Humanitext Reader

普鲁塔克 · 如何从敌人身上获益 §3

敌人的监视与自律促成的品德提升

第 2 段,共 6 段 · 希腊语

内容简介

因为敌人总是在寻找过错并进行监视,聪明人因而会严格约束自己,过上无可指责的生活。普鲁塔克指出,正如战争给城邦带来秩序,敌人的存在也能促进人们的自律和品德提升。

§3πρῶτον μὲν οὖν δοκεῖ μοι τῆς ἔχθρας τὸ βλαβερώτατον ὠφελιμώτατον ἂν γενέσθαι τοῖς προσέχουσιν.
因此,首先,在我看来,敌意中最有害的部分,对于那些留心的人来说,反而可以变得最有用。
τί δὲ τοῦτʼ ἐστίν;
这究竟是什么意思?
ἐφεδρεύει σου τοῖς πράγμασιν ἐγρηγορὼς ὁ ἐχθρὸς ἀεὶ καὶ λαβὴν ζητῶν πανταχόθεν περιοδεύει τὸν βίον, οὐ διὰ δρυὸς μόνον ὁρῶν ὡς ὁ Λυγκεὺς οὐδὲ διὰ λίθων καὶ ὀστράκων, ἀλλὰ καὶ διὰ φίλου καὶ οἰκέτου καὶ διὰ συνήθους παντὸς ὡς ἀνυστόν ἐστι φωρῶν τὰ πραττόμενα καὶ τὰ βουλευόμενα διορύττων καὶ διερευνώμενος.
敌人时刻保持清醒,监视着你的事务,并试图从各个角落寻找突破口,围绕着你的生活打转。 他不仅像林叩斯那样仅仅透过橡树观看,也不仅透过石头和贝壳,而是尽可能通过朋友、仆人以及每一个熟人,侦察你所做的事,挖掘并搜寻你所谋划的事。
οἱ μὲν γὰρ φίλοι καὶ νοσοῦντες ἡμᾶς πολλάκις καὶ ἀποθνῄσκοντες λανθάνουσιν ἀμελοῦντας καὶ ὀλιγωροῦντας, τῶν δʼ ἐχθρῶν μονονουχὶ καὶ τοὺς ὀνείρους πολυπραγμονοῦμεν·
因为,虽然我们的朋友在生病甚至垂死时,往往由于我们的疏忽和轻视而未被注意到,但对于敌人,我们几乎连他们的梦境都要去打探。
νόσοι δὲ καὶ δανεισμοὶ καὶ διαφοραὶ πρὸς γυναῖκας αὐτοὺς ἐκείνους μᾶλλον ἢ τὸν ἐχθρὸν λανθάνουσι.
而他们自己的疾病、债务以及与妻子的不和,比起被敌人发现,反而更容易被他们自己所忽略。
μάλιστα δὲ τῶν ἁμαρτιῶν ἔχεται καὶ ταύτας ἐξιχνεύει.
敌人尤其抓住我们的过错,并对其追踪搜寻。
καὶ καθάπερ οἱ γῦπες ἐπὶ τὰς ὀσμὰς τῶν διεφθορότων σωμάτων φέρονται, τῶν δὲ καθαρῶν καὶ ὑγιαινόντων αἴσθησιν οὐκ ἔχουσιν, οὕτω τὰ νοσοῦντα τοῦ βίου καὶ φαῦλα καὶ πεπονθότα κινεῖ τὸν ἐχθρόν, καὶ πρὸς ταῦθʼ οἱ μισοῦντες ᾄττουσι καὶ τούτων ἅπτονται καὶ σπαράττουσι.
而且,正如秃鹫向着腐烂尸体的气味飞去,却对干净健康的身体毫无感觉一样,生活中生病、坏死和受损的部分也会惊动敌人,怀恨在心的人们向着这些部分冲去,抓住它们并加以撕扯。
τοῦτʼ οὖν ὠφέλιμόν ἐστι;
那么,这有什么用呢?
πάνυ μὲν οὖν, εὐλαβούμενον ζῆν καὶ προσέχειν ἑαυτῷ καὶ μήτε πράττειν μηδὲν ὀλιγώρως καὶ ἀπερισκέπτως μήτε λέγειν, ἀλλʼ ἀεὶ διαφυλάττειν ὥσπερ ἐν ἀκριβεῖ διαίτῃ τὸν βίον ἀνεπίληπτον·
大有用处,因为这能让人谨慎地生活,关注自身,既不轻率和疏忽地做任何事,也不如此说话,而是像处于严格的饮食疗养中一样,始终保持生活无可指责。
ἡ γὰρ οὕτω συστέλλουσα τὰ πάθη καὶ συνέχουσα τὸν λογισμὸν εὐλάβεια μελέτην ἐμποιεῖ καὶ προαίρεσιν τοῦ ζῆν ἐπιεικῶς καὶ ἀνεγκλήτως.
因为,这种抑制激情并维系理性的谨慎,能培养人得体且无可非议地生活的习惯和决意。
καθάπερ γὰρ αἱ πολέμοις ἀστυγειτονικοῖς καὶ στρατείαις ἐνδελεχέσι σωφρονιζόμεναι πόλεις εὐνομίαν καὶ πολιτείαν ὑγιαίνουσαν ἠγάπησαν, οὕτως οἱ διʼ ἔχθρας τινὰς ἀναγκασθέντες ἐπινήφειν τῷ βίῳ καὶ φυλάττεσθαι τὸ ῥᾳθυμεῖν καὶ καταφρονεῖν καὶ μετʼ εὐχρηστίας ἕκαστα πράττειν λανθάνουσιν εἰς τὸ ἀναμάρτητον ὑπὸ τῆς συνηθείας ἀγόμενοι καὶ κατακοσμούμενοι τὸν τρόπον, ἂν καὶ μικρὸν ὁ λόγος συνεπιλαμβάνηται.
正如受到邻国战争和不断征战惩诫的城邦会热爱优良的秩序和健全的政体一样,那些因某种敌意而被迫在生活中保持清醒、防范懒散和傲慢,并使每一件事都有益进行的人,即使理性只起了一点点作用,也会在不知不觉中被习惯引导到无过错的状态中,并美化自己的品性。
τὸ γάρ " ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες " οἷς ἐστιν ἀεὶ πρόχειρον, ἐπιστρέφει καὶ διατρέπει καὶ ἀφίστησι τῶν τοιούτων ἐφʼ οἷς οἱ ἐχθροὶ χαίρουσι καὶ καταγελῶσι.
因为,对于那些 “普里阿摩斯和普里阿摩斯之子们确实会大为欢喜” 这句话时刻铭记在心的人来说,这句话会使他们回头,转移方向,并远离那些让敌人高兴和嘲笑的事物。
καὶ μὴν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας ὁρῶμεν ἐκλελυμένους καὶ ἀπροθύμους καὶ οὐκ ἀκριβῶς πολλάκις ἀγωνιζομένους ἐν τοῖς θεάτροις ἐφʼ ἑαυτῶν·
事实上,我们看到奉祀狄奥尼索斯的艺人们在独自排练时,往往在剧场里松懈、缺乏热情,甚至表演得不够精准。
ὅταν δʼ ἅμιλλα καὶ ἀγὼν γένηται πρὸς ἑτέρους, οὐ μόνον αὑτοὺς ἀλλὰ καὶ τὰ ὄργανα μᾶλλον συνεπιστρέφουσι, χορδολογοῦντες καὶ ἀκριβέστερον ἁρμοζόμενοι καὶ καταυλοῦντες.
但是,当与他人展开竞争和对决时,他们不仅调整自己,还更多地调整乐器,拉紧琴弦,更精准地调音,并吹奏长笛。
ὅστις οὖν οἶδεν ἀνταγωνιστὴν βίου καὶ δόξης τὸν ἐχθρὸν ὄντα, προσέχει μᾶλλον αὑτῷ, καὶ τὰ πράγματα περισκοπεῖ καὶ διαρμόζεται τὸν βίον.
因此,凡是知道敌人是自己生活和名誉竞争对手的人,就会更加关注自身,审视自己的事务,并调整自己的生活。
ἐπεὶ καὶ τοῦτο τῆς κακίας ἴδιόν ἐστι, τὸ τοὺς ἐχθροὺς αἰσχύνεσθαι μᾶλλον ἢ τοὺς φίλους ἐφʼ οἷς ἐξαμαρτάνομεν.
因为,对于我们所犯的过错,感到在敌人面前比在朋友面前更加羞耻,这也是恶德的特有特征。
ὅθεν ὁ Νασικᾶς, οἰομένων τινῶν καὶ λεγόντων ἐν ἀσφαλεῖ γεγονέναι τὰ Ῥωμαίων πράγματα Καρχηδονίων μὲν ἀνῃρημένων Ἀχαιῶν δὲ δεδουλωμένων, νῦν μὲν οὖν εἶπεν ἐπισφαλῶς ἔχομεν, μήθʼ οὓς φοβηθῶμεν μήθʼ οὓς αἰσχυνθῶμεν ἑαυτοῖς ἀπολελοιπότες
因此,当有人认为并说,随着迦太基人被消灭、阿卡亚人被奴役,罗马人的事务已经处于安全之中时,纳西卡却说: “相反,现在我们正处于危险之中,因为我们既没有留下让我们畏惧的人,也没有留下让我们感到羞耻的人。 ”

词汇与语法注释

  1. 87cλανθάνουσιν ἀμελοῦντας καὶ ὀλιγωροῦντας — 此处 λανθάνουσιν(主语为 οἱ φίλοι“朋友们”)支配省略的宾格代词 ἡμᾶς(我们),而宾格分词 ἀμελοῦντας καὶ ὀλιγωροῦντας 修饰该省略的代词。这一 λανθάνω +宾格+分词的句式表示“由于我们的疏忽和轻视,朋友们的[生病或垂死]未被我们察觉”(即“我们未能注意到”),而非“朋友们没有注意到我们的疏忽”。
  2. 87eλανθάνουσιν εἰς τὸ ἀναμάρτητον ὑπὸ τῆς συνηθείας ἀγόμενοι — 此处采用 λανθάνω +主格分词(ἀγόμενοι... καὶ κατακοσμούμενοι)的经典句式,表示“在不知不觉中被习惯引导到无过错的状态中,并美化自己的品性”,强调当事人自身未曾察觉的渐进式转变。
  3. 87fοἷς ἐστιν ἀεὶ πρόχειρον — 关系代名词与格 οἷς(表示领有的与格)指代省略的先行词“人们”,句子的主语是前面引用的荷马史诗诗句。整句意为“对于那些[这句诗]时刻在手边(在心头)的人来说”。

引用这一段

普鲁塔克, 如何从敌人身上获益 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg072.humanitext-grc2:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。