§7οὐκ ἔστι φίλον μὴ συναδικεῖσθαι μηδὲ συναδοξεῖν μηδὲ συναπεχθάνεσθαι·
不共同遭受不义、不共同承受恶名、不共同招致怨恨,就称不上是朋友。
οἱ γὰρ ἐχθροὶ τὸν φίλον εὐθὺς ὑφορῶνταί τε καὶ μισοῦσιν, οἱ δὲ φίλοι πολλάκις φθονοῦσί τε καὶ ζηλοτυποῦσι καὶ περισπῶσιν.
因为敌人会立刻警惕并憎恨朋友,而朋友也常常羡慕、嫉妒并产生隔阂。
ὥσπερ οὖν ὁ τῷ Τιμησίᾳ περὶ τῆς ἀποικίας δοθεὶς χρησμὸς προηγόρευσε
"
σμῆνα μελισσάων τάχα τοι καὶ σφῆκες; ἔσονται
"
, οὕτως οἱ φίλων ζητοῦντες ἑσμὸν ἔλαθον ἐχθρῶν σφηκιαῖς περιπεσόντες.
因此,正如为了殖民之事赐予提美西亚的神识所预言的:“有一群蜜蜂,不久也会有黄蜂飞向你,”同样,那些追求朋友成群的人,在不知不觉中落入了敌人如黄蜂般的巢穴中。
καὶ οὐκ ἴσον ἄγει σταθμὸν ἐχθροῦ μνησικακία καὶ φίλου χάρις.
而且,敌人的怨恨与朋友的恩义,其分量并不相等。
ὅρα δὲ τοὺς Φιλώτου καὶ Παρμενίωνος φίλους καὶ οἰκείους ἃ διέθηκεν Ἀλέξανδρος, ἃ τοὺς Δίωνος Διονύσιος τοὺς Πλαύτου Νέρων καὶ τοὺς Σηιανοῦ Τιβέριος στρεβλοῦντες καὶ ἀποκτιννύοντες.
看看亚历山大如何对待菲罗塔斯和帕梅尼翁的朋友和亲属,狄奥尼修斯如何对待狄翁的朋友,尼禄如何对待普劳图斯的朋友,以及提贝里乌斯如何拷打并杀害塞扬努斯的朋友。
ὡς γὰρ τὸν Κρέοντα τῆς θυγατρὸς οὐδὲν ὁ χρυσὸς οὐδʼ ὁ πέπλος ὠφέλει, τὸ δὲ πῦρ ἀναφθὲν αἰφνιδίως προσδραμόντα καὶ περιπτύξαντα κατέκαυσε καὶ συναπώλεσεν, οὕτως ἔνιοι τῶν φίλων οὐδὲν ἀπολαύσαντες εὐτυχούντων συναπόλλυνται δυστυχοῦσι.
因为,正如克瑞翁无法从女儿的黄金和长袍中获得任何益处,反而那突然燃起的烈火将跑来拥抱女儿的他烧焦,并与她一同毁灭,同样,有些朋友在他人得意时毫无享受,在他人落难时却一同毁灭。
καὶ τοῦτο μάλιστα πάσχουσιν οἱ φιλόσοφοι καὶ χαρίεντες, ὡς Θησεὺς τῷ Πειρίθῳ κολαζομένῳ καὶ δεδεμένῳ
"
αἰδοῦς ἀχαλκεύτοις συνέζευκται πέδαις
"
, ἐν δὲ τῷ λοιμῷ φησιν ὁ Θουκυδίδης τοὺς ἀρετῆς μάλιστα μεταποιουμένους συναπόλλυσθαι τοῖς φίλοις νοσοῦσιν ἠφείδουν γὰρ σφῶν αὐτῶν ἰόντες παρὰ τοὺς ἐπιτηδείους.
这种遭遇在哲学家和有教养的人身上最为常见,就像忒修斯对待受罚和被捆绑的皮里托乌斯一样:“被羞耻的无铁之锁链锁在一起,” 且在瘟疫中,修昔底德说那些最标榜美德的人与他们生病的朋友一同灭亡;因为他们不顾自身安危前往他们亲近的人那里。
§8ὅθεν οὕτω τῆς ἀρετῆς ἀφειδεῖν οὐ προσῆκον ἄλλοτʼ ἄλλοις συνδέοντας αὐτὴν καὶ συμπλέκοντας, ἀλλὰ τοῖς ἀξίοις τὴν αὐτῆς κοινωνίαν φυλάττειν, τουτέστι τοῖς ὁμοίως φιλεῖν καὶ κοινωνεῖν δυναμένοις.
因此,不应当这样糟蹋美德,在不同的时候把它与不同的人结合和交织在一起,而应当为那些配得上的人保留它的交往,也就是说,保留给那些同样能够爱和交往的人。
καὶ γὰρ δὴ τοῦτο πάντων μέγιστόν ἐστιν ἐναντίωμα πρὸς τὴν πολυφιλίαν, ὅτι τῇ φιλίᾳ γένεσις διʼ ὁμοιότητός ἐστιν.
因为这确实是反对多友的最大障碍,即友谊是通过相似性而产生的。
ὅπου γὰρ καὶ τὰ ἄψυχα τὰς μίξεις πρὸς τὰ ἀνόμοια ποιεῖται μετὰ βίας ἀναγκαζόμενα καὶ ὀκλάζει καὶ ἀγανακτεῖ φεύγοντα ἀπʼ ἀλλήλων, τοῖς δὲ συγγενέσι καὶ οἰκείοις ὁμοπαθεῖ κεραννύμενα καὶ προσίεται τὴν κοινωνίαν λείως καὶ μετʼ εὐμενείας, πῶς οἷόν τε φιλίαν ἤθεσι διαφόροις, ἐγγενέσθαι καὶ πάθεσιν ἀνομοίοις καὶ βίοις ἑτέρας προαιρέσεις ἔχουσιν;
因为即使是无生命之物,与不同之物的混合也是通过暴力强迫进行的,并且会退缩、反感,彼此逃避,而与同类和亲近之物混合时则会产生共鸣,并且平滑、和善地接纳这种结合,那么,在不同的性格、不同的激情、以及持有不同选择的生活中,又怎么可能产生友谊呢?
ἡ μὲν γὰρ περὶ ψαλμοὺς καὶ φόρμιγγας ἁρμονία διʼ ἀντιφώνων ἔχει τὸ σύμφωνον, ὀξύτησι καὶ βαρύτησιν ἁμωσγέπως ὁμοιότητος ἐγγιγνομένης· τῆς δὲ φιλικῆς συμφωνίας ταύτης καὶ ἁρμονίας οὐδὲν ἀνόμοιον οὐδʼ ἀνώμαλον οὐδʼ ἄνισον εἶναι δεῖ μέρος, ἀλλʼ ἐξ ἁπάντων ὁμοίως ἐχόντων ὁμολογεῖν καὶ ὁμοβουλεῖν καὶ ὁμοδοξεῖν καὶ συνομοπαθεῖν, ὥσπερ μιᾶς ψυχῆς ἐν πλείοσι διῃρημένης σώμασι.
因为歌唱和竖琴的和谐是通过八度音阶来实现谐和的,高音和低音中以某种方式产生了相似性;但在这友爱的谐和与和谐中,绝不能有任何部分是不同、不规则或不平等的,而必须由所有处于相似状态的部分达成一致、共同谋划、共同观点、共同感受,仿佛一个灵魂被分配在多个身体中。
§9τίς οὖν ἐστιν οὕτως ἐπίπονος καὶ μετάβολος καὶ παντοδαπὸς ἄνθρωπος, ὥστε πολλοῖς ἑαυτὸν ἐξομοιοῦν καὶ προσαρμόττειν καὶ μὴ καταγελᾶν τοῦ Θεόγνιδος παραινοῦντος
"
πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ,
τῇ περ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη;
那么,谁是如此辛劳、易变、千变万化的人,以至于要将自己与许多人同化和适应,而不去嘲笑提奥格尼斯,当他建议说:“保持那五彩缤纷的章鱼的心思吧,它在它所依附的岩石上,看起来就是那样的颜色?
"
καίτοι τοῦ πολύποδος αἱ μεταβολαὶ βάθος οὐκ ἔχουσιν, ἀλλὰ περὶ αὐτὴν γίγνονται τὴν ἐπιφάνειαν, στυφότητι καὶ μανότητι τὰς ἀπορροὰς τῶν πλησιαζόντων ἀναλαμβάνουσαν· αἱ δὲ φιλίαι τὰ ἤθη ζητοῦσι συνεξομοιοῦν καὶ τὰ πάθη καὶ τοὺς λόγους καὶ τὰ ἐπιτηδεύματα καὶ τὰς διαθέσεις.
”然而,章鱼的变化并没有深度,而只发生在表面,通过皮肤的紧密与松弛吸收邻近事物的分泌物;但友谊要求将性格、激情、言语、追求和性情共同同化。
Πρωτέως τινὸς οὐκ εὐτυχοῦς οὐδὲ πάνυ χρηστοῦ τὸ ἔργον, ἀλλʼ ὑπὸ γοητείας ἑαυτὸν εἰς ἕτερον εἶδος ἐξ ἑτέρου μεταλλάττοντος ἐν ταὐτῷ πολλάκις, φιλολόγοις συναναγιγνώσκοντος καὶ παλαισταῖς συγκονιομένου καὶ φιλοθήροις συγκυνηγετοῦντος καὶ φιλοπόταις συμμεθυσκομένου καὶ πολιτικοῖς συναρχαιρεσιάζοντος, ἰδίαν ἤθους ἑστίαν οὐκ ἔχοντος,· .
这是一个不幸且绝非善良的普罗透斯式的行径,他通过魔术将自己从一种形态转变为另一种形态,经常在同一个地方,与爱学者共同阅读,与摔跤手共同蒙尘,与狩猎者共同狩猎,与好酒者共同醉酒,与政治家共同参与竞选,而自己却没有性格的根基。
ὡς δὲ τὴν ἀσχημάτιστον οἱ φυσικοὶ καὶ ἀχρώματον οὐσίαν καὶ ὕλην λέγουσιν ὑποκειμένην καὶ τρεπομένην ὑφʼ αὑτῆς νῦν μὲν φλέγεσθαι νῦν δʼ ἐξυγραίνεσθαι, τοτὲ δʼ ἐξαεροῦσθαι πήγνυσθαι δʼ αὖθις, οὕτως ἄρα τῇ πολυφιλίᾳ ψυχὴν ὑποκεῖσθαι δεήσει πολυπαθῆ καὶ πολύτροπον καὶ ὑγρὰν καὶ ῥᾳδίαν μεταβάλλειν.
正如自然学家所说的那种无形状、无颜色的实体和质料,作为基底并由其自身转化,时而燃烧,时而液化,时而气化,时而又凝固,因此,对于多友而言,必须有一个具有多重情感、多变、流动且易于改变的灵魂作为基底。
ἀλλʼ ἡ φιλία στάσιμόν τι ζητεῖ καὶ βέβαιον ἦθος καὶ ἀμετάπτωτον ἐν μιᾷ χώρᾳ καὶ συνηθείᾳ· διὸ καὶ σπάνιον καὶ δυσεύρετόν ἐστι φίλος βέβαιος.
但是,友谊要求在单一的场所和交往中具有稳定、坚定且不可改变的性格;因此,坚定的朋友也是罕见且难以找到的。