§4ἔτι τοίνυν πρόσλαβε τὴν Διογένους ἀπόφασιν, φιλόσοφον σφόδρα καὶ πολιτικὴν οὖσαν· πῶς ἀμυνοῦμαι τὸν ἐχθρόν;
因此,还要加上迪奥根尼的格言,那是极具哲学和政治(处世)智慧的: “我该如何报复敌人?
αὐτὸς καλὸς κἀγαθὸς γενόμενος.
” “通过你自己成为一个高尚而善良的人。
ἵππους ἐχθρῶν ὁρῶντες εὐδοκιμοῦντας ἀνιῶνται καὶ κύνας ἐπαινουμένους.
” 敌人看到我们的马匹表现优异就会痛苦,看到我们的猎犬受到赞扬就会难过。
ἂν χωρίον ἐκπεπονημένον ἴδωσιν, ἂν εὐθαλοῦντα κῆπον, ἐπιστένουσι.
如果他们看到一处开垦好的田地,或者一座繁茂的花园,他们就会叹息。
τί οὖν οἴει;
那么,你认为会怎样呢?
σεαυτὸν ἐπιδεικνύμενος ἄνδρα δίκαιον ἀρτίφρονα χρηστόν, ἐν λόγοις εὐδόκιμον, ἐν πράξεσι καθαρόν, ἐν διαίτῃ κόσμιον,
"
βαθεῖαν αὔλακα διὰ φρενὸς καρπούμενον,
ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα;
如果你展现自己是一个公正、明智、善良的人,言语中备受赞誉,行为上廉洁,生活里规矩, “在心灵深处收获深耕的犁沟,从中萌发出贤明的谋划”?
"
νικώμενοι
φησὶ Πίνδαρος
ἄνδρες ἀγρυξίᾳ δέδενται,
οὐχ ἁπλῶς οὐδὲ πάντες, ἀλλʼ ὅσοι νικωμένους αὑτοὺς ὁρῶσιν ὑπὸ τῶν ἐχθρῶν ἐπιμελείᾳ χρηστότητι μεγαλοφροσύνῃ φιλανθρωπίαις εὐεργεσίαις·
品达说: “被击败的人被沉默所束缚,” 这不仅仅是普遍而言,也不是指所有人,而是指那些看到自己在勤勉、善良、宽宏、仁爱和善行上被敌人击败的人。
ταῦτʼ ἀποστρέφει
τὴν γλῶτταν
ὡς ὁ Δημοσθένης φησίν,
ἐμφράττει τὸ στόμα, ἄγχει, σιωπᾶν ποιεῖ.
正如德摩斯梯尼所说,这些品质会“扭转舌头,堵住嘴巴,勒住喉咙,使人保持沉默”。
"
σύ τοι διάφερε τῶν κακῶν· ἔξεστι γάρ.
“你一定要与恶人有所不同,因为这是可以做到的。
"
εἰ θέλεις ἀνιᾶν τὸν μισοῦντα, μὴ λοιδόρει κίναιδον μηδὲ μαλακὸν μηδʼ ἀκόλαστον μηδὲ βωμολόχον μηδʼ ἀνελεύθερον, ἀλλʼ αὐτὸς ἀνὴρ ἴσθι καὶ σωφρόνει καὶ ἀλήθευε καὶ χρῶ φιλανθρώπως καὶ δικαίως τοῖς ἐντυγχάνουσιν.
” 如果你想让恨你的人痛苦,不要骂他是男妓、懦夫、放荡之徒、小人或吝啬鬼,而要你自己做一个真正的男子汉,保持克制,说真话,并对相遇的人仁慈而公正地交往。
ἂν δὲ λοιδορῆσαι προαχθῇς, ἄπαγε πορρωτάτω σεαυτὸν ὧν λοιδορεῖς ἐκεῖνον.
如果你被迫去辱骂,那就让自己尽可能远离你辱骂他的那些事。
ἐνδύου τῇ ψυχῇ, περισκόπει τὰ σαθρά, μὴ τίς σοί ποθεν ὑποφθέγγηται κακία τὸ τοῦ τραγῳδοῦ
"
ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων
"
ἂν ἀπαίδευτον εἴπῃς, ἐπίτεινε τὸ φιλομαθὲς ἐν σεαυτῷ καὶ φιλόπονον· ἂν δειλόν, ἔγειρε μᾶλλον τὸ θαρραλέον καὶ ἀνδρῶδες· κἂν ἀσελγῆ καὶ ἀκόλαστον, ἐξάλειφε τῆς ψυχῆς; εἴ τι λανθάνον ἐστὶ φιληδονίας ἴχνος.
深入你自己的灵魂,审视其中脆弱的部分,免得你自己的某种恶德在什么地方对你耳语,正如悲剧诗人的那句台词: “他是别人的医生,自己却满身疮痍” 如果你骂他“无教养”,就要在自己身上加强求知欲和勤勉;如果骂他“胆怯”,就要更多地唤醒勇敢和刚毅;如果骂他“淫乱放荡”,就要从灵魂中抹去哪怕是一点隐秘的贪图享乐的痕迹。
οὐδὲν γὰρ αἴσχιόν ἐστι·
因为没有什么比反弹回来的诽谤更可耻,也没有什么比这更痛苦的了。
βλασφημίας παλινδρομούσης οὐδὲ λυπηρότερον, ἀλλʼ ἔοικε καὶ τοῦ φωτὸς; τὸ ἀνακλώμενον μᾶλλον ἐνοχλεῖν τὰς ἀσθενεῖς ὁράσεις καὶ τῶν ψόγων οἱ πρὸς αὐτοὺς ἀναφερόμενοι τοὺς ψέγοντας ὑπὸ τῆς ἀληθείας.
相反,正如反射的光线更容易困扰微弱的视力一样,被真理反弹回那些指责者自身的非难也是如此。
ὡς γὰρ ὁ καικίας τὰ νέφη, καὶ ὁ φαῦλος βίος ἐφʼ ἑαυτὸν ἕλκει τὰς λοιδορίας.
因为正如凯基亚斯风会引来乌云一样,邪恶的生活也会把辱骂引向自身。
§5ὁ μὲν οὖν Πλάτων ὁσάκις ἀσχημονοῦσιν ἀνθρώποις παραγένοιτο, πρὸς αὑτὸν εἰώθει λέγειν
μή που ἄρʼ ἐγὼ τοιοῦτος;
因此,每当普拉托遇到举止不端的人时,总习惯对自己说: “难道我也可能和他们一样吗?
ὁ δὲ λοιδορήσας τὸν ἑτέρου βίον ἂν εὐθὺς ἐπισκοπῇ τὸν ἑαυτοῦ καὶ μεθαρμόττῃ πρὸς τοὐναντίον ἀπευθύνων καὶ ἀποστρέφων, ἕξει τι χρήσιμον ἐκ τοῦ λοιδορεῖν, ἄλλως ἀχρήστου καὶ κενοῦ δοκοῦντος εἶναι καὶ ὄντος.
” 而辱骂了他人生活的人,如果能立即省察自己并加以纠正,朝相反的方向引导和转变,他就能从辱骂中获得一些有益的东西,否则辱骂在看来和实际上都是无益且空洞的。
οἱ μὲν οὖν πολλοὶ γελῶσιν, ἄν τις ὢν φαλακρὸς ἢ κυρτὸς ἑτέρους εἰς ταῦτα λοιδορῇ καὶ σκώπτῃ·
大多数人会在一个秃头或驼背的人去用这些特征辱骂和嘲笑别人时发笑。
γελοῖον δʼ ὅλως ἐστὶ τὸ λοιδορεῖν καὶ σκώπτειν ὁτιοῦν ἀντιλοιδορηθῆναι δυνάμενον, ὡς Λέων ὁ Βυζάντιος ὑπὸ κυρτοῦ λοιδορηθεὶς εἰς τὴν τῶν ὀμμάτων ἀσθένειαν
ἀνθρώπινον
ἔφη
πάθος ὀνειδίζεις, ἐπὶ τοῦ νώτου φέρων τὴν νέμεσιν
οὐκοῦν μηδὲ μοιχὸν λοιδορήσῃς, αὐτὸς ὢν παιδομανής· μηδʼ ἄσωτον, αὐτὸς ὢν ἀνελεύθερος.
但是,去辱骂和嘲笑任何可以被反向辱骂的事物,这本身就是彻底滑稽的。 正如比占庭的莱翁被一个驼背的人辱骂他眼睛失明时,他说: “你是在责备人性的苦难,可你背上却背着神罚。 ” 因此,如果你自己好男色,就不要辱骂通奸者;如果你自己吝啬,就不要辱骂奢侈者。
"
ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς
"
πρὸς τὸν Ἄδραστον ὁ Ἀλκμέων.
“你与杀夫之妇流着相同的血” 阿尔克迈翁对阿德拉斯托斯这样说。
τί οὖν ἐκεῖνος;
那么那个人又是如何回答的呢?
οὐκ ἀλλότριον ἀλλʼ ἴδιον αὐτῷ προφέρων ὄνειδος
"
σὺ, δʼ αὐτόχειρ γε μητρὸς ἣ σʼ ἐγείνατο
"
πρὸς τὸν Κράσσον ὁ Δομίτιος οὐ
σὺ μυραίνης ἐν ζωγρείῳ σοι τρεφομένης εἶτʼ ἀποθανούσης ἔκλαυσας;
他提出一个并非外在的,而是属于阿尔克迈翁自身的耻辱, “而你,则是亲手杀害了生你的母亲的凶手。 ” 难道多米提乌斯不是对克拉苏说: “你不是为一个在鱼池里为你饲养,后来死去的鳗鱼哭泣过吗?
καὶ ὁ ἕτερος
οὐ σὺ τρεῖς γυναῖκας ἐκκομίσας οὐκ ἐδάκρυσας;
” 而对方回答道: “你不是送葬了三任妻子,却一滴眼泪都没流过吗?
οὐκ εὐφυᾶ δεῖ τὸν λοιδορησόμενον εἶναι καὶ μεγαλόφωνον καὶ ἰταμόν, ἀλλʼ ἀλοιδόρητον καὶ ἀνέγκλητον οὐδενὶ γὰρ οὕτως ἔοικε προστάττειν ὁ θεὸς ὡς τῷ μέλλοντι ψέγειν ἕτερον τὸ
γνῶθι σαυτόν,
ἵνα μὴ λέγοντες ἃ θέλουσιν ἀκούωσιν ἃ μὴ θέλουσι;
” 想要辱骂他人的人,不需要天资聪明、嗓门大或态度嚣张,而应当是无可辱骂和无可指责的。 因为神似乎没有对任何人像对准备指责他人的人那样强烈地命令: “认识你自己”,以免他们说出自己想说的话时,却听到了自己不想听的话。
φιλεῖ
γὰρ ὁ τοιοῦτος κατὰ τὸν Σοφοκλέα
"
γλῶσσαν ἐκχέας μάτην
ἄκων ἀκούειν οὓς ἑκὼν εἴπῃ λόγους
"
因为这样的人,正如索福克勒斯所说, “往往徒劳地倾吐出舌头后,违背心愿地听到了他自愿说出的那些话。 ”