§1ὁρῶ μὲν ὅτι τὸν πραότατον, ὦ Κορνήλιε Ποῦλχερ, πολιτείας ᾕρησαι τρόπον, ἐν ᾧ μάλιστα τοῖς κοινοῖς ὠφέλιμος; ὢν ἀλυπότατον ἰδίᾳ τοῖς ἐντυγχάνουσι παρέχεις σεαυτόν.
亲爱的科尔内留斯·普尔赫,我看到你选择了一种最温和的政治生活方式,在这种方式中,你不仅对公众最为有益,而且在私人交往中,也让自己对那些与你相处的人最不带来痛苦。
ἐπεὶ δὲ χώραν μὲν ἄθηρον ὥσπερ ἱστοροῦσι τὴν Κρήτην εὑρεῖν ἔστι, πολιτεία δὲ μήτε φθόνον ἐνηνοχυῖα μήτε ζῆλον φιλονεικίαν, ἔχθρας γονιμώτατα πάθη, μέχρι νῦν οὐ γέγονεν ἀλλʼ εἰ μηδὲν ἄλλο, ταῖς ἔχθραις αἱ φιλίαι συμπλέκουσιν ἡμᾶς·
但是,正如历史学家记载克里特岛是一片没有野兽的土地那样,人们可以找到这样的地方,但在政治生活中,既不产生嫉妒,也不产生眼红和竞争——这些最易滋生敌意的情感——的情况,直到今天还没有出现过。 相反,即使没有别的,我们的友谊也会将我们与敌对关系纠缠在一起。
ὃ καὶ Χίλων ὁ σοφὸς νοήσας τὸν εἰπόντα μηδένα ἔχειν ἐχθρὸν ἠρώτησεν εἰ μηδὲ φίλον ἔχοι, δοκεῖ μοι τὰ τʼ ἄλλα περὶ ἐχθρῶν τῷ πολιτικῷ διεσκέφθαι προσήκειν καὶ τοῦ Ξενοφῶντος ἀκηκοέναι μὴ παρέργως εἰπόντος ὅτι τοῦ νοῦν ἔχοντός ἐστι καὶ ἀπὸ
τῶν ἐχθρῶν ὠφελεῖσθαι
ἅπερ οὖν εἰς τοῦτο πρῴην εἰπεῖν μοι παρέστη, συναγαγὼν ὁμοῦ τι τοῖς αὐτοῖς ὀνόμασιν ἀπέσταλκά σοι, φεισάμενος ὡς ἐνῆν μάλιστα τῶν ἐν τοῖς Πολιτικοῖς Παραγγέλμασι γεγραμμένων, ἐπεὶ κἀκεῖνο τὸ βιβλίον ὁρῶ σε πρόχειρον ἔχοντα πολλάκις.
智者奇隆也察觉到了这一点,他问那个声称自己没有敌人的人,是否意味着他连一个朋友也没有。 因此,在我看来,政治家应当对关于敌人的其他方面进行审慎的考察,并且不应心不在焉地聆听色诺芬所说的:聪明人的特征就是甚至能从敌人身上获得益处。 所以,我把前几天就此题目想到的话,几乎以原话收集整理在一起寄给你,并且尽量避免重复那些已写在《政治箴言》中的内容,因为我看到你经常把那本书带在身边翻阅。
§2ἐξήρκει τοῖς παλαιοῖς ὑπὸ τῶν ἀλλοφύλων καὶ ἀγρίων ζῴων μὴ ἀδικεῖσθαι, καὶ τοῦτο τῶν πρὸς τὰ θηρία τέλος ἦν ἀγώνων ἐκείνοις·
对古人来说,免受外邦人和野蛮野兽的伤害就足够了,这就是他们与野兽斗争的终极目的。
οἱ δʼ ὕστερον ἤδη χρῆσθαι μαθόντες αὐτοῖς καὶ ὠφελοῦνται σαρξὶ τρεφόμενοι καὶ θριξὶν ἀμφιεννύμενοι καὶ χολαῖς καὶ πυτίαις ἰατρευόμενοι καὶ δέρμασιν ὁπλίζοντες ἑαυτούς, ὥστʼ ἄξιον εἶναι δεδιέναι μὴ τῶν θηρίων ἐπιλιπόντων τῷ ἀνθρώπῳ θηριώδης ὁ βίος αὐτοῦ γένηται καὶ ἄπορος καὶ ἀνήμερος.
但后世的人现在已经学会了利用它们,并从中获益:以其肉为食,以其毛为衣,以其胆汁和凝乳治病,以其皮武装自己,以至于我们甚至不得不担心,一旦野兽绝迹,人类的生活本身会变得像野兽一样,陷入困境和未开化。
ἐπεὶ τοίνυν τοῖς μὲν ἄλλοις ἱκανόν ἐστι τὸ μὴ πάσχειν ὑπὸ τῶν ἐχθρῶν, κακῶς, τοὺς δὲ νοῦν ἔχοντας ὁ Ξενοφῶν καὶ ὠφελεῖσθαί φησιν ἀπὸ τῶν διαφερομένων, ἀπιστεῖν μὲν οὐ χρή, ζητεῖν δὲ μέθοδον καὶ τέχνην διʼ ἧς τοῦτο περιέσται τὸ καλὸν οἷς χωρὶς ἐχθροῦ ζῆν ἀδύνατόν ἐστιν.
因此,既然对其他人来说,不受到敌人的伤害就足够了,而色诺芬却说聪明人也能从那些与他们对立的人身上获得益处,我们就不应当怀疑,而应该寻找一种方法和艺术,通过它,那些无法过着没有敌人生活的人能够获得这一美好。
οὐ δύναται πᾶν ἐξημερῶσαι δένδρον ὁ γεωργὸς οὐδὲ πᾶν τιθασεῦσαι θηρίον ὁ κυνηγός· ἐζήτησαν οὖν καθʼ ἑτέρας χρείας ὁ μὲν ἐκ τῶν ἀκάρπων ὁ δʼ ἀπὸ τῶν ἀγρίων ὠφελεῖσθαι.
农夫无法使所有的树木都驯化,猎人也无法驯化所有的野兽;因此,他们为了其他的用途,前者从无花果之类不结果的树木中,后者从野生动物中,寻求获得益处的方法。
τῆς θαλάττης τὸ ὕδωρ ἄποτόν ἐστι καὶ πονηρόν, ἀλλʼ ἰχθῦς τρέφει καὶ πόμπιμόν ἐστι πάντῃ καὶ πορεύσιμον ὄχημα τοῖς κομιζομένοις·
海水是不可饮用且有害的,但它孕育鱼类,并且是一个可以将旅行者带往各处的绝佳交通工具。
τοῦ δὲ σατύρου τὸ πῦρ, ὡς πρῶτον ὤφθη, βουλομένου φιλῆσαι καὶ περιβαλεῖν, ὁ Προμηθεύς
"
τράγος ἔφη γένειον ἆρα πενθήσεις σύ γε
"
καὶ γὰρ κάει τὸν ἁψάμενον, ἀλλὰ φῶς παρέχει καὶ θερμότητα καὶ τέχνης ἁπάσης ὄργανόν ἐστι τοῖς χρῆσθαι μαθοῦσι.
而萨提尔第一次见到火并想要亲吻和拥抱它时,普罗米修斯说: “公羊啊,你一定会为你的胡须而哀悼的。 ” 因为火会烧伤触碰它的人,但它提供光和热,并且是所有学会使用它的人进行各种艺术创作的工具。
σκόπει δὴ καὶ τὸν ἐχθρόν, εἰ βλαβερὸς ὢν τἄλλα καὶ δυσμεταχείριστος, ἁμωσγέπως ἁφὴν ἐνδίδωσιν αὑτοῦ καὶ χρῆσιν οἰκείαν καὶ ὠφέλιμός ἐστι.
那么也请观察一下敌人吧,看他是否虽然在其他方面有害且难以对付,但无论如何,都能提供一个突破口供你接触并加以利用,从而变得有益。
καὶ τῶν πραγμάτων ἄφιλα πολλὰ καὶ ἀπεχθῆ καὶ ἀντίπαλα τοῖς ἐντυγχάνουσιν ἀλλʼ ὁρᾷς ὅτι καὶ νόσοις ἔνιοι σώματος εἰς ἀπραγμοσύνην ἐχρήσαντο, καὶ πόνοι πολλοῖς προσπεσόντες ἔρρωσαν καὶ ἤσκησαν.
许多事情对遭遇它们的人来说也是不友好的、令人厌恶的和敌对的,但你看到有些人甚至利用身体的疾病来换取清闲,而许多人因遭遇辛劳而变得强壮和得到锻炼。
ἔνιοι δὲ καὶ πατρίδος; στέρησιν καὶ χρημάτων ἀποβολὴν ἐφόδιον σχολῆς ἐποιήσαντο καὶ φιλοσοφίας, ὡς Διογένης καὶ Κράτης Ζήνων δέ, τῆς ναυκληρίας αὐτῷ συντριβείσης, πυθόμενος εἶπεν
εὖ γʼ ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα συνελαύνουσα ἡμᾶς.
有些人甚至将失去祖国和财产损失作为休闲和哲学的资粮,就像迪奥根尼和克拉特斯那样;而芝诺在得知自己的商船沉没时说: “命运啊,你做得真好,将我们逼到了哲学家的粗衣之中。
ὥσπερ γὰρ τὰ ῥωμαλεώτατα τοὺς στομάχους καὶ ὑγιεινότατα τῶν ζῴων ὄφεις ἐσθίοντα καταπέττει καὶ σκορπίους, ἔστι δʼ ἃ καὶ λίθοις καὶ ὀστράκοις τρέφεται μεταβάλλουσι δὲ διʼ εὐτονίαν καὶ θερμότητα πνεύματος, οἱ δὲ σικχοὶ καὶ νοσώδεις ἄρτον καὶ οἶνον προσφερόμενοι ναυτιῶσιν, οὕτως οἱ μὲν ἀνόητοι καὶ τὰς φιλίας διαφθείρουσιν, οἱ δὲ φρόνιμοι καὶ ταῖς ἔχθραις ἐμμελῶς χρῆσθαι δύνανται.
” 因为正如最强壮和最健康的动物能吃下并消化蛇与蝎子,有些动物甚至以石头和贝壳为食,并通过它们强健的体魄和体内的热气将其转化,而那些脾胃虚弱和多病的人,即使吃面包喝葡萄酒也会感到恶心,同样,愚蠢的人连友谊都会破坏,而聪明的人却能适当地利用敌对关系。