Humanitext Reader

普鲁塔克 · 致阿波罗尼乌斯慰问信 §15

作为完全消亡的死亡亦是无痛苦的状态

第 8 段,共 18 段 · 希腊语

内容简介

作者多角度地阐述道,即使死亡是完全的虚无,它也只是回到了出生前那种无感觉的状态,并不伴随任何痛苦,因而不是一件坏事。这一论点辅以苏格拉底、阿耳克西拉乌斯、伊皮哈鲁莫斯及欧里庇得斯等人的引言。

§15εἴ γε μὴν ὁ θάνατος τελεία τίς ἐστι φθορὰ καὶ διάλυσις τοῦ τε σώματος καὶ τῆς ψυχῆς τὸ τρίτον γὰρ ἦν τοῦτο τῆς Σωκρατικῆς εἰκασίας, οὐδʼ οὕτω κακόν ἐστιν· ἀναισθησία γάρ τις κατʼ αὐτὸν γίγνεται καὶ πάσης ἀπαλλαγὴ λύπης καὶ φροντίδος.
但如果死亡确实是肉体和灵魂两者的完全毁灭与解体——因为这是苏格拉底式推测的第三种——即便如此,它也不是一件坏事;因为通过死亡产生了一种无感觉,并带来了免除一切痛苦与忧虑的解脱。
ὥσπερ γὰρ οὔτʼ ἀγαθὸν ἡμῖν ἔπεστιν οὕτως οὐδὲ κακόν· περὶ γὰρ τὸ ὂν καὶ τὸ ὑφεστηκὸς καθάπερ τὸ ἀγαθὸν πέφυκε γίγνεσθαι, τὸν αὐτὸν τρόπον καὶ τὸ κακόν· περὶ δὲ τὸ μὴ ὂν ἀλλʼ ἠρμένον ἐκ τῶν ὄντων οὐδέτερον τούτων ὑπάρχει.
正如没有任何善存在于我们身上一样,也没有任何恶;因为正如善本性上产生于存在和实存之物,同样地,恶也是如此;但对于不存在、且已从存在之物中被除去的东西,这两者都不存在。
εἰς τὴν αὐτὴν οὖν τάξιν οἱ τελευτήσαντες καθίστανται τῇ πρὸ τῆς γενέσεως.
因此,死去的人被置于与出生前相同的状态。
ὥσπερ οὖν οὐδὲν ἦν ἡμῖν πρὸ τῆς γενέσεως οὔτʼ ἀγαθὸν οὔτε κακόν, οὕτως οὐδὲ μετὰ τὴν τελευτήν.
所以,正如在出生前对我们而言无论善恶都一无所有,在死后也是如此。
καὶ καθάπερ τὰ πρὸ ἡμῶν οὐδὲν ἦν πρὸς ἡμᾶς, οὕτως οὐδὲ τὰ μεθʼ ἡμᾶς οὐδὲν ἔσται πρὸς ἡμᾶς " ἄλγος γὰρ ὄντως οὐδὲν ἅπτεται νεκροῦ.
正如在我们之前的事对我们毫无关系,在我们之后的事也同样对我们毫无关系。 “因为实际上没有任何痛苦能触及死者。
τὸ γὰρ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω.
因为我说,未曾出生等同于已经死去。
" ἡ γὰρ αὐτὴ κατάστασίς ἐστι τῇ πρὸ τῆς γενέσεως ἡ μετὰ τὴν τελευτήν.
” 因为死后的状态与出生前的状态是相同的。
ἀλλʼ οἴει σὺ διαφορὰν εἶναι μὴ γενέσθαι ἢ γενόμενον ἀπογενέσθαι;
然而,你是否认为未曾出生与出生后消灭之间有什么不同?
εἰ μὴ καὶ τῆς οἰκίας καὶ τῆς ἐσθῆτος ἡμῶν μετὰ τὴν φθορὰν ὑπολαμβάνεις τινὰ διαφορὰν εἶναι πρὸς τὸν ὃν οὐδέπω κατεσκευάσθη χρόνον.
除非你还认为,我们的房屋和衣服在毁坏之后的状态,与它们尚未被建造和制造的时间相比,有什么不同。
εἰ δʼ ἐπὶ τούτων οὐδὲν ἔστι, δῆλον ὡς οὐδʼ ἐπὶ τοῦ θανάτου πρὸς τὴν πρὸ τῆς γενέσεως; κατάστασιν ἔστι διαφορά.
如果在这些情况下没有任何不同,显然对于死亡而言,相比于出生前的状态,也不会有任何不同。
χάριεν γὰρ τὸ τοῦ Ἀρκεσιλάου.
阿耳克西拉乌斯的这句话真是机智。
τοῦτο φησὶ τὸ λεγόμενον κακὸν ὁ θάνατος μόνον τῶν ἄλλων τῶν νενομισμένων κακῶν παρὸν μὲν οὐδένα πώποτʼ ἐλύπησεν, ἀπὸν δὲ καὶ προσδοκώμενον λυπεῖ.
他说:“死亡这所谓的恶,是其他公认的恶中唯一一个在到场时从未让任何人痛苦,却在缺席和被预感时让人痛苦的。
τῷ γὰρ ὄντι πολλοὶ διὰ τὴν οὐδένειαν καὶ τὴν πρὸς τὸν θάνατον διαβολὴν ἀποθνῄσκουσιν, ἵνα μὴ ἀποθάνωσι καλῶς οὖν ὁ Ἐπίχαρμος συνεκρίθη φησὶ καὶ διεκρίθη καὶ ἀπῆνθεν ὅθεν ἦνθε πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δʼ ἄνω.
” 因为实际上,许多人由于愚蠢和对死亡的毁谤而死去,只为了不致死去。 因此,伊皮哈鲁莫斯非常优美地说道: “它被结合,”他说,“又被拆散,并回到了它来的地方,土归于土,气升于天。
τί τῶνδε χαλεπόν;
这些有什么艰难的?
οὐδέ ἔν.
一个也没有。
ὁ Κρεσφόντης δέ που ὁ παρὰ τῷ Εὐριπίδῃ περὶ τοῦ Ἡρακλέους λέγων " εἰ μὲν γὰρ οἰκεῖ φησί νερτέρας ὑπὸ χθονός ἐν τοῖσιν οὐκέτʼ οὖσιν, οὐδὲν ἂν σθένοι " τοῦτο μεταποιήσας εἴποις ἄν " εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονός ἐν τοῖσιν οὐκέτʼ οὖσιν, οὐδὲν ἂν πάθοι " γενναῖον δὲ καὶ τὸ Λακωνικὸν " νῦν ἄμμες, πρόσθʼ ἄλλοι ἐθάλεον, αὐτίκα δʼ ἄλλοι, ὧν ἄμμες γενεὰν οὐκέτʼ ἐποψόμεθα " καὶ πάλιν " οἳ θάνον οὐ τὸ ζῆν θέμενοι καλὸν οὐδὲ τὸ θνῄσκειν, ἀλλὰ τὸ ταῦτα καλῶς ἀμφότερʼ ἐκτελέσαι " πάνυ δὲ καλῶς καὶ ὁ Εὐριπίδης ἐπὶ τῶν τὰς μακρὰς νοσηλείας ὑπομενόντων φησὶ " μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον, βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν. οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν, θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.
” 而欧里庇得斯剧中的克雷斯丰特斯在谈到赫拉克勒斯时说: “因为如果他确实居住在冥土之下,在那些不再存在的人之中,他就不会有任何力量。 ” 通过改写,你可以这样说: “因为如果他确实居住在冥土之下,在那些不再存在的人之中,他就不会遭受任何痛苦。 ” 斯巴达的这句格言也很高尚: “现在是我们,此前是别人在茂盛,而立刻又是别人,他们的世代我们将不再看见。 ” 再次: “他们死去,并不认为活着是高尚的,也不认为死去是高尚的,而只是认为将这两者都完美地完成是高尚的。 ” 欧里庇得斯对于那些默默忍受长期疾病折磨的人的描述也极为精彩: “我憎恨那些渴望延长生命的人,他们用食物、饮料和法术,偏转河流的渠道以求不死;当他们对大地不再有任何益处时,本应该死去消逝,不碍年轻人的路。
" ἡ δὲ Μερόπη λόγους ἀνδρώδεις προφερομένη κινεῖ τὰ θέατρα, λέγουσα τοιαῦτα " τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν, οὐδʼ ἀνδρὸς ἐστερήμεθʼ ἀλλὰ μυρίαι τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον " τούτοις γὰρ οἰκείως ἄν τις ταῦτα συνάψειε " ποῦ γὰρ τὰ σεμνὰ κεῖνα, ποῦ δὲ Λυδίας μέγας δυνάστης Κροῖσος ἢ Ξέρξης βαρὺν ζεύξας θαλάσσης αὐχένʼ Ἑλλησποντίας;
” 而梅洛佩口中说出富有男子气概的话语,感动了剧场,她这样说道: “凡人中并非只有我一人的孩子死去了,我也并非唯一失去丈夫的人,而是有无数女人像我一样排尽了同样的生命。 ” 因为人们可以恰当地将这些诗句与上述内容结合起来: “那些庄严的事物如今在何处? 莉迪亚的伟大统治者克罗伊索斯在何处? 或者在赫勒斯滂海峡套上沉重枷锁的薛西斯在何处?
ἅπαντες ᾍδαν ἦλθον καὶ Λάθας δόμους, " τῶν χρημάτων ἅμα τοῖς σώμασι διαφθαρέντων.
所有人都走向了哈迪斯和忘川的居所,” 财产与他们的身体一同毁灭。

词汇与语法注释

  1. 109fτῇ πρὸ τῆς γενέσεως — 此为表示关联或相似的与格(dative of association/likeness),修饰前文的 `τὴν αὐτὴν τάξιν`(“相同的状态”),指明与出生前的状态进行比较。
  2. 110aπρὸς τὸν ὃν οὐδέπω κατεσκευάσθη χρόνον — 介词 `πρός` 表示比较(“与……相比”)。在关系从句中,先行词 `χρόνον`(时间)对应关系代词 `ὅν`,该代词在从句中充当表示时间范围或延续的宾格(accusative of extent of time)。
  3. 110bἀπῆνθεν ὅθεν ἦνθε — 此句引用自伊皮哈鲁莫斯的残篇,采用多利斯方言(Doric dialect),相当于雅典方言中的 `ἀπῆλθεν ὅθεν ἦλθεν`(“回到了它来的地方”)。
  4. 110cοἳ θάνον οὐ τὸ ζῆν θέμενοι καλὸν οὐδὲ τὸ θνῄσκειν — 分词 `θέμενοι` 是动词 `τίθημι` 的不定过去时中动形式,意为“视作、认为”。带冠词的不定式 `τὸ ζῆν`(活)与 `τὸ θνῄσκειν`(死)作为直接宾语,而 `καλόν` 充当宾语补足语(谓语)。

引用这一段

普鲁塔克, 致阿波罗尼乌斯慰问信 §15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。