§22διὸ καὶ πάνυ καλῶς ὁ Πλάτων ἔοικε παραινεῖν ἐν
ταῖς
τοιαύταις
συμφοραῖς ἡσυχίαν ἔχειν, ὡς οὔτε δήλου ὄντος τοῦ κακοῦ καὶ τοῦ ἀγαθοῦ, οὔτʼ εἰς τὸ πρόσθεν οὐδὲν προβαῖνον τῷ χαλεπῶς φέροντι·
因此,柏拉图似乎也极为合宜地劝诫人们,在此类不幸中要保持安静,因为恶与善并不明确,而且对于痛苦忍受者而言,悲伤无法带来任何进展。
ἐμποδὼν γὰρ γίγνεσθαι τὸ λυπεῖσθαι τῷ βουλεύεσθαι περὶ τοῦ γεγονότος καὶ ὥσπερ ἐν πτώσει κύβων πρὸς τὰ πεπτωκότα τίθεσθαι τὰ ἑαυτοῦ πράγματα, ὅπῃ λόγος αἱρεῖ βέλτιστʼ ἂν ἔχειν.
因为悲伤会阻碍人们对已发生之事进行熟虑,并且阻碍人们像在掷骰子时那样,顺着理智判定为最善的方向来整顿自己的事务。
οὐ δεῖν οὖν προσπταίσαντας καθάπερ παῖδας ἐχομένους τοῦ πληγέντος βοᾶν, ἀλλʼ ἐθίζειν τὴν ψυχὴν ὅτι τάχιστα γίγνεσθαι περὶ τὸ ἰᾶσθαί τε καὶ ἐπανορθοῦν τὸ πεσόν τε καὶ νοσῆσαν, ἰατρικῇ θρηνῳδίαν ἀφανίζοντας.
因此,我们不应该像摔倒的孩子那样,抓着受伤的地方大声哭喊,而应该训练心灵,使之尽快去医治和恢复那倒下和生病的部分,以医术来消除哀恸。
Τὸν τῶν Λυκίων νομοθέτην φασὶ προστάξαι τοῖς αὑτοῦ πολίταις, ἐπὰν πενθῶσι, γυναικείαν ἀμφιεσαμένους ἐσθῆτα πενθεῖν, ἐμφαίνειν βουληθέντα ὅτι γυναικῶδες τὸ πάθος καὶ οὐχ ἁρμόττον ἀνδράσι κοσμίοις καὶ παιδείας ἐλευθερίου μεταπεποιημένοις.
据说,吕基亚人的立法者命令他的公民,在他们哀悼时,要穿着女子的衣服来哀悼,这是因为他希望表明,这种情感是女性化的,不适合那些品行端正且追求自由人教养的男子。
θῆλυ γὰρ ὄντως καὶ ἀσθενὲς καὶ ἀγεννὲς; τὸ πενθεῖν· γυναῖκες; γὰρ ἀνδρῶν εἰσι φιλοπενθέστεραι καὶ οἱ βάρβαροι τῶν Ἑλλήνων καὶ οἱ χείρους ἄνδρες τῶν ἀμεινόνων, καὶ αὐτῶν δὲ τῶν βαρβάρων οὐχ οἱ γενναιότατοι Κελτοὶ καὶ Γαλάται καὶ πάντες οἱ φρονήματος ἀνδρειοτέρου πεφυκότες ἔμπλεοι, μᾶλλον δʼ, εἴπερ ἄρα, Αἰγύπτιοί τε καὶ Σύροι καὶ Λυδοὶ καὶ πάντες ὅσοι τούτοις παραπλήσιοι.
因为哀悼确实是柔弱、无力且卑劣的;因为女子比男子更耽于哀悼,野蛮人比希腊人更甚,而恶劣的男子比优秀的男子更甚;并且在野蛮人自身之中,并非那些最高贵的凯尔特人、加拉太人以及所有天生充满更刚毅气概的人,反而(如果真有的话)是埃及人、叙利亚人、吕底亚人以及所有与他们相似的人更易哀悼。
τούτων γὰρ τοὺς μὲν εἰς βόθρους τινὰς καταδύντας ἱστοροῦσιν ἐπὶ πλείους ἡμέρας μένειν, μηδὲ τὸ τοῦ ἡλίου φῶς ὁρᾶν βουλομένους, ἐπειδὴ καὶ ὁ τετελευτηκὼς ἀπεστέρηται τούτου.
因为据记载,这些野蛮人中有些人潜入某些深坑并停留数日,甚至不想看到太阳的光芒,因为死者也同样被剥夺了这光芒。
Ἴων γοῦν ὁ τραγικὸς ποιητής, οὐκ ἀνήκοος ὢν τῆς τούτων εὐηθείας, πεποίηκέ τινα λέγουσαν
"
ἐξῆλθον ὑμῶν ἱκέτις ἡβώντων τροφὸς
παίδων, βόθρους λιποῦσα πενθητηρίους
"
τινὲς δὲ τῶν βαρβάρων καὶ μέρη τοῦ σώματος ἀποτέμνουσι, ῥῖνας καὶ ὦτα καὶ τὸ ἄλλο σῶμα καταικίζοντες, δοκοῦντές τι χαρίζεσθαι τοῖς τετελευτηκόσιν ἀπαρτώμενοι τῆς κατὰ φύσιν ἐν τοῖς τοιούτοις μετριοπαθείας.
无论如何,悲剧诗人离子并非没有听说过他们的这种愚蠢行为,他曾让某个女子说道: “我作为你们青春的恳求者走上前来,作为你们孩子的乳母,离开了那哀悼的深坑” 甚至有些野蛮人还割下身体的一部分,毁伤鼻子、耳朵和身体的其他部分,以为自己是在给死者提供某种取悦,却偏离了在此类事情中合乎自然的中庸之道。
§23ἀλλὰ νὴ Δία τινὲς ὑποτυγχάνοντες οὐκ ἐπὶ παντὶ θανάτῳ τὰ πένθη δεῖν οἴονται γίγνεσθαι, ἀλλʼ ἐπὶ τοῖς ἀώροις, διὰ τὸ μηδενὸς τετυχηκέναι τῶν ἐν τῷ βίῳ νενομισμένων ἀγαθῶν, οἷον γάμου παιδείας τελειότητος πολιτείας ἀρχῶν (ταῦτα γὰρ εἶναι τὰ λυποῦντα μάλιστα τοὺς ἐπὶ τοῖς ἀώροις ἀτυχοῦντας, διὰ τὸ ἀφῃρῆσθαι πρὸ τοῦ δέοντος τῆς ἐλπίδος), ἀγνοοῦντες ὅτι ὁ ἄωρος θάνατος ὡς πρὸς τὴν τῶν ἀνθρώπων φύσιν οὐδὲν διαφέρει.
¦113c 然而,凭着宙斯起誓,有些人反驳说,哀悼不应该针对每一次死亡,而应该针对那些夭折(时非其时而死)的人,因为他们未能获得任何在生活中被视为美好的惯常事物,例如婚姻、教育、圆熟、公民生活和官职(因为这些正是最让那些因夭折而遭遇不幸的人感到痛苦的事情,因为他们在适当的时候到来之前就被剥夺了希望),但他们却不知道,就人类本性而言,夭折并无任何不同。
καθάπερ γὰρ τῆς εἰς κοινὴν πατρίδα πορείας προκειμένης πᾶσιν ἀναγκαίας καὶ ἀπαραιτήτου οἱ μὲν προπορεύονται οἱ δʼ ἐπακολουθοῦσι, πάντες δʼ ἐπὶ ταὐτὸν ἔρχονται, τὸν αὐτὸν τρόπον τῶν εἰς τὸ χρεὼν ὁδευόντων οὐδὲν πλέον ἔχοντες, τυγχάνουσιν οἱ βραδύτερον ἀφικνούμενοι τῶν θᾶττον παραγιγνομένων.
因为正如那通往共同家园的旅程是摆在所有人面前且必然、不可避免的一样,有些人先行,有些人后随,但所有人最终都会到达同一个地方,以同样的方式,在通往宿命的旅人中,那些较晚到达的人相比于较快到达的人而言,并没有任何优势。
εἴ γε μὴν ὁ ἄωρος θάνατος κακόν ἐστιν, ἀωρότατος ἂν εἴη ὁ τῶν νηπίων καὶ παίδων καὶ ἔτι μᾶλλον ὁ τῶν ἄρτι γεγονότων.
如果夭折确实是一件恶事,那么最夭折的应当是婴儿和孩童的死,甚至更应是那些刚出生之婴孩的死。
ἀλλὰ τοὺς τούτων θανάτους ῥᾳδίως φέρομεν καὶ εὐθύμως, τοὺς δὲ τῶν ἤδη προβεβηκότων δυσχερῶς καὶ πενθικῶς· διὰ τὸν ἐκ ματαίων ἐλπίδων ἀναπλασμόν, ἤδη νομιζόντων ἡμῶν βεβαίαν ἔχειν τὴν τῶν τηλικούτων διαμονήν.
但是,我们能轻松且坦然地承受这些人的死亡,却难以忍受且悲痛地对待那些已经成年之人的死,这是因为虚妄的希望所塑造的成见,因为我们已经认为这一年龄之人的存活是确定无疑的。
εἰ δʼ ὁ τῆς ζωῆς τῶν ἀνθρώπων χρόνος εἰκοσαέτης ἦν, τὸν πεντεκαιδεκαέτη ἀπογενόμενον ἐνομίζομεν ἂν μηκέτʼ ἄωρον τελευτᾶν ἀλλʼ ἤδη μέτρον ἡλικίας ἔχοντα ἱκανόν· τὸν δὲ τὴν τῶν εἴκοσιν ἐτῶν προθεσμίαν ἐκπληρώσαντα ἢ τὸν ἐγγὺς γενόμενον τοῦ τῶν εἴκοσιν ἐτῶν ἀριθμοῦ πάντως ἂν ἐμακαρίζομεν ὡς εὐδαιμονέστατον καὶ τελειότατον διαπεράσαντα βίον.
但如果人类寿命的期限是二十年,我们就会认为在十五岁去世的人不再是夭折,而是已经拥有了足够的年龄尺度;我们也必定会祝福那个完成了二十年期限的人,或者那个接近二十年之数的人,认为他度过了最幸福、最完美的生命。
εἰ δὲ διακοσίων ἐτῶν ἦν, τὸν ἑκατὸν ἐτῶν τελευτήσαντα πάντως ἂν ἄωρον νομίζοντες εἶναι πρὸς ὀδυρμοὺς καὶ θρήνους ἐτραπόμεθα.
但如果寿命是两百年,我们必定会认为在一百岁去世的人是夭折,并且我们会转向哀号与恸哭。