῖς.
しかし、王たちがどんちゃん騒ぎをしたり、酔っ払ったりしたくなると、彼女たちを下がらせて、楽女たちや側室たちを呼び出します。 彼らがまさにこのことを行うのは正しいのです。 なぜなら、放蕩を共にすることや、酒に酔って暴れることに妻を巻き込まないからです。
ἂν οὖν ἰδιώτης ἀνήρ, ἀκρατὴς δὲ περὶ τὰς ἡδονὰς καὶ ἀνάγωγος, ἐξαμάρτῃ τι πρὸς ἑταίραν ἢ θεραπαινίδα, δεῖ τὴν γαμετὴν μὴ ἀγανακτεῖν μηδὲ χαλεπαίνειν, λογιζομένην ὅτι παροινίας καὶ ἀκολασίας καὶ ὕβρεως αἰδούμενος αὐτὴν ἑτέρᾳ μεταδίδωσιν.
したがって、もし一般の夫であって、快楽にだらしなく、教養のない者が、遊女や女召使いに対して何か間違いを犯したとしても、妻は腹を立てたり怒ったりすべきではありません。 夫が、酒乱や放蕩、放縦を妻に対して行うのを恥じるがゆえに、他の女にそれを分け与えているのだ、と考えるべきだからです。
§17οἱ φιλόμουσοι τῶν βασιλέων πολλοὺς μουσικοὺς ποιοῦσιν, οἱ φιλόλογοι λογίους, οἱ φιλαθληταὶ γυμναστικούς.
文芸を愛する王たちは多くの音楽家を生み出し、学問を愛する王たちは学者を生み出し、スポーツを愛する王たちは運動選手を生み出します。
οὕτως ἀνὴρ φιλοσώματος καλλωπίστριαν γυναῖκα ποιεῖ, φιλήδονος ἑταιρικὴν καὶ ἀκόλαστον, φιλάγαθος καὶ φιλόκαλος σώφρονα καὶ κοσμίαν.
同様に、肉体的な美を好む夫は妻を化粧好きな女にし、快楽を好む夫は妻を娼婦のようで放縦な女にし、善と美を愛する夫は妻を節度があり上品な女にするのです。
§18Λάκαινα παιδίσκη, πυνθανομένου τινὸς εἰ ἤδη ἀνδρὶ προσελήλυθεν
οὐκ ἔγωγʼ
εἶπεν ἀλλʼ
ἐμοὶ ἐκεῖνος.
スパルタの少女は、ある人から「もう夫(男)のところへ行ったのか」と尋ねられたとき、「私は行っていません。 あちらが私のところに来たのです」と答えました。
οὗτος ὁ τρόπος, οἶμαι, τῆς οἰκοδεσποίνης, μήτε φεύγειν μήτε δυσχεραίνειν τὰ τοιαῦτα τοῦ ἀνδρὸς ἀρχομένου μήτε αὐτὴν κατάρχεσθαι·
これこそが、家庭の主婦にふさわしいあり方であると私は思います。 夫がそのようなことを始めるのを避けたり嫌がったりせず、かといって自分から始めることもありません。
τὸ μὲν γὰρ ἑταιρικὸν καὶ ἰταμόν, τὸ δʼ ὑπερήφανον καὶ ἀφιλόστοργον.
なぜなら、自分から始めることは遊女のようで厚かましく、拒むことは傲慢で愛情に欠けているからです。