Humanitext Reader

普鲁塔克 · 如何察觉自己在德性上的进步 §1

德性进步的自觉可能性

第 1 段,共 10 段 · 希腊语

内容简介

作者反驳了德性上的进步无法被察觉的观点,主张无论是从恶德到美德的剧烈转变还是渐进的提升,人必然能够察觉到自身的变化。

§1τίς τῶν λόγων, ὦ Σόσσιε Σενεκίων, σώσει τὴν ἑαυτοῦ βελτιουμένου πρὸς ἀρετὴν συναίσθησιν, εἰ μηδεμίαν αἱ προκοπαὶ ποιοῦσι τῆς ἀφροσύνης ἄνεσιν, ἀλλʼ ἴσῳ σταθμῷ πᾶσιν ἡ κακία περιτιθεμένη " μολυβδὶς ὥστε δίκτυον κατέσπασεν;
索西乌斯·塞内基奥啊,如果进步不能给愚蠢带来任何缓解,相反,恶德以同等的分量加在所有人身上, “如同铅锤一般将网曳入深处”;那么,还有什么论证能够挽救一个人对自己向德行提升的觉察呢?
" οὐδὲ γὰρ ἐν μουσικοῖς τις ἢ γραμματικοῖς ἐπιδιδοὺς ἂν γνοίη μηδὲν ἐν τῷ μανθάνειν ἀπαρύτων τῆς περὶ ταῦτα ἀμαθίας ἀλλʼ ἴσης ἀεὶ τῆς ἀτεχνίας αὐτῷ παρούσης, οὐδὲ κάμνοντι θεραπεία μὴ ποιοῦσα ῥᾳστώνην μηδὲ κουφισμὸν ἁμωσγέπως τοῦ νοσήματος ὑπείκοντος καὶ χαλῶντος αἴσθησιν ἂν παρέχοι διαφορᾶς, πρὶν εἰλικρινῆ τὴν ἐναντίαν ἕξιν ἐγγενέσθαι παντάπασιν ἀναρρωσθέντος τοῦ σώματος.
因为,在音乐或文法上有所进步的人,如果在学习过程中完全没有消除对这些学科的无知,而是一直伴随着同等的生疏,他绝不会意识到自己的进步;同样,对于病人来说,如果治疗没有带来任何缓解或减轻,疾病也没有以某种方式退让和缓和,那么在身体完全康复、相反的纯净状态产生之前,治疗也就无法让人感受到任何变化。
ἀλλʼ ὥσπερ ἐν τούτοις οὐ προκόπτουσιν, ἂν προκόπτοντες ἀνέσει τοῦ βαρύνοντος οἷον ἐπὶ ζυγοῦ πρὸς τοὐναντίον ἀναφερόμενοι μὴ γιγνώσκωσι τὴν μεταβολήν, οὕτως ἐν τῷ φιλοσοφεῖν οὔτε προκοπὴν οὔτε τινὰ προκοπῆς αἴσθησιν ὑποληπτέον, εἰ μηδὲν ἡ ψυχὴ μεθίησι μηδʼ ἀποκαθαίρεται τῆς ἀβελτερίας, ἄχρι δὲ τοῦ λαβεῖν ἄκρατον τὸ ἀγαθὸν καὶ τέλειον ἀκράτῳ τῷ κακῷ χρῆται.
但是,就像在这些情况中,人们即使有所进步,如果他们不能通过重担的减轻(如同在天平上向相反方向升起一般)来认识到这一变化,就不能算是进步一样;同样,在哲学思考中,如果灵魂既不释放也未净化自己的愚蠢,而是在获得纯粹且完美的善之前一直处于纯粹的恶之中,那么我们就不应该设想存在什么进步,也不应该设想对进步有什么觉察。
καὶ γὰρ ἀκαρὲς χρόνου καὶ ὥρας ἐκ τῆς ὡς ἔνι μάλιστα φαυλότητος εἰς οὐκ ἔχουσαν ὑπερβολὴν ἀρετῆς διάθεσιν μεταβαλὼν ὁ σοφός, ἧς οὐδʼ ἐν χρόνῳ πολλῷ μέρος ἀφεῖλε κακίας ἅμα πᾶσαν ἐξαίφνης ἐκπέφευγε.
因为,智者是在极短的瞬息之间,从最大程度的卑劣转变为无以复加的德性状态,从而在这一瞬间突然摆脱了全部恶德——而这些恶德在很长的时间里,他甚至连一部分都没有消除。
καίτοι ἤδη τοὺς ταῦτά γε λέγοντας οἶσθα δήπου πάλιν πολλὰ παρέχοντας αὑτοῖς πράγματα καὶ μεγάλας ἀπορίας περὶ τοῦ διαλεληθότος, ὃς αὐτὸς ἑαυτὸν οὐδέπω κατείληφε γεγονὼς σοφός, ἀλλʼ ἀγνοεῖ κἀμφιδοξεῖ τῷ κατὰ μικρὸν ἐν χρόνῳ πολλῷ τὰ μὲν ἀφαιροῦντι τὰ δὲ προστιθέντι γιγνομένην τὴν ἐπίδοσιν καθάπερ πορείαν τῇ ἀρετῇ λαθεῖν ἀτρέμα προσμίξασαν.
然而,你一定知道,那些说这些话的人,反过来又给自己带来许多麻烦和极大的困惑,那是关于“未察觉的智者”的——他自己甚至还没意识到自己已经成了智者,反而对此一无所知并心存怀疑。 这是因为他们认为,进步是在很长的时间里通过一点点地减去某些东西并加上另一些东西而发生的,就像一趟旅程,悄无声息且在不知不觉中悄然接近了德性。
εἰ δὲ γʼ εἴη τάχος τοσοῦτον τῆς μεταβολῆς καὶ μέγεθος, ὥστε τὸν πρωῒ κάκιστον ἑσπέρας γεγονέναι κράτιστον, ἢ ἂν οὕτω τινὶ συντύχῃ τὰ τῆς μεταβολῆς, καταδαρθόντα φαῦλον ἀνεγρέσθαι σοφὸν καὶ προσειπεῖν ἐκ τῆς ψυχῆς μεθεικότα τὰς χθιζὰς ἀβελτερίας καὶ ἀπάτας " ψευδεῖς ὄνειροι, χαίρετʼ· οὐδὲν ἦτʼ ἄρα, " τίς ἂν ἀγνοήσειεν ἑαυτοῦ διαφορὰν ἐν αὑτῷ τοσαύτην γενομένην καὶ φρόνησιν ἀθρόον ἐκλάμψασαν;
如果变化的转变速度和幅度竟然如此之大,使得一个早晨还是最坏的人,到了傍晚就成了最好的人;或者如果某个人的变化过程是这样的:他入睡时还是个卑劣之人,醒来时却成了智者,并且能够发自内心地向昨天的愚蠢与欺骗告别,说: “虚假的梦啊,再见;原来你们什么都不是,” 那么,谁会没有意识到自己内部发生了如此巨大的变化,以及那骤然闪耀的智慧呢?
ἐμοὶ μὲν γὰρ δοκεῖ μᾶλλον ἄν τις, ὡς ὁ Καινεύς, γενόμενος κατʼ εὐχὴν ἀνὴρ ἐκ γυναικὸς ἀγνοῆσαι τὴν μετακόσμησιν, ἢ σώφρων καὶ φρόνιμος καὶ ἀνδρεῖος ἐκ δειλοῦ καὶ ἀνοήτου καὶ ἀκρατοῦς ἀποτελεσθεὶς καὶ μεταβαλὼν εἰς θεῖον ἐκ θηριώδους βίον ἀκαρὲς διαλαθεῖν αὑτόν.
因为在我看来,倒更可能是像凯涅乌斯那样,依其所愿由女变男的人没有察觉到这一身体的转变,而一个由懦弱、愚蠢和无节制而变成节制、明智和勇敢的人,在一个瞬息之间从野兽般的生活转变为神圣的生活,却能不被自己察觉。

词汇与语法注释

  1. 75bτὴν ἑαυτοῦ βελτιουμένου πρὸς ἀρετὴν συναίσθησιν — 属格短语 ἑαυτοῦ βελτιουμένου 中,分词 βελτιουμένου 修饰反身代词 ἑαυτοῦ。该结构充当名词 συναίσθησιν(觉察)的宾格性属格,意为“对自己向德行提升的觉察”。
  2. 75dτῷ κατὰ μικρὸν ἐν χρόνῳ πολλῷ τὰ μὲν ἀφαιροῦντι τὰ δὲ προστιθέντι γιγνομένην τὴν ἐπίδοσιν — 给格冠词 τῷ 起到原因给格的作用。在此处,它指的是“进步(τὴν ἐπίδοσιν)是在很长的时间里,通过一点点地减去某些东西(ἀφαιροῦντι)并加上另一些东西(προστιθέντι)而发生(γιγνομένην)这一事实”。
  3. 75eμᾶλλον ἄν τις ... ἀγνοῆσαι ... ἢ — 表示潜在可能性的虚词 ἄν 修饰不定式 ἀγνοῆσαι,在非人称动词 δοκεῖ(似乎)的作用下构成“对格加不定式”结构。并与比较级 μᾶλλον ... ἢ 构成相关联结,意为“某人未察觉到……倒比……更有可能”。

引用这一段

普鲁塔克, 如何察觉自己在德性上的进步 §1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg071.humanitext-grc2:1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。