Humanitext Reader

普鲁塔克 · 新婚赠言 §19-24

共有信仰与友谊及避免日常摩擦

第 3 段,共 7 段 · 希腊语

内容简介

阐述妻子的交友、信仰和财产应当与丈夫完全共有,并通过各种轶事和比喻,提倡避免日常生活中导致疏远的微小摩擦,而应通过内在的美德与性格建立起彼此的信任与爱。

§19ἰδίους οὐ δεῖ φίλους κτᾶσθαι τὴν γυναῖκα, κοινοῖς δὲ χρῆσθαι τοῖς τοῦ ἀνδρός· οἱ δὲ θεοὶ φίλοι πρῶτοι καὶ μέγιστοι.
妻子不应当结交自己私下的朋友,而应该把丈夫的朋友当作共同的朋友来交往;而神明则是最早且最伟大的朋友。
διὸ καὶ θεοὺς οὓς ὁ ἀνὴρ νομίζει σέβεσθαι τῇ γαμετῇ καὶ γιγνώσκειν μόνους προσήκει, περιέργοις δὲ θρησκείαις καὶ ξέναις δεισιδαιμονίαις ἀποκεκλεῖσθαι τὴν αὔλειον, οὐδενὶ γὰρ θεῶν ἱερὰ κλεπτόμενα καὶ λανθάνοντα δρᾶται κεχαρισμένως ὑπὸ γυναικός.
因此, ¦10 妻子只去崇拜并认可丈夫所信奉的神明才是合宜的,而大门应当对多余的仪式和外来的迷信紧闭。 因为任何一个神明,都不会乐意接受妇女背地里偷偷摸摸进行的祭祀。
§20ὁ Πλάτων φησὶν εὐδαίμονα καὶ μακαρίαν εἶναι πόλιν, ἐν τὸ ἐμὸν καὶ τὸ οὐκ ἐμὸν ἥκιστα φθεγγομένων ἀκούουσι διὰ τὸ κοινοῖς ὡς ἔνι μάλιστα χρῆσθαι τοῖς ἀξίοις σπουδῆς τοὺς πολίτας, πολὺ δὲ μᾶλλον ἐκ γάμου δεῖ τὴν τοιαύτην φωνὴν ἀνῃρῆσθαι.
¦15 柏拉图说,在那个最少听到人们说 ¦140e “我的”和“非我的”的城邦里,人民才是幸福和美满的,因为公民们尽可能共同分享那些值得关注的事物;但更应该从婚姻中 ¦20 消除这种言辞。
πλὴν ὥσπερ οἱ ἰατροὶ λέγουσι τὰς τῶν εὐωνύμων πληγὰς τὴν αἴσθησιν ἐν τοῖς δεξιοῖς ἀναφέρειν, οὕτω τὴν γυναῖκα τοῖς τοῦ ἀνδρὸς συμπαθεῖν καλὸν καὶ τὸν ἄνδρα τοῖς τῆς γυναικός, ἵνʼ ὥσπερ οἱ δεσμοὶ κατὰ τὴν ἐπάλλαξιν ἰσχὺν διʼ ἀλλήλων λαμβάνουσιν, οὕτως ἑκατέρου τὴν εὔνοιαν ἀντίστροφον ἀποδιδόντος ἡ κοινωνία σῴζηται διʼ ἀμφοῖν.
然而,正如医生们所说,左半身的撞击会在右半身产生感觉,同样,妻子对丈夫的事物感同身受,丈夫对妻子的事物也感同身受,这是极好的,以便正如结带通过相互交错而 ¦25 从彼此获得力量一样,在双方各自给以对等的好意时,共同体能通过双方得以维系。
καὶ γὰρ ἡ φύσις μίγνυσι διὰ τῶν σωμάτων τῶν ἡμᾶς, ἵνʼ ἐξ ἑκατέρων μέρος λαβοῦσα καὶ συγχέασα κοινὸν ἀμφοτέροις ἀποδῷ τὸ γεννώμενον, ὥστε μηδέτερον διορίσαι μηδὲ διακρῖναι τὸ ἴδιον ἢ τὸ ἀλλότριον.
因为自然也通过身体混合 ¦140f 我们,以便从双方各取一部分并融合起来,把生育出来的下一代作为双方共同的财富返还,使任何一方都无法界定或区分什么是自己的、什么是对方的。
τοιαύτη τοίνυν καὶ χρημάτων κοινωνία προσήκει μάλιστα τοῖς γαμοῦσιν εἰς μίαν οὐσίαν πάντα καταχεαμένοις καὶ ἀναμίξασι μὴ τὸ μέρος ἴδιον καὶ τὸ μέρος ἀλλότριον ἀλλὰ πᾶν ἴδιον ἡγεῖσθαι καὶ μηδὲν ἀλλότριον.
因此,这样的财产共同体 ¦5 最适合结婚的人,他们应该把所有资产倾注并混合成单一的产业,不把一部分看作自己的、另一部分看作别人的,而是把全部看作自己的,没有什么是别人的。
ὥσπερ γὰρ τὸ κρᾶμα καίτοι ὕδατος μετέχον πλείονος οἶνον καλοῦμεν, οὕτω τὴν οὐσίαν δεῖ καὶ τὸν οἶκον τοῦ ἀνδρὸς λέγεσθαι, κἂν ἡ γυνὴ πλείονα συμβάλληται.
因为正如混合酒尽管含有更多的水,我们仍称之为葡萄酒一样, ¦10 同样,即使妻子贡献了更多,这些资产和家宅也应该被称为是丈夫的。
§21φιλόπλουτος ἡ Ἑλένη, φιλήδονος ὁ Πάρις· φρόνιμος ὁ Ὀδυσσεύς, σώφρων ἡ Πηνελόπη.
海伦贪图财富,帕里斯贪图享乐;奥德修斯充满智慧,珀涅罗珀贞洁端庄。
διὰ τοῦτο μακάριος γάμος ὁ τούτων καὶ ζηλωτός, ὁ δʼ ἐκείνων Ἰλιάδα κακῶν Ἕλλησι καὶ βαρβάροις ἐποίησεν.
因此,后者的婚姻幸福且令人羡慕, ¦15 ¦141a 而前者的婚姻则给希腊人和异邦人带来了一部灾难的《意利亚特》。
§22ὁ Ῥωμαῖος ὑπὸ τῶν φίλων νουθετούμενος ὅτι σώφρονα γυναῖκα καὶ πλουσίαν καὶ ὡραίαν ἀπεπέμψατο, τὸν κάλτιον αὐτοῖς προτείνας; καὶ γὰρ οὗτος ἔφη καλὸς ἰδεῖν καὶ καινός, ἀλλʼ οὐδεὶς οἶδεν ὅπου με θλίβει.
一个罗马人因休掉了贞洁、富有且美丽的妻子而受到朋友们的责备,他把自己的鞋子递给他们,说道: ¦20 “因为确实,这鞋看起来也美丽且新颖,但没有人知道它在哪里夹我的脚。
δεῖ τοίνυν μὴ προικὶ μηδὲ γένει μηδὲ κάλλει τὴν γυναῖκα πιστεύειν, ἀλλʼ ἐν οἷς ἅπτεται μάλιστα τοῦ ἀνδρός, ὁμιλίᾳ τε καὶ ἤθει καὶ συμπεριφορᾷ, ταῦτα μὴ σκληρὰ μηδʼ ἀνιῶντα καθʼ ἡμέραν ἀλλʼ εὐάρμοστα καὶ ἄλυπα καὶ προσφιλῆ παρέχειν.
”因此,妻子不应该信赖嫁妆、门第或美貌,而应该在最贴近丈夫的地方——谈吐、性格和相处——展示这些, ¦25 ¦141b 使之每天都不是生硬或令人烦恼的,而是协调、无痛苦且亲切的。
ὥσπερ γὰρ οἱ ἰατροὶ τοὺς ἐξ αἰτιῶν ἀδήλων καὶ κατὰ μικρὸν συλλεγομένων γεννωμένους πυρετοὺς μᾶλλον δεδοίκασιν ἢ τοὺς ἐμφανεῖς καὶ μεγάλας προφάσεις ἔχοντας, οὕτω τὰ λανθάνοντα τοὺς πολλοὺς μικρὰ καὶ συνεχῆ καὶ καθημερινὰ προσκρούματα γυναικὸς καὶ ἀνδρὸς μᾶλλον διίστησι καὶ λυμαίνεται τὴν συμβίωσιν.
因为正如医生们比起那些有明显且巨大起因的发热,更害怕由于不明原因且逐渐累积而产生的发热一样,同样,夫妻之间不为大多数人所察觉的、微小而持续的日常摩擦,更容易使他们疏远并 ¦5 破坏共同生活。
§23ὁ βασιλεὺς Φίλιππος ἤρα Θεσσαλῆς γυναικὸς αἰτίαν ἐχούσης καταφαρμακεύειν αὐτόν.
腓力国王爱上了一个被指控对他施加药蛊的帖撒罗尼迦妇女。
ἐσπούδασεν οὖν ἡ Ὀλυμπιὰς λαβεῖν τὴν ἄνθρωπον ὑποχείριον.
因此,奥林匹娅斯急于将这个女人控制在手。
ὡς δʼ εἰς ὄψιν ἐλθοῦσα τὸ τʼ εἶδος εὐπρεπὴς ἐφάνη καὶ διελέχθη πρὸς αὐτὴν οὐκ ἀγεννῶς οὐδʼ ἀσυνέτως, χαιρέτωσαν εἶπεν ἡ Ὀλυμπιάς αἱ διαβολαί σὺ γὰρ ἐν σεαυτῇ τὰ φάρμακα ἔχεις.
但当这个女人来到她面前,不仅外貌端庄, ¦10 且与她谈吐高雅、不失聪慧时, ¦141c 奥林匹娅斯说:“让那些诽谤见鬼去吧! 因为你自己身上就带有药蛊。
ἄμαχον οὖν τι γίγνεται πρᾶγμα γαμετὴ γυνὴ καὶ νόμιμος, ἂν ἐν αὑτῇ πάντα θεμένη, καὶ προῖκα καὶ γένος καὶ φάρμακα καὶ τὸν κεστὸν αὐτόν, ἤθει καὶ ἀρετῇ κατεργάσηται τὴν εὔνοιαν.
”因此,如果一个合法结发的妻子把一切——包括嫁妆、门第、 ¦15 药蛊,乃至那根魔带本身——都置于自身之中,并通过性格和美德去赢得好意,她就会成为一种无可抗拒的存在。
§24πάλιν ἡ Ὀλυμπιάς, αὐλικοῦ τινος νεανίσκου γήμαντος εὐπρεπῆ γυναῖκα κακῶς ἀκούουσαν, οὗτος εἶπεν οὐκ ἔχει λογισμόν·
又是奥林匹娅斯,当某个年轻的朝臣娶了一个美丽却名声不好的妻子时,她说:“这个人没有理性;因为否则他就不会用 ¦20 眼睛来娶亲了。
οὐ γὰρ ἂν τοῖς ὀφθαλμοῖς ἔγημε δεῖ δὲ μὴ τοῖς ὄμμασι γαμεῖν δὲ τοῖς δακτύλοις, ὥσπερ ἔνιοι ψηφίσαντες πόσα φέρουσαν λαμβάνουσιν, οὐ κρίναντες πῶς συμβιωσομένην.
”但是,不应当用眼睛来娶亲,也不应当用手指来娶亲,就像有些人计算着她能带来多少 ¦141d 嫁妆而娶她,却不考察她将如何共同生活一样。

词汇与语法注释

  1. 140dἀποκεκλεῖσθαι τὴν αὔλειον — 宾格 `τὴν αὔλειον` 用作完成时被动不定式 `ἀποκεκλεῖσθαι` 的主语。`αὔλειος` 是阴性单数宾格形容词,意为“庭院的、大门的”,此处省略了阴性名词 `θύραν`(门)。
  2. 140eτὰς τῶν εὐωνύμων πληγὰς τὴν αἴσθησιν ἐν τοῖς δεξιοῖς ἀναφέρειν — 这是一个依赖于动词 `λέγουσι` 的“对格加不定式”结构(对格不定式)。不定式 `ἀναφέρειν`(传导)的主语是 `τὰς ... πληγὰς`(左侧的击打,宾格),而直接宾语是 `τὴν αἴσθησιν`(感觉,宾格)。虽然出现了两个宾格,但根据上下文可明确其主宾关系。
  3. 141bκαλὸς ἰδεῖν — 不定过去时主动不定式 `ἰδεῖν`(看)用于限定和补充形容词 `καλός`(美丽的)的含义,即说明性的不定式(epexegetical/limitative infinitive),表示“看起来是美丽的”。
  4. 141cχαιρέτωσαν αἱ διαβολαί — 动词 `χαίρω` 的第三人称复数现在时命令形 `χαιρέτωσαν` 连同主语 `αἱ διαβολαί`(诽谤)。这是一种习惯用语,由其字面意思“愿它们高兴”转而表示某物退去或不再需要,意为“让诽谤见鬼去吧”或“别了,诽谤”。
  5. 141dοὐ γὰρ ἂν ... ἔγημε — 语气词 `ἄν` 与直陈式过去时(不定过去时 `ἔγημε`)的结合,表示与过去事实相反的虚拟结果(反事实条件句的结论)。条件从句(如“如果他有理智的话”)在此被省略。

引用这一段

普鲁塔克, 新婚赠言 §19-24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg078.humanitext-grc2:19-24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。