Humanitext Reader

普鲁塔克 · 论广交友 §1-2

多友之弊与真挚友谊的排他性

第 1 段,共 4 段 · 希腊语

内容简介

引用苏格拉底与美侬对话的逸事,指出追求“多友”的弊端,并通过自然规律和历史先例说明,真正的友谊只能存在于少数人(双人成对)之间。

§1Μένωνα τὸν Θετταλὸν οἰόμενον ἐν λόγοις ἱκανῶς γεγυμνάσθαι καὶ τοῦτο δὴ τὸ ὑπὸ τοῦ Ἐμπεδοκλέους λεγόμενον σοφίης ἐπʼ ἄκροισι θαμίζειν ἠρώτησεν ὁ Σωκράτης τί ἀρετή ἐστιν·
苏格拉底曾询问那自以为在言辞中受过充分锻炼、且如恩培多克勒所说“常登智慧之巅”的色萨利人美侬,什么是美德。
ἀποκριναμένου δʼ ἰταμῶς ἐκείνου καὶ προχείρως ὅτι καὶ παιδός ἐστιν ἀρετὴ καὶ πρεσβύτου καὶ ἀνδρὸς καὶ γυναικὸς καὶ ἄρχοντος καὶ ἰδιώτου καὶ δεσπότου καὶ θεράποντος, εὖ γʼ εἶπεν ὁ Σωκράτης, ὅτι μίαν ἀρετὴν αἰτηθεὶς σμῆνος ἀρετῶν κεκίνηκας, οὐ κακῶς τεκμαιρόμενος ὅτι μηδεμίαν εἰδὼς ἀρετὴν ἄνθρωπος πολλὰς ὠνόμαζεν.
当美侬鲁莽而轻率地回答说,有儿童的美德,有老人的,有男人的,有女人的,有统治者的,有平民的,有主人的,也有仆人的美德时,苏格拉底说: “太好了! 因为我向你求一个美德,你却惊扰起了一大群美德。 ” 苏格拉底如此推测并不无道理:一个连一种美德都不知道的人,竟然说出了许多个美德。
ἆρʼ οὖν οὐχὶ καὶ ἡμῖν ἄν τις ἐπιχλευάσειεν ὅτι μηδέπω μίαν φιλίαν κεκτημένοι βεβαίως φοβούμεθα μὴ λάθωμεν εἰς πολυφιλίαν ἐμπεσόντες;
那么,难道不会有人也同样嘲笑我们吗? 因为我们连一个稳固的友谊都还没有获得,却担心自己会不知不觉地陷于 “多友”之中。
σχεδὸν γὰρ οὐδὲν διαφέρομεν ἀνθρώπου κολοβοῦ καὶ τυφλοῦ, φοβουμένου μὴ Βριάρεως ὁ ἑκατόγχειρ καὶ Ἄργος ὁ πανόπτης γένηται.
我们与一个既残疾又双目失明却担心自己会变成百手巨人布里阿瑞俄斯和百眼巨人阿耳戈斯的人,几乎没有什么区别。
καίτοι τόν γε παρὰ τῷ Μενάνδρῳ νεανίσκον ὑπερφυῶς ἐπαινοῦμεν εἰπόντα θαυμαστὸν ὅσον νομίζειν ἀγαθὸν ἕκαστον, ἂν ἔχῃ φίλου σκιάν
然而,我们却极度赞赏米南德笔下的那个年轻人,他说如果一个人哪怕能拥有朋友的影子,其价值之大也是令人惊叹的。
§2ἐναντίον δὲ μετὰ πολλῶν ἄλλων οὐχ ἥκιστα πρὸς φιλίας κτῆσιν ἡ τῆς πολυφιλίας ὄρεξις, ὥσπερ ἔρως ἀκολάστων γυναικῶν τῷ πολλάκις καὶ πολλοῖς συμπλέκεσθαι τῶν πρώτων κρατεῖν μὴ δυνάμενος ἀμελουμένων καὶ ἀπορρεόντων·
相反,在许多其他因素中,对多友的渴望恰恰是获得友谊的最大障碍之一。 这就好比对放荡女子的迷恋,由于频繁地与许多人纠缠,导致最初的那些人被忽视并流失,因而无法挽留她们。
μᾶλλον δʼ ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος εἰς τὸν λειμῶνα καθίσας ἔδρεπεν " ἕτερον ἐφʼ ἑτέρῳ αἰρόμενος ἄγρευμʼ ἀνθέων ἡδομένᾳ ψυχᾷ τὸ νήπιον ἄπληστον ἔχων, " οὕτως ἕκαστον ἡμῶν διὰ τὸ φιλόκαινον καὶ ἁψίκορον ὁ πρόσφατος ἀεὶ καὶ ἀνθῶν ἐπάγεται, καὶ μετατίθησι πολλὰς ὁμοῦ καὶ ἀτελεῖς ἀρχὰς πράττοντας φιλίας καὶ συνηθείας, ἔρωτι τοῦ διωκομένου παρερχομένους τὸ καταλαμβανόμενον.
或者更确切地说,就像许普西皮勒的养子坐在草地上采摘花朵: “一个接一个地采摘,以愉悦的心灵收获花朵,带着孩子般的贪得无厌,” 同样地,我们每个人由于喜新厌旧,总是被最新盛开的朋友所吸引,这使得我们常常同时开始许多段不完整的友谊和交往,在对追求之物的狂热中忽略了已经得到的东西。
πρῶτον μὲν οὖν ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενοι τῆς τοῦ βίου φήμης ἣν ὑπὲρ φίλων βεβαίων ἀπολέλοιπεν ἡμῖν, τὸν μακρὸν καὶ παλαιὸν αἰῶνα μάρτυρα ἅμα τοῦ λόγου καὶ σύμβουλον λάβωμεν, ἐν ᾧ κατὰ ζεῦγος φιλίας λέγονται Θησεὺς καὶ Πειρίθους, Ἀχιλλεὺς καὶ Πάτροκλος, Ὀρέστης καὶ Πυλάδης, Φιντίας καὶ Δάμων, Ἐπαμεινώνδας καὶ Πελοπίδας·
因此,首先让我们从炉灶开始,以关于稳固朋友的世俗传闻为起点,将漫长而古老的时代同时作为我们论证的见证者和咨询者。 在这个时代中,人们总是成双成对地提起友谊:忒修斯和庇里托俄斯、阿喀琉斯和帕特罗克洛斯、俄瑞斯忒斯和皮拉德斯、芬提亚斯和达蒙、伊帕密浓达和佩洛皮达斯。
σύννομον γὰρ ἡ φιλία ζῷον οὐκ ἀγελαῖόν ἐστιν οὐδὲ κολοιῶδες, καὶ τὸ ἄλλον αὑτὸν ἡγεῖσθαι τὸν φίλον καὶ προσαγορεύειν ἑταῖρον ἕτερον οὐδέν ἐστιν ἢ μέτρῳ φιλίας τῇ δυάδι χρωμένων.
因为友谊是成双生活的动物,而不是像寒鸦那样成群结队的动物;将朋友视为“另一个自己”,并将同伴称为“另一个伙伴”,无非是使用“二(双数)”作为友谊的尺度。
οὔτε γὰρ δούλους οὔτε φίλους ἔστι κτήσασθαι πολλοὺς ἀπʼ ὀλίγου νομίσματος.
因为无论是许多奴隶还是许多朋友,都无法用微薄的货币来获得。
τί οὖν νόμισμα φιλίας;
那么,友谊的货币是什么?
εὔνοια καὶ χάρις μετʼ ἀρετῆς, ὧν οὐδὲν ἔχει σπανιώτερον ἡ φύσις.
是伴随着美德的好意与恩惠,自然界中没有比这更稀有的东西了。
ὅθεν τὸ σφόδρα φιλεῖν καὶ φιλεῖσθαι πρὸς πολλοὺς οὐκ ἔστιν, ἀλλʼ ὥσπερ οἱ ποταμοὶ πολλὰς σχίσεις καὶ κατατομὰς λαμβάνοντες ἀσθενεῖς καὶ λεπτοὶ ῥέουσιν, οὕτω τὸ φιλεῖν ἐν ψυχῇ σφοδρὸν πεφυκὸς εἰς πολλοὺς μεριζόμενον ἐξαμαυροῦται.
因此,对许多人产生强烈的爱以及被许多人强烈地爱,这是不可能的。 正如河流一旦有了许多分支和分流,就会流得微弱而细小;同样,魂魄中本性强烈的爱,一旦分配给许多人,就会变得黯淡无光。
διὸ καὶ τῶν ζῴων τὸ φιλότεκνον τοῖς μονοτόκοις ἰσχυρότερον ἐμφύεται, καὶ Ὅμηρος·
因此,在动物中,对后代的爱在仅产一胎的动物中体现得更为强烈。
ἀγαπητὸν υἱὸν ὀνομάζει μοῦνον τηλύγετον τουτέστι τὸν τοῖς μήτʼ ἔχουσιν ἕτερον γονεῦσι μήθʼ ἕξουσι γεγενημένον.
荷马也将心爱的儿子称为 “独生且晚生的,” 也就是指那些既没有、也不会再有其他孩子的父母所生的孩子。

词汇与语法注释

  1. 93bσοφίης ἐπʼ ἄκροισι θαμίζειν — 引用自恩培多克勒的残篇。属格 `σοφίης` 修饰 `ἐπʼ ἄκροισι`(在最高处),意为“常登智慧之巅”。
  2. 93bἀποκριναμένου δʼ ἰταμῶς ἐκείνου ... ὅτι ... — 属格独立结构(Genitive Absolute)。其逻辑主语为指示代词 `ἐκείνου`(指美侬)。`ὅτι` 引导的名词从句表示回答的具体内容。
  3. 93bὅτι μίαν ... κεκίνηκας — 此处的 `ὅτι` 最好理解为原因连词(“因为”),用以解释前文感叹语 `εὖ γʼ`(说得好)的原因。
  4. 93cθαυμαστὸν ὅσον — 用作副词的习惯表达,意为“令人惊叹地”、“极其”。它修饰了随后由 `νομίζειν` 引导的“对格+不定式”结构。
  5. 93dτῷ πολλάκις καὶ πολλοῖς συμπλέκεσθαι — 带冠词不定式的与格结构(Articular Infinitive),表示手段或原因(“通过/因为频繁地与许多人交往”)。`τῷ` 为中性单数与格冠词,使不定式 `συμπλέκεσθαι` 名词化。
  6. 93eὥσπερ ἀφʼ ἑστίας ἀρξάμενοι — 希腊语常用习惯表达“从炉灶(赫斯提亚)开始”,意为“从最开始起步”或“从最基础、最贴近的部分开始”。

引用这一段

普鲁塔克, 论广交友 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg073.humanitext-grc2:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。