§2ἀλλʼ ὀρθῶς μὲν εἴρηται τὸ
"
πρὸς στάθμῃ
πέτρον τίθεσθαι, μή τι πρὸς πέτρῳ στάθμην
"
οἱ δὲ μὴ τιθέμενοι τὰ δόγματα πρὸς τοῖς πράγμασιν ἀλλὰ τὰ πράγματα πρὸς τὰς ἑαυτῶν ὑποθέσεις ὁμολογεῖν μὴ πεφυκότα καταβιαζόμενοι πολλῶν ἀποριῶν ἐμπεπλήκασι τὴν φιλοσοφίαν, μεγίστης δὲ τῆς εἰς μίαν ὁμοῦ κακίαν πάντας ἀνθρώπους πλὴν ἑνὸς τοῦ τελείου τιθεμένης, ὑφʼ ἧς αἴνιγμα γέγονεν ἡ λεγομένη προκοπή, μικρὸν ἀπολείπουσα ἀφροσύνης ἐσχάτης, τοὺς δὲ μὴ πάντων ἅμα παθῶν καὶ νοσημάτων ἀφειμένους ὑπʼ αὐτῆς ἔτι τοῖς μηδενὸς ἀπηλλαγμένοις τῶν κακίστων ὁμοίως παρέχουσα κακοδαιμονοῦντας.
但是,人们常说的那句话是很正确的: “应当依照准绳来奠定基石,而不是依照基石来调整准绳。 ” 而那些不把教条应用于实际,反而强迫实际符合他们自己假设的人,强求那些本不相合的事物勉强一致,从而使哲学充斥着许多困惑。 其中最大的一处便是将除了一位完美之人以外的所有人类都置于同一种恶德之中。 在这种学说下,所谓的“进步”成了一个谜,它与极端的愚蠢相差无几,并且使那些没有同时从所有情欲和疾病中解脱出来的人,显得与那些未曾摆脱任何最恶劣罪行的人同样不幸。
οὗτοι μὲν οὖν ἑαυτοὺς ἐλέγχουσιν, ἐν μὲν ταῖς σχολαῖς ἴσην ἀδικίαν τὴν Ἀριστείδου τῇ Φαλάριδος τιθέμενοι, καὶ δειλίαν τὴν Βρασίδου τῇ Δόλωνος, καὶ νὴ Δία τῆς Μελήτου μηδʼ ὁτιοῦν τὴν Πλάτωνος ἀγνωμοσύνην διαφέρουσαν, ἐν δὲ τῷ βίῳ καὶ τοῖς πράγμασιν ἐκείνους μὲν ἐκτρεπόμενοι καὶ φεύγοντες ὡς ἀμειλίκτους, τούτοις δʼ ὡς ἀξίοις πολλοῦ τὰ μέγιστα καὶ χρώμενοι καὶ πιστεύοντες.
因此,这些人是在自我否定:他们在课堂上将阿里斯提德的不正义等同于法拉里斯的不正义,将布拉西达斯的懦弱等同于多隆的懦弱,并且,凭宙斯起誓,认为柏拉图的无知与美勒托的无知毫无区别;但在生活和实际行动中,他们却把前者视作冷酷无情的人而加以回避和逃避,却对后者委以极大的信任,并在最重要的事情上与他们交往。
§3ἡμεῖς δὲ παντὶ γένει κακοῦ, μάλιστα δὲ τῷ περὶ ψυχὴν ἀτάκτῳ καὶ ἀορίστῳ τὸ μᾶλλον καὶ ἧττον προσγιγνόμενον ὁρῶντες καὶ διαφέρουσιν αἱ προκοπαί, καθάπερ σκιᾶς ἀνέσει τῆς μοχθηρίας τοῦ λόγου διαφωτίζοντος ἀτρέμα τὴν ψυχὴν καὶ διακαθαίροντος οὐκ ἄλογον οἰόμεθα τὴν συναίσθησιν εἶναι τῆς μεταβολῆς ὥσπερ ἐκ βυθοῦ τινὸς ἀναφερομένοις, ἀλλʼ ἔχουσαν ἐπιλογισμούς.
但我们看到,在每一种恶之中,尤其是在灵魂那无序且无定形的部分中,都存在着“较多”和“较少”的区别,并且进步也是有差异的——就好像随着恶德如同阴影般消退,理性静静地照亮并净化着灵魂——因此,我们认为,对这种变化的觉察(仿佛从某种深渊中浮现出来)并不是毫无道理的,而是具有合理根据的。
ὧν σκόπει τὸν πρῶτον εὐθύς.
在这些根据中,且先看第一个。
εἰ καθάπερ οἱ πρὸς ἀχανὲς θέοντες ἱστίοις πέλαγος ἅμα τῷ χρόνῳ πρὸς τὴν τοῦ πνεύματος ῥώμην ἀναμετροῦνται τὸν δρόμον, ὅσον εἰκὸς ἐν τοσούτῳ γεγονέναι ὑπὸ τοσαύτης κομιζομένοις δυνάμεως, οὕτως ἄν τις ἐν φιλοσοφίᾳ τὸ ἐνδελεχὲς καὶ τὸ συνεχὲς τῆς πορείας καὶ μὴ πολλὰς διὰ μέσου ποιούμενον ἐπιστάσεις, εἶτʼ αὖθις ὁρμὰς καὶ ἐπιπηδήσεις, ἀλλὰ λείως καὶ ὁμαλῶς τοῦ πρόσθεν ἐπιλαμβανόμενον ἀεὶ καὶ διϊὸν ἀπταίστως διὰ τοῦ λόγου τεκμήριον ἑαυτῷ ποιήσαιτο προκοπῆς.
正如那些在浩瀚无垠的大海上扬帆航行的人,随着时间的推移,根据风力的强弱来测量他们的航程,估算在如此力量的带动下,在如此时间里应该走过多远一样;在哲学中,一个人是否也能将自己旅程的持久与连续——即不在途中多次停顿,也不时而猛冲时而跳跃,而是平滑而均匀地,始终把握前方的道路,并凭借理性毫不动摇地前行——作为自己进步的证据呢?
τὸ γάρ
"
εἰ καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
καὶ θαμὰ τοῦτʼ ἔρδοις
"
οὐ πρὸς ἀργυρίου μόνον αὔξησιν εἴρηται καλῶς, ἀλλʼ εἰς ἅπαντα ποιεῖ, μάλιστα δʼ εἰς ἀρετῆς ἐπίδοσιν, πολὺ καὶ τελεσιουργὸν ἔθος τοῦ λόγου προσλαμβάνοντος·
因为那句: “即使你只是少许加上少许,并且经常这样做,” 并不单单是对金钱的增长说得好,而且对一切事情都起作用,尤其是在德行的提升上,因为理性加入了一种巨大且能促成圆满的习惯。
αἱ δʼ ἀνωμαλίαι καὶ ἀμβλύτητες τῶν φιλοσοφούντων οὐ μόνας ποιοῦσιν ἐποχὰς ὥσπερ ἐν ὁδῷ τῆς προκοπῆς, ἀλλὰ καὶ ἀναλύσεις, ἀεὶ τῷ παρείκοντι κατὰ σχολὴν τῆς κακίας ἐπιτιθεμένης καὶ πρὸς τοὐναντίον ἀνθυποφερούσης.
然而,哲学研究者的起伏与迟钝,不仅会在进步的道路上造成停顿,还会导致后退,因为恶德总是伺机在闲暇时发起进攻,并将人拉向相反的方向。
Τοὺς μὲν γὰρ πλάνητας οἱ μαθηματικοὶ στηρίζειν λέγουσι παυσαμένης τῆς εἰς τοὔμπροσθεν αὐτῶν πορείας, ἐν δὲ τῷ φιλοσοφεῖν οὐκ ἔστι ληγούσης διάλειμμα προκοπῆς οὐδὲ στηριγμός, ἀλλʼ ἀεί τινας ἔχουσα κινήσεις ἡ φύσις ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν ἐθέλει καὶ κατατείνεσθαι ταῖς βελτίοσιν, ἢ ταῖς ἐναντίαις πρὸς τὸ χεῖρον οἴχεται φερομένη.
天文学家说,当行星停止向前运动时,它们就处于“留”(静止)的状态;但在哲学思考中,并不存在进步停止时的间歇,也没有“留”,相反,我们的本性总是具有某种运动,像天平一样倾向并被较好的运动所拉动,否则就会向着较坏的方向流失。
ἂν οὖν κατὰ τὸν δοθέντα χρησμὸν ὑπὸ τοῦ θεοῦ
Κιρραίοις πάντʼ ἤματα καὶ πάσας νύκτας πολεμεῖν
οὕτω συνίδῃς σεαυτὸν ἡμέρας τε καὶ νύκτωρ ἀεὶ τῇ κακίᾳ διαμεμαχημένον, ἢ μὴ πολλάκις γε τὴν φρουρὰν ἀνεικότα μηδὲ συνεχῶς παρʼ αὐτῆς οἱονεὶ κήρυκας ἡδονάς τινας ἢ ῥᾳστώνας ἢ ἀσχολίας ἐπὶ σπονδαῖς προσδεδεγμένον, εἰκότως ἂν εὐθαρσὴς καὶ πρόθυμος βαδίζοις ἐπὶ τὸ λειπόμενον.
因此,如果根据神所赐予的神谕: “与基拉人白昼黑夜地不断交战,” 你看到自己也是如此日夜不停地与恶德搏斗,或者至少不经常放松警惕,也不连续地从恶德那里接受如同休战使者般的某些享乐、安逸或事务,你自然可以满怀信心和热情地迈向剩下的旅程。