Humanitext Reader

普鲁塔克 · 如何察觉自己在德性上的进步 §10

摒弃炫耀自律与达成真正的谦逊

第 6 段,共 10 段 · 希腊语

内容简介

美德的进步体现于不向他人炫耀自己的善行与自律而保留于内心,并摒弃傲慢以归于谦逊。文中通过秘仪启蒙等比喻说明,随着哲学探究的深入,人会抛弃辞藻的浮华与自负,默默地顺从真理。

§10οὐ μόνον δὲ δεῖ τοὺς λόγους ἀλλὰ καὶ τὰς πράξεις ἕκαστον ἐπισκοπεῖν εἰ τὸ χρειῶδες τοῦ πανηγυρικοῦ καὶ τοῦ πρὸς ἐπίδειξιν αὐταῖς πλέον ἔνεστι τὸ πρὸς ἀλήθειαν.
每个人不仅需要审视自己的言论,更需要审视自己的实践,看看其中实用的、导向真理的部分,是否多于那些华而不实和为了炫耀的部分。
εἰ γὰρ ἀληθινὸς ἔρως παιδὸς ἢ γυναικὸς οὐ ζητεῖ μάρτυρας, ἀλλὰ καρποῦται τὸ ἡδὺ κἂν κρύφα κατεργάσηται τὸν πόθον, ἔτι μᾶλλον εἰκός ἐστι τὸν φιλόκαλον καὶ φιλόσοφον συνόντα διὰ τῶν πράξεων τῇ ἀρετῇ καὶ χρώμενον αὐτὸν ἐν ἑαυτῷ σιωπῇ μέγα φρονεῖν, ἐπαινετῶν καὶ ἀκροατῶν μηδὲν δεόμενον ὥσπερ οὖν ὁ καλῶν ἐκεῖνος οἴκοι τὴν θεραπαινίδα καὶ βοῶν θέασαι, Διονυσία, πέπαυμαι τετυφωμένος, οὕτως ὁ ποιήσας τι χαρίεν καὶ ἀστεῖον εἶτα τοῦτο διηγούμενος καὶ περιφέρων ἁπανταχόσε δῆλός ἐστιν ἔξω βλέπων ἔτι καὶ πρὸς δόξαν ἑλκόμενος, οὔπω δὲ τῆς ἀρετῆς γεγονὼς θεατής, οὐδʼ ὕπαρ ἀλλʼ ὄναρ αὐτῆς ἐν σκιαῖς καὶ εἰδώλοις ῥεμβόμενος, εἶθʼ ὥσπερ ζωγράφημα προτιθεὶς ἐπὶ θέαν τὸ πεπραγμένον.
因为如果对少年或女子的真爱不需要见证者,而是即使在秘密中达成所愿也同样享受其快乐,那么对于热爱美与智慧的人来说,通过行动与美德相伴并在内心默默使用它,从而自感自豪,而完全不需要赞美者或听众,就更是理所当然的了。 因此,就像那个人在家里叫唤女仆并喊道:“看啊,狄奥尼西亚,我不再自负了。 ”同样,一个做出了某些优雅而得体的事情,然后将其讲出来并四处宣扬的人,显然仍是在向外看,并被名誉所牵引,他还没有成为美德的真正观照者,也没有在其本体中,而是在梦中其阴影和幻影里徘徊,随后就像一幅画一样将所做的事情展示出来供人观赏。
ἔστιν οὖν τοῦ προκόπτοντος 1 οὐ μόνον δόντα τῷ φίλῳ καὶ γνώριμον εὐεργετήσαντα μὴ φράσαι πρὸς ἑτέρους, ἀλλὰ καὶ ψῆφον ἐν πολλαῖς θέμενον ἀδίκοις δικαίαν καὶ πρὸς ἔντευξιν αἰσχρὰν πλουσίου τινὸς ἢ ἄρχοντος ἀπισχυρισάμενον καὶ δωρεὰς ὑπεριδόντα καὶ νὴ Δία διψήσαντα νύκτωρ καὶ μὴ πιόντα ἢ πρὸς φίλημα καλῆς ἢ καλοῦ διαμαχεσάμενον, ὡς ὁ Ἀγησίλαος, ἐν ἑαυτῷ κατασχεῖν καὶ σιγῆσαι.
因此,取得进步的人的特征是,不仅在给朋友施予恩惠或帮助熟人时不告诉别人,而且在许多不公正的投票中投下公正的一票,以及面对某个富人或统治者的可耻要求时坚决拒绝,轻视礼品,甚至在夜间口渴而忍住不喝,或像阿格西劳斯那样拒绝美女或美少年的亲吻,将其保留在自己心中并保持沉默。
οὕτω γὰρ αὐτὸς εὐδοκιμῶν παρʼ ἑαυτῷ μὴ καταφρονῶν ἀλλὰ χαίρων κἀγαπῶν ὡς ἱκανὸς ὢν μάρτυς ἅμα καὶ θεατὴς τῶν καλῶν δείκνυσι τὸν λόγον ἐντὸς ἤδη τρεφόμενον καὶ ῥιζούμενον ἐν ἑαυτῷ καὶ κατὰ Δημόκριτον αὐτὸν ἐξ ἑαυτοῦ λαμβάνειν τὰς τέρψιας ἐθιζόμενον οἱ μὲν οὖν γεωργοὶ τῶν σταχύων ἥδιον ὁρῶσι τοὺς κεκλιμένους καὶ νεύοντας ἐπὶ γῆν, τοὺς δʼ ὑπὸ κουφότητος αἰρομένους ἄνω κενοὺς ἡγοῦνται καὶ ἀλαζόνας·
因为这样一来,他在自己的审判中获得好评,不轻视自己,而是感到高兴和喜爱自己,将自己视为美德的足够见证者和观照者,表明理(逻各斯)已经在他的内心得到滋养并扎根,并且正如德谟克利特自己所说:“习惯于从自身获得快乐。 ”农夫们更乐于看到那些弯曲并向地面低垂的麦穗,而那些因轻飘而向上昂起的麦穗,他们则认为是空虚和自夸的。
οὕτω δὲ καὶ τῶν φιλοσοφεῖν βουλομένων νέων οἱ μάλιστα κενοὶ καὶ βάρος οὐκ ἔχοντες θράσος ἔχουσι καὶ σχῆμα καὶ βάδισμα καὶ πρόσωπον ὑπεροψίας καὶ ὀλιγωρίας μεστὸν ἀφειδούσης ἁπάντων, ἀρχόμενοι δὲ πληροῦσθαι καὶ συλλέγειν καρπὸν ἀπὸ τῶν λόγων τὸ σοβαρὸν καὶ φλοιῶδες ἀποτίθενται.
同样,在那些渴望研究哲学的年轻人中,那些最空虚、没有分量的人,其态度、举止、步伐和神情都充满了对一切人不加宽容的傲慢与轻视;但当他们开始被充实并从言论中收获果实的时候,他们便放下了那傲慢和虚饰的外表。
καὶ καθάπερ ἀγγείων κενῶν ὑγρὸν δεχομένων ὁ ἐντὸς ἀὴρ ὑπέξεισιν ἐκθλιβόμενος, οὕτως ἀνθρώποις πληρουμένοις τῶν ἀληθινῶν ἀγαθῶν ἐνδίδωσιν ὁ τῦφος καὶ γίγνεται τὸ οἴημα μαλακώτερον, καὶ παυόμενοι τοῦ διὰ πώγωνα καὶ τρίβωνα φρονεῖν μέγα τὴν ἄσκησιν ἐπὶ τὴν ψυχὴν μεταφέρουσι, καὶ τῷ δηκτικῷ καὶ πικρῷ χρῶνται πρὸς ἑαυτοὺς μάλιστα, τοῖς δʼ ἄλλοις πραότερον ἐντυγχάνουσι.
就像空容器接受液体时,内部的空气会被挤压排出一样,当人们被真实的善充实时,他们的虚荣心就会退让,他们的自负也会变得温和;他们不再因为胡须和粗衣而自命不凡,而是将训练转移到心灵上,并主要对自己使用那些尖锐和刻薄的态度,而对他人则更加温和地交往。
τὸ δὲ φιλοσοφίας ὄνομα καὶ τὴν τοῦ φιλοσοφεῖν δόξαν οὐχ ἁρπάζουσιν ἑαυτοῖς ὡς πρότερον οὐδὲ προσγράφουσιν, ἀλλὰ καὶ προσαγορευθεὶς ὑφʼ ἑτέρου τῇ προσηγορίᾳ ταύτῃ φθάσας ἂν εὐφυὴς νέος εἴποι μετʼ ἐρυθήματος. " οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐίσκεις;
他们不再像以前那样为自己攫取哲学的名声和研究哲学的名望,也不再将其归于自己;但即使被他人冠以这一称号,一个有天赋的年轻人也会面带红晕地迅速说道:“我绝非神明,你为何将我与不朽者相提并论?
" νέας μὲν γὰρ γυναικός, ὡς Αἰσχύλος φησίν, " οὔ τι λανθάνει φλέγων ὀφθαλμός, ἥτις ἀνδρὸς ᾖ γεγευμένη " νέῳ δʼ ἀνδρὶ γευσαμένῳ προκοπῆς ἀληθοῦς ἐν φιλοσοφίᾳ τὰ Σαπφικὰ ταυτὶ παρέπεται " κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον δʼ αὔτικα χρῷ πῦρ ὑποδέδρομεν, " ἀθόρυβον δʼ ὄψει καὶ πρᾶον ὄμμα, φθεγγομένου δʼ ἂν ἀκοῦσαι ποθήσειας.
”因为,正如埃斯库罗斯所说,“一个尝过男人的年轻女子的燃烧的眼睛是绝不会不引人注意的。 ”同样,对于在哲学中尝过真正进步的年轻人来说,萨福的这些诗句也伴随着他:“我的舌头已经折断,一股纤细的火瞬间在我的肌肤下蔓延。 ”你会看到一个安详而温柔的眼神,如果他开口说话,你会渴望倾听。
ὥσπερ γὰρ οἱ τελούμενοι κατʼ ἀρχὰς μὲν ἐν θορύβῳ καὶ βοῇ συνίασι πρὸς ἀλλήλους ὠθούμενοι, δρωμένων δὲ καὶ δεικνυμένων τῶν ἱερῶν προσέχουσιν ἤδη μετὰ φόβου καὶ σιωπῆς, οὕτω καὶ φιλοσοφίας ἐν ἀρχῇ καὶ περὶ θύρας πολὺν θόρυβον ὄψει καὶ λαλιὰν καὶ θρασύτητα, ὠθουμένων πρὸς τὴν δόξαν ἐνίων ἀγροίκως τε καὶ βιαίως ὁ δʼ ἐντὸς γενόμενος καὶ μέγα φῶς ἰδών, οἷον ἀνακτόρων ἀνοιγομένων, ἕτερον λαβὼν σχῆμα. καὶ σιωπὴν καὶ θάμβος ὥσπερ θεῷ τῷ λόγῳ ταπεινὸς ξυνέπεται καὶ κεκοσμημένος.
因为正如那些接受秘仪启蒙的人,起初在喧闹和叫喊中互相推搡着聚集,但在圣礼进行并展示时,他们便以敬畏和沉默来关注,同样,在哲学的初期和它的门外,你会看到许多喧闹、多嘴和傲慢,有些人野蛮而粗暴地朝着名誉推搡;但是,那个进入内部并看到伟大光芒的人,就像圣所的大门被打开一样,呈现出另一种举止、沉默和惊异,并且谦卑地且有条不紊地追随理(逻各斯),视其如同神明。
εἰς δὲ τούτους ἔοικε καὶ τὸ Μενεδήμῳ πεπαιγμένον καλῶς λέγεσθαι· καταπλεῖν γὰρ ἔφη τοὺς πολλοὺς ἐπὶ σχολὴν Ἀθήναζε, σοφοὺς τὸ πρῶτον, εἶτα γίγνεσθαι φιλοσόφους, εἶτα ῥήτορας, τοῦ χρόνου δὲ προϊόντος ἰδιώτας, ὅσῳ μᾶλλον ἅπτονται τοῦ λόγου, μᾶλλον τὸ οἴημα καὶ τὸν τῦφον κατατιθεμένους.
而美涅德莫斯所作的绝妙玩笑似乎也适用于这些人:他说许多人乘船到雅典去求学,起初是“智者”,然后变成“哲学家”,接着是“修辞学家”,而随着时间的推移,则变成了“平民”(外行),因为他们越是接触理(逻各斯),就越是放下自负和虚荣。

词汇与语法注释

  1. 81aἔστιν οὖν τοῦ προκόπτοντος — ἔστι 后面接属格 τοῦ προκόπτοντος(取得进步的人)的结构,表现了描述性(所有性)属格的功能,意为“……的特征”或“属于……”。该句的语法主语是后续的不定式 κατασχεῖν(保留)和 σιγῆσαι(保持沉默)以及与之相伴的若干分词分句。
  2. 81bἐξ ἑαυτοῦ λαμβάνειν τὰς τέρψιας ἐθιζόμενον — 引用自德谟克利特的话。现在分词中动态(或被动态)单数宾格 ἐθιζόμενον 修饰前面的 τὸν λόγον(理,逻各斯),意为“(逻各斯)习惯于从自身获得快乐”。
  3. 81dφθάσας ἂν εὐφυὴς νέος εἴποι — 具有连接词意义的分词 φθάσας(先于)与表示可能性的 ἂν + 希求法过去时 εἴποι(会说)的结合。φθάνω(先于、赶在……之前)的分词在主动词之前起副词性作用,为全句增添了“立刻说”或“抢先说”的语气。
  4. 81eὥσπερ γὰρ οἱ τελούμενοι ... οὕτω καὶ ... — 一个长篇对比句,将接受秘仪启蒙者(οἱ τελούμενοι)的行为与哲学初学者(φιλοσοφίας ἐν ἀρχῇ)进行对比。由 ὥσπερ 引导的前半句提出明喻,后半句的 οὕτω 与之相对应。主导该句结构的核心谓语动词是 ὄψει(你将看到)。

引用这一段

普鲁塔克, 如何察觉自己在德性上的进步 §10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg071.humanitext-grc2:10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。