§0μετὰ τὸν πάτριον θεσμόν, ὃν ὑμῖν ἡ τῆς Δήμητρος ἱέρεια συνειργνυμένοις ἐφήρμοσεν, οἶμαι καὶ τὸν λόγον ὁμοῦ συνεφαπτόμενον ὑμῶν καὶ συνυμεναιοῦντα χρήσιμον ἄν τι ποιῆσαι καὶ τῷ νόμῳ προσῳδόν.
继祖传的规矩(那是得墨忒耳的女祭司为被共同关在洞房里的你们所适用的)之后,我认为言说也应当同你们携手、共同唱起婚礼之歌,做些有益且与法律相和合的事情。
ἐν μὲν γὰρ τοῖς μουσικοῖς ἕνα τῶν αὐλητικῶν νόμων ἱππόθορον ἐκάλουν, μέλος τι τοῖς ἵπποις ὁρμῆς ἐπεγερτικὸν ὡς ἔοικεν ἐνδιδόντα πρὸς τὰς ὀχείας·
因为在音乐家之中,他们把笛曲的一种称为“催马发情律”,这似乎是一种给马匹注入冲动以进行交配的旋律。
φιλοσοφίᾳ δὲ πολλῶν λόγων καὶ καλῶν ἐνόντων, οὐδενὸς ἧττον ἄξιος σπουδῆς ὁ γαμήλιός ἐστιν οὗτος, ᾧ κατᾴδουσα τοὺς ἐπὶ βίου κοινωνίᾳ συνιόντας εἰς ταὐτὸ πράους τε παρέχει καὶ χειροήθεις ἀλλήλοις.
虽然哲学中包含着许多优美的言说,但这篇婚礼的言说同样值得认真对待,哲学通过这篇言说,向那些为了终身伴侣关系而走到一起的人们歌唱,使他们彼此变得温顺和驯服。
ὧν οὖν ἀκηκόατε πολλάκις ἐν φιλοσοφίᾳ παρατρεφόμενοι κεφάλαια συντάξας ἔν τισιν ὁμοιότησι βραχείαις, ὡς εὐμνημόνευτα μᾶλλον εἴη, κοινὸν ἀμφοτέροις πέμπω δῶρον, εὐχόμενος τῇ Ἀφροδίτῃ τὰς Μούσας παρεῖναι καὶ συνεργεῖν, ὡς μήτε λύραν τινὰ μήτε κιθάραν μᾶλλον αὐταῖς ἢ τὴν περὶ γάμον καὶ οἶκον ἐμμέλειαν ἡρμοσμένην παρέχειν διὰ λόγου καὶ ἁρμονίας· καὶ φιλοσοφίας προσῆκον.
因此,我将你们在哲学熏陶中经常听到的要点,整理在一些简短的比喻中,以便于记忆,作为送给你们二人的共同礼物,并向阿佛洛狄忒祈求,愿缪斯们同在并予以协作,使她们通过言辞与和谐,为自己提供一种比关于婚姻与家庭的谐调更相契合的竖琴或里拉琴,这也与哲学相称。
καὶ γὰρ οἱ παλαιοὶ τῇ Ἀφροδίτῃ τὸν Ἑρμῆν συγκαθίδρυσαν, ὡς τῆς περὶ τὸν γάμον ἡδονῆς μάλιστα λόγου δεομένης, τήν τε Πειθὼ καὶ τὰς Χάριτας, ἵνα πείθοντες διαπράττωνται παρʼ ἀλλήλων ἃ βούλονται, μὴ μαχόμενοι μηδὲ φιλονεικοῦντες.
因为古人也将赫尔墨斯与阿佛洛狄忒供奉在一起,因为有关婚姻的快乐尤其需要言说(理智),古人还供奉了劝导和美惠三女神,以便通过说服,使他们能从彼此那里得到自己想要的东西,而不是争斗或吵闹。
§1ὁ Σόλων ἐκέλευε τὴν νύμφην τῷ νυμφίῳ συγκατακλίνεσθαι μήλου κυδωνίου κατατραγοῦσαν αἰνιττόμενος ἔοικεν ὅτι δεῖ τὴν ἀπὸ στόματος καὶ φωνῆς χάριν εὐάρμοστον εἶναι πρῶτον καὶ ἡδεῖαν.
梭伦曾命令新娘在与新郎同寝前要啃食榅桲,这似乎是在暗示:来自口与声音的魅力,首先必须是和谐且愉悦的。
§2ἐν Βοιωτίᾳ τὴν νύμφην κατακαλύψαντες ἀσφαραγωνιᾷ στεφανοῦσιν ἐκείνη τε γὰρ ἥδιστον ἐκ τραχυτάτης ἀκάνθης καρπὸν ἀναδίδωσιν, ἥ τε νύμφη τῷ μὴ φυγόντι μηδὲ δυσχεράναντι τὴν πρώτην χαλεπότητα, καὶ ἀηδίαν αὐτῆς ἥμερον καὶ γλυκεῖαν παρέξει συμβίωσιν.
在波奥蒂亚,人们给新娘蒙上面纱,并用野天门冬戴上冠冕。 因为这种植物能从最粗糙的荆棘中结出最甜美的果实,新娘同样也会向那些不逃避、不嫌弃她最初的粗暴和不快的人,提供温和且甜蜜的共同生活。
οἱ δὲ τὰς πρώτας τῶν παρθένων διαφορὰς μὴ ὑπομείναντες οὐδὲν ἀπολείπουσι τῶν διὰ τὸν ὄμφακα τὴν σταφυλὴν ἑτέροις προϊεμένων.
那些不能忍受少女最初的脾气的人,就和那些因为葡萄尚酸而将其让给别人的人毫无二致。
πολλαὶ δὲ καὶ τῶν νεογάμων δυσχεράνασαι διὰ τὰ πρῶτα τοὺς νυμφίους; ὅμοιον ἔπαθον πάθος τοῖς τὴν μὲν πληγὴν τῆς μελίττης ὑπομείνασι, τὸ δὲ κηρίον προεμένοις.
许多新婚妻子也是因为最初的事情对新郎感到不快,她们的遭遇就像那些忍受了蜜蜂的蜇刺却放弃了蜂巢的人一样。
§3ἐν ἀρχῇ μάλιστα δεῖ τὰς διαφορὰς καὶ τὰς προσκρούσεις φυλάττεσθαι τοὺς γεγαμηκότας, ὁρῶντας ὅτι καὶ τὰ συναρμοσθέντα τῶν σκευῶν κατʼ ἀρχὰς μὲν ὑπὸ τῆς τυχούσης ῥᾳδίως διασπᾶται προφάσεως, χρόνῳ δὲ τῶν ἁρμῶν σύμπηξιν λαβόντων μόλις ὑπὸ πυρὸς καὶ σιδήρου διαλύεται.
新婚夫妇在开始时尤其需要防范分歧和冲突,因为他们看到,即使是结合在一起的器皿,在开始时也容易因任何偶然的借口而裂开,但随着时间的推移,接缝处变得牢固,即使是用火和铁也难以将其拆散。
§4ὥσπερ τὸ πῦρ ἐξάπτεται μὲν εὐχερῶς ἐν ἀχύροις καὶ θρυαλλίδι καὶ θριξὶ λαγῴαις, σβέννυται δὲ τάχιον ἂν μή τινος· ἑτέρου δυναμένου στέγειν ἅμα καὶ τρέφειν ἐπιλάβηται, οὓτω τὸν ἀπὸ σώματος καὶ ὥρας ὀξὺν ἔρωτα τῶν νεογάμων ἀναφλεγόμενον δεῖ μὴ διαρκῆ μηδὲ βέβαιον νομίζειν, ἂν μὴ περὶ τὸ ἦθος ἱδρυθεὶς καὶ τοῦ φρονοῦντος ἁψάμενος ἔμψυχον λάβῃ διάθεσιν.
正如火在麦秸、灯芯和野兔毛中容易燃起,但如果不能附着于其他既能容纳又能滋养它的东西,就会熄灭得更快一样,新婚夫妇因身体与青春而燃起的炽热爱情,也不应被视为持久或稳固的,除非它建立在品格之上并触及理智,从而获得具有灵魂的品质。
§5ἡ διὰ τῶν φαρμάκων θήρα ταχὺ μὲν αἱρεῖ καὶ λαμβάνει ῥᾳδίως τὸν ἰχθύν, ἄβρωτον δὲ ποιεῖ καὶ φαῦλον· οὕτως αἱ φίλτρα τινὰ καὶ γοητείας ἐπιτεχνώμεναι τοῖς ἀνδράσι καὶ χειρούμεναι διʼ ἡδονῆς αὐτοὺς ἐμπλήκτοις καὶ ἀνοήτοις, καὶ διεφθαρμένοις συμβιοῦσιν.
用药捕鱼虽能迅速且轻易地捉到鱼,却使鱼变得不可食用且毫无价值;同样,那些对丈夫施用媚药和巫术,通过肉体快乐来制服他们的女人,最终只能与反复无常、愚蠢且堕落的男人共同生活。
οὐδὲ γὰρ τὴν Κίρκην ὤνησαν οἱ καταφαρμακευθέντες, οὐδʼ ἐχρήσατο πρὸς οὐδὲν αὐτοῖς ὑσὶ καὶ ὄνοις γενομένοις, τὸν δʼ Ὀδυσσέα νοῦν ἔχοντα καὶ συνόντα φρονίμως ὑπερηγάπησεν.
因为被施药的人并没有给喀耳刻带来好处,当他们变成猪和驴时,她也无法对他们作任何利用,而她却极度宠爱那有智慧、明智相处的奥德修斯。
§6αἱ βουλόμεναι μᾶλλον ἀνοήτων κρατεῖν ἀνδρῶν ἢ φρονίμων ἀκούειν ἐοίκασι τοῖς ἐν ὁδῷ βουλομένοις μᾶλλον ὁδηγεῖν τυφλοὺς; ἢ τοῖς γιγνώσκουσιν ἀκολουθεῖν καὶ βλέπουσι.
那些宁愿统治愚蠢丈夫也不愿听从聪明丈夫的女人,就像那些在路上宁愿给瞎子领路,也不愿跟随识路且明眼之人的人。
§7τὴν Πασιφάην ἀπιστοῦσι βοὸς ἐρασθῆναι βασιλεῖ συνοῦσαν, ἐνίας ὁρῶσαι τοὺς μὲν αὐστηροὺς καὶ σώφρονας βαρυνομένας, τοῖς δʼ ἐξ ἀκρασίας καὶ φιληδονίας κεκραμένοις ὥσπερ κυσὶν ἢ τράγοις ἥδιον συνούσας.
人们不相信帕西淮在与国王共同生活时会爱上一头雄牛,但他们却看到有些女人对严肃和克己的丈夫感到厌烦,却更乐于同那些因无节制和纵欲而像狗或公羊一样的男人在一起。
§8οἱ τοῖς ἵπποις ἐφάλλεσθαι διʼ ἀσθένειαν ἢ μαλακίαν αὐτοὺς ἐκείνους ὀκλάζειν καὶ ὑποπίπτειν διδάσκουσιν οὕτως ἔνιοι τῶν λαβόντων εὐγενεῖς ἢ πλουσίας γυναῖκας οὐχ ἑαυτοὺς ποιοῦσι βελτίους ἀλλʼ ἐκείνας περικολούουσιν, ὡς μᾶλλον ἄρξοντες ταπεινῶν γενομένων· δεῖ δʼ ὥσπερ ἵππου τὸ μέγεθος φυλάττοντα καὶ τὸ ἀξίωμα τῆς γυναικὸς χρῆσθαι τῷ χαλινῷ
那些因为自身软弱或惰性而教导马匹下跪屈身以便于自己跨上的人,正如一些娶了高贵或富有妻子的男人一样,他们不使自己变得更好,反而贬低她们,以便在她们变得卑微后更好地进行统治;然而,正如应当维护马匹的高大一样,对待妻子的尊严也应当在尊重的前提下使用缰绳。