§6καίτοι κἂν πάντες ἅμα τῶν αὐτῶν οἱ φίλοι δέωνται, χαλεπὸν ἐξαρκέσαι πᾶσι βουλευομένοις ἢ πολιτευομένοις ἢ φιλοτιμουμένοις ἢ ὑποδεχομένοις.
然而,即使所有的朋友在同一时间需要相同的事情,要满足他们所有正在商议、参政、竞逐荣誉或款待宾客的人也是困难的。
ἂν δʼ ἑνὶ καιρῷ διαφόροις πράγμασι καὶ πάθεσι προστυγχάνοντες ὁμοῦ παρακαλῶσιν ὁ μὲν πλέων συναποδημεῖν, ὁ δὲ κρινόμενος συνδικεῖν, ὁ δὲ κρίνων συνδικάζειν, ὁ δὲ πιπράσκων ἢ ἀγοράζων συνδιοικεῖν, ὁ δὲ γαμῶν συνθύειν, ὁ δὲ θάπτων συμπενθεῖν,
"
πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμῃ,
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων
"
ἡ πολυφιλία, πᾶσι μὲν ἀμήχανον παρεῖναι, μηδενὶ δʼ ἄτοπον, ἑνὶ δʼ ὑπουργοῦντα προσκρούειν πολλοῖς ἀνιαρὸν
"
οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθʼ ἡδέως
"
Καίτοι τὰς ἀμελείας καὶ ῥᾳθυμίας τῶν φίλων πραότερον φέρουσι, καὶ τὰς τοιαύτας ἀπολογίας ἀμηνίτως δέχονται παρʼ αὐτῶν
ἐξελαθόμην
ἠγνόησα
ὁ δὲ λέγων
οὐ παρέστην σοι δίκην ἔχοντι, παριστάμην γὰρ ἑτέρῳ φίλῳ,
καὶ
πυρέττοντά σʼ οὐκ εἶδον, τῷ δεῖνι γὰρ φίλους ἑστιῶντι συνησχολούμην
αἰτίαν τῆς ἀμελείας τὴν ἑτέρων ἐπιμέλειαν ποιούμενος οὐ λύει τὴν μέμψιν, ἀλλὰ προσεπιβάλλει ζηλοτυπίαν.
但如果他们在同一时刻遭遇不同的事务和境遇,同时向我们求助,其中航海者请求一同出行,诉讼者请求一同辩护,审判者请求一同审判,出售或购买者请求一同管理,结婚者请求一同祭祀,办丧事者请求一同哀悼—— “城里顿时间浓烟密布,也顿时间充满了赞美歌和叹息声”—— 在“多友”的情境下,要在所有人身边是不可能的,而一个也不去则是荒谬的,但若只帮助一个而得罪许多人则是令人痛苦的: “因为没有一个在爱着的人会乐意自己被忽视。 ” 然而,人们对于朋友的疏忽和怠慢往往能较温和地承受,并且毫无怨言地接受他们这样的解释: “我忘了。 ” “我不知道。 ” 但如果有人说: “你打官司时我没有到场支持你,因为我当时在支持另一个朋友,” 以及 “你发烧时我没去看你,因为我当时正忙着帮某人款待他的朋友,” 把对别人的照顾当作自己疏忽的借口,这样做不仅不能消除怨言,反而会火上浇油,增加嫉妒。
ἀλλʼ οἱ πολλοὶ τὰς πολυφιλίας ἃ δύνανται παρέχειν μόνον ὡς ἔοικε σκοποῦσιν, ἃ δʼ ἀνταπαιτοῦσι παρορῶσι, καὶ οὐ μνημονεύουσιν ὅτι δεῖ τὸν πολλοῖς εἰς ἃ δεῖται χρώμενον πολλοῖς δεομένοις ἀνθυπουργεῖν.
然而,大多数人似乎只看多友所能提供的好处,却忽视了它所要求的回报,并且忘记了,为了自己的需要而利用许多人的人,也必须反过来为许多有需要的人服务。
ὥσπερ οὖν ὁ Βριάρεως ἑκατὸν χερσὶν εἰς πεντήκοντα φορῶν γαστέρας οὐδὲν ἡμῶν πλέον εἶχε τῶν ἀπὸ δυεῖν χεροῖν μίαν κοιλίαν διοικούντων, οὕτως ἐν τοῖς φίλοις χρήσιμον καὶ τὸ λειτουργεῖν πολλοῖς ἔνεστι καὶ τὸ συναγωνιᾶν καὶ τὸ συνασχολεῖσθαι καὶ συγκάμνειν.
因此,正如百手巨神布里阿瑞俄斯用一百只手把食物送进五十个胃里,却并不比我们用两只手维持一个胃的人得到更多,同样,在朋友之间,为许多人服务也意味着要共同焦虑、共同忙碌、共同辛劳。
οὐ γὰρ Εὐριπίδῃ πειστέον λέγοντι
"
χρῆν γὰρ μετρίας εἰς ἀλλήλους
φιλίας θνητοὺς ἀνακίρνασθαι
καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,
εὔλυτα δʼ εἶναι στέργηθρα φρενῶν,
ἀπὸ τʼ ὤσασθαι καὶ ξυντεῖναι,
"
καθάπερ πόδα νεὼς ἐνδιδόντι καὶ προσάγοντι ταῖς χρείαις τὴν φιλίαν.
因为我们决不能相信欧里庇得斯所说的话: “凡人彼此之间应当结交适度的友谊,切勿深入到灵魂的骨髓,心底的爱意应当易于解开,既能推开,也能拉紧,” 仿佛根据需要,像调节船的帆脚索一样去放松或收紧友谊。
ἀλλὰ τοῦτο μέν, ὦ Εὐριπίδη, μεταθῶμεν ἐπὶ τὰς ἔχθρας, καὶ κελεύωμεν
μετρίας
ποιεῖσθαι τὰς διαφορὰς καὶ
μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς, εὔλυτα δʼ εἶναι
μίση καὶ ὀργὰς καὶ μεμψιμοιρίας καὶ ὑπονοίας·
但是,欧里庇得斯啊,让我们把这句话转用到“敌意”上,让我们要求分歧应当是“适度”的,“切勿深入到灵魂的骨髓”,让仇恨、愤怒、抱怨和怀疑应当是“易于解开”的。
ἐκεῖνο δὲ μᾶλλον ἡμῖν παραίνει τὸ Πυθαγορικὸν
μὴ πολλοῖς ἐμβάλλειν δεξιὰν
τουτέστι μὴ πολλοὺς ποιεῖσθαι φίλους μηδὲ πολύκοινον μηδὲ πάνδημον ἀσπάζεσθαι φιλίαν καὶ πρὸς ἐναντίην ἢ μετὰ πολλῶν παθῶν εἰσιοῦσαν, ὧν τὸ μὲν συναγωνιᾶν καὶ συνάχθεσθαι καὶ συμπονεῖν καὶ συγκινδυνεύειν πάνυ δύσοιστον τοῖς ἐλευθέροις καὶ γενναίοις ἐστί·
而那句毕达哥拉斯的格言更适合劝诫我们: “不要与许多人握手,” 也就是说,不要结交太多的朋友,也不要接纳那种过于泛滥、面向大众的友谊,这种友谊伴随着许多痛苦而进入,在其中,共同焦虑、共同悲伤、共同辛劳、共同涉险,对于自由而高贵的人来说是极难承受的。
τὸ δὲ τοῦ σοφοῦ Χίλωνος ἀληθές, ὃς πρὸς τὸν εἰπόντα μηδένα ἔχειν ἐχθρὸν
ἔοικας
ἔφη
σὺ μηδὲ φίλον ἔχειν.
而贤者奇隆的话是真实的,他对那个自称没有一个敌人的人说道: “看来,” 他说, “你连一个朋友也没有。
αἱ γὰρ ἔχθραι ταῖς φιλίαις εὐθὺς ἐπακολουθοῦσι καὶ συμπλέκονται, ἐπείπερ
” 因为敌意会立刻紧随友谊而来,并与它们缠绕在一起,既然……