§3τὸν δὲ φίλον ἡμεῖς
μοῦνον
μὲν οὐκ ἀξιοῦμεν εἶναι, μετʼ ἄλλου δὲ
τηλύγετός
τις καὶ ὀψίγονος ἔστω, τὸν θρυλούμενον ἐκεῖνον χρόνῳ τῶν ἁλῶν συγκατεδηδοκὼς μέδιμνον, οὐχ ὥσπερ νῦν πολλοὶ φίλοι λεγόμενοι συμπιόντες ἅπαξ ἢ συγκαταλύσαντες ἢ συγκυβεύσαντες ἢ συγκαταλύσαντες, ἐκ πανδοκείου καὶ παλαίστρας καὶ ἀγορᾶς φιλίαν συλλέγουσιν.
然而,我们并不要求朋友是“唯独一个”,但希望他与别人相比,是一个“晚生”且“迟来”的孩子,如同随着时间的推移,共同吃完了那传说中的一斗盐。 这不像今天许多被称为朋友的人,他们只要一起喝过一次酒,或者一起投宿,或者一起掷过骰子,或者一起投宿,就从旅馆、角力场和广场上拼凑出友谊。
ἐν δὲ ταῖς τῶν πλουσίων καὶ ἡγεμονικῶν οἰκίαις πολὺν ὄχλον καὶ θόρυβον ἀσπαζομένων καὶ δεξιουμένων καὶ δορυφορούντων ὁρῶντες εὐδαιμονίζουσι τοὺς πολυφίλους.
但在富有和有权势者的府邸里,人们看到一大群迎送、握手、护卫的人在喧闹,便羡慕那些有很多朋友的人。
καίτοι πλείονάς γε μυίας ἐν τοῖς ὀπτανείοις αὐτῶν ὁρῶσιν.
然而,他们在其厨房里看到的苍蝇其实还要多。
ἀλλʼ οὔθʼ αὗται τῆς λιχνείας οὔτʼ ἐκεῖνοι τῆς χρείας ἐπιλιπούσης παραμένουσιν.
但是,苍蝇不会在没有贪食之物时留下,那些人也不会在没有利益时逗留。
ἐπεὶ δʼ ἡ ἀληθινὴ φιλία τρία ζητεῖ μάλιστα, τὴν ἀρετὴν ὡς καλόν, καὶ τὴν συνήθειαν ὡς ἡδύ, καὶ τὴν χρείαν ὡς ἀναγκαῖον δεῖ γὰρ ἀποδέξασθαι κρίναντα καὶ χαίρειν συνόντα καὶ χρῆσθαι δεόμενον, ἃ πάντα πρὸς τὴν πολυφιλίαν ὑπεναντιοῦται, καὶ μάλιστά πως τὸ κυριώτατον ἡ κρίσις, σκεπτέον πρῶτον εἰ δυνατόν ἐστιν ἐν βραχεῖ χρόνῳ δοκιμάσαι χορευτὰς συγχορευσομένους, ἐρέτας ὁμορροθήσοντας, οἰκέτας χρημάτων ἐπιτρόπους ἢ τέκνων παιδαγωγοὺς ἐσομένους, μήτι γε φίλους πολλοὺς εἰς ἀγῶνα πάσης τύχης συναποδυσομένους, ὧν ἕκαστος αὐτὸς θʼ αὑτὸν
"
πράττων εὖ τίθησιν εἰς μέσον,
τοῦ δυστυχοῦς τε λαγχάνων οὐκ ἄχθεται
"
οὔτε ναῦς γὰρ ἐπὶ τοσούτους ἕλκεται χειμῶνας εἰς θάλατταν, οὔτε χωρίοις τριγχοὺς καὶ λιμέσι προβάλλουσιν ἕρκη καὶ χώματα τηλικούτους προσδεχόμενοι κινδύνους καὶ τοσούτους, ὅσων ἐπαγγέλλεται φιλία καταφυγὴν καὶ βοήθειαν, ὀρθῶς καὶ βεβαίως ἐξετασθεῖσα·
既然真正的友谊最需要三样东西:作为美的“美德”、作为乐的“交往”、作为必需的“实用”——因为我们必须在审判后接纳,在相处中快乐,在需要时使用——而这一切都与“多友”相冲突,尤其是其中最关键的“审判”;我们首先必须考虑,是否可能在短时间内考验那些将要同舞的舞者、同舟共济的桨手、管理财产的管家或孩子们的家庭教师,更不用说考验许多要在每种命运的战斗中一同脱去衣服的朋友了。 他们中的每一个人在「自己顺遂时,会将利益公之于众,而分担不幸时,也并不感到苦恼。 」因为既没有一艘船会为了应对如此多的风暴而被推入大海,人们也不会为了应对如此大、如此多的危险而在土地周围筑起围墙、在港口修建防波堤和堤坝。 而友谊在经过正确且稳固地考验后,正承诺了这样的避难所和帮助。
τῶν δʼ ἀνεξετάστως παραρρυέντων ὥσπερ νομισμάτων ἀδοκίμων ἐλεγχομένων
"
οἱ μὲν ἐστερημένοι
χαίρουσιν, οἱ δʼ ἔχοντες εὔχονται φυγεῖν
"
ἔστι δὲ τοῦτο χαλεπὸν καὶ οὐ ῥᾴδιον, τὸ φυγεῖν ἢ ἀποθέσθαι δυσαρεστουμένην φιλίαν.
至于那些未经考验便混进来的人,当他们像假币一样被识破时,「失去他们的人感到高兴,而拥有他们的人则祈祷能逃脱。 」但是,逃避或抛弃一段令人不快的友谊是困难且不易的。
ἀλλʼ ὥσπερ σιτίον βλαβερὸν καὶ δυσχεραινόμενον οὔτε κατέχειν οἷόν τε μὴ λυποῦν καὶ διαφθεῖρον οὔτʼ ἐκβάλλειν οἷον εἰσῆλθεν ἀλλʼ εἰδεχθὲς καὶ συμπεφυρμένον καὶ ἀλλόκοτον, οὕτω φίλος πονηρὸς ἢ σύνεστι λυπῶν καὶ λυμαινόμενος, ἢ βίᾳ μετʼ ἔχθρας καὶ δυσμενείας ὥσπερ χολή τις ἐξέπεσε.
正如有害且令人厌恶的食物,既无法在不带来痛苦和损害的情况下留在体内,也无法像进来时那样原样吐出,而是变得丑陋、混乱而奇异;同样,一个恶劣的朋友,要么留下来带来痛苦和伤害,要么伴随着敌意和恶感,像胆汁一样被强行排出。
§4διὸ δεῖ μὴ ῥᾳδίως προσδέχεσθαι μηδὲ κολλᾶσθαι τοῖς ἐντυγχάνουσι μηδὲ φιλεῖν τοὺς διώκοντας, ἀλλὰ τοὺς ἀξίους φιλίας διώκειν.
因此,不应轻易接纳或黏附于邂逅之人,也不应爱那些追求我们的人,而应追求那些配得上友谊的人。
οὐ γὰρ αἱρετέον πάντως τὸ ῥᾳδίως ἁλισκόμενον.
因为绝不可一味选择容易捕获的东西。
καὶ γὰρ ἀπαρίνην καὶ βάτον ἐπιλαμβανομένην ὑπερβάντες καὶ διωσάμενοι βαδίζομεν ἐπὶ τὴν ἐλαίαν καὶ τὴν ἄμπελον.
事实上,迈过并推开那些缠人的猪殃殃和荆棘,我们走向橄榄树和葡萄藤。
οὕτως ἀεὶ μὴ τὸν εὐχερῶς περιπλεκόμενον ποιεῖσθαι συνήθη καλόν, ἀλλὰ τοῖς ἀξίοις σπουδῆς καὶ ὠφελίμοις αὐτοὺς περιπλέκεσθαι δοκιμάζοντας.
因此,永远不要把轻易缠绕上来的人当作知己,而应在考验之后,让自己去缠绕那些值得热忱对待且有益的人。
§5ὥσπερ οὖν ὁ Ζεῦξις αἰτιωμένων αὐτόν τινων ὅτι ζωγραφεῖ βραδέως,
ὁμολογῶ
εἶπεν
ἐν πολλῷ χρόνῳ γράφειν, καὶ γὰρ εἰς πολύν,
οὕτω φιλίαν δεῖ καὶ συνήθειαν σῴζειν παραλαβόντας ἐν πολλῷ κριθεῖσαν.
正如宙克西斯在面对一些人指责他画画慢时,说道:「我承认自己画得很慢,因为我是为了能留存很久而画。 」同样,我们也必须在长期的考验后接纳并保持友谊与交往。
ἆρʼ οὖν κρῖναι μὲν οὐκ ἔστι πολλοὺς φίλους ῥᾴδιον, συνεῖναι δὲ πολλοῖς ὁμοῦ ῥᾴδιον, ἢ καὶ τοῦτο ἀδύνατον;
那么,考验许多朋友诚然不易,但与许多人同时相处难道就容易吗? 抑或这也是不可能的?
καὶ μὴν ἀπόλαυσίς ἐστιν ἡ συνήθεια τῆς φιλίας, καὶ τὸ ἥδιστον ἐν τῷ συνεῖναι καὶ συνδιημερεύειν
"
οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
βουλὰς ἑζόμενοι βουλεύσομεν
"
καὶ περὶ τοῦ Ὀδυσσέως ὁ Μενέλαος
"
οὐδέ κεν ἄλλο
ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε,
πρὶν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψε
"
τοὐναντίον οὖν ἔοικεν ἡ καλουμένη πολυφιλία ποιεῖν.
况且,交往正是友谊的享受,而最快乐的事就在于共同相处和共度时光。 「因为我们活着的时候,将不会坐在远离亲爱同伴的地方,来进行商议。 」关于奥德修斯,梅内拉乌斯也说:「也没有任何其他东西能将相爱并快乐着的我们分开,直到死亡的黑云将我们笼罩。 」相比之下,“多友”似乎恰恰起到了相反的作用。
ἡ μὲν γὰρ συνάγει καὶ συνίστησι καὶ συνέχει καταπυκνοῦσα ταῖς ὁμιλίαις καὶ φιλοφροσύναις
"
ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε
"
κατʼ Ἐμπεδοκλέα τοιαύτην γὰρ ἡ φιλία βούλεται ποιεῖν ἑνότητα καὶ σύμπηξιν, ἡ δὲ πολυφιλία διίστησι καὶ ἀποσπᾷ καὶ ἀποστρέφει, τῷ μετακαλεῖν καὶ μεταφέρειν ἄλλοτε πρὸς ἄλλον οὐκ ἐῶσα κρᾶσιν οὐδὲ κόλλησιν εὐνοίας ἐν τῇ συνηθείᾳ περιχυθείσῃ καὶ παγείσῃ γενέσθαι.
因为,友谊通过谈话和亲切的款待使人凝聚、结合并紧密地维系在一起,「正如无花果汁使白牛奶凝固并结合一样,」正如恩培多克勒所说。 因为友谊想要创造这样的一致与结合。 而“多友”则使人分离、拆散并转头离去,由于时而召唤、时而转移到另一个人身上,不容许好意在注满并凝固的交往中产生融和或黏合。
τοῦτο δʼ εὐθὺς ὑποβάλλει καὶ τὴν περὶ τὰς ὑπουργίας ἀνωμαλίαν καὶ δυσωπίαν·
这也会立即引发关于协助的不平衡和尴尬。
τὰ γὰρ εὔχρηστα τῆς φιλίας δύσχρηστα γίγνεται διὰ τὴν πολυφιλίαν.
友谊中有益的事物,因为“多友”而变得难以使用。
"
ἄλλον τρόπον γὰρ ἄλλων ἐγείρει φροντὶς ἀνθρώπων
"
οὔτε γὰρ αἱ φύσεις ἡμῶν ἐπὶ ταὐτὰ ταῖς ὁρμαῖς ῥέπουσιν, οὔτε τύχαις ὁμοτρόποις ἀεὶ σύνεσμεν οἵ τε τῶν πράξεων καιροὶ καθάπερ τὰ πνεύματα τοὺς μὲν φέρουσι τοῖς δʼ ἀντιπίπτουσι.
「因为对不同人的关切以不同的方式唤醒着他们,」因为我们的本性在冲动上并不流向相同的地方,我们也不总是处于相同的境遇。 而行动的时机,就像风一样,带走了一些人,却对另一些人迎面痛击。