§13ἐπεὶ δʼ ἡ παντελὴς ἀπάθεια μέγα καὶ θεῖον, ἡ προκοπὴ δʼ ὡς λέγουσιν ἔοικεν ἐνδόσει τινὶ παθῶν καὶ πραότητι, δεῖ καὶ πρὸς αὐτὰ καὶ πρὸς ἄλληλα τὰ πάθη σκοποῦντας κρίνειν τὰς διαφοράς·
既然完全的无动于衷(不动心)是伟大且神圣的事物,而正如人们所说,进步似乎在于情念的某种缓和与温顺,我们就必须通过审视情念自身以及它们彼此之间的关系,来判断其中的差异。
πρὸς αὐτὰ μέν, εἰ νῦν ἐπιθυμίαις τε χρώμεθα μαλακωτέραις τῶν πάλαι καὶ φόβοις καὶ ὀργαῖς, ταχὺ τῷ λόγῳ τὸ ἐξάπτον αὐτῶν καὶ φλεγμαῖνον ἀφαιροῦντες πρὸς ἄλληλα δέ, εἰ μᾶλλον αἰσχυνόμεθα νῦν ἢ φοβούμεθα καὶ ζηλοῦμεν μᾶλλον ἢ φθονοῦμεν καὶ φιλοδοξοῦμεν ἢ φιλοχρηματοῦμεν, καὶ ὅλως εἰ Δωρίοις μᾶλλον ἢ Λυδίοις ὥσπερ οἱ μελῳδοῦντες ὑπερβολαῖς ἁμαρτάνομεν, σκληρότεροι περὶ τὴν δίαιταν ὄντες ἢ μαλακώτεροι, καὶ βραδύτεροι περὶ τὰς πράξεις ἢ προπετέστεροι, καὶ θαυμασταὶ παρʼ ὃ δεῖ λόγων καὶ ἀνθρώπων ἢ καταφρονηταί.
就情念自身而言,即我们现在所抱持的欲望、恐惧和愤怒,是否比以前更为温和,且能迅速用理性消除其中燃烧和发炎的部分。 就它们彼此的关系而言,即我们现在是否更容易感到羞耻而不是感到恐惧,更倾向于竞争(热切效仿)而不是嫉妒,更追求名誉而不是贪图钱财;总之,我们是否像演奏音乐者在过度时那样,更多地是在多利亚调还是利蒂亚调中犯下错误——在生活方式上是过于严厉还是过于软弱,在行动上是过于迟缓还是过于鲁莽,以及对言论和人物是超乎应有地崇拜还是予以蔑视。
καθάπερ γὰρ αἱ τῶν νόσων εἰς τὰ μὴ κύρια μέρη τοῦ σώματος ἐκτροπαὶ σημεῖόν εἰσιν οὐ φαῦλον, οὕτως ἡ κακία τῶν προκοπτόντων ἔοικεν εἰς ἐπιεικέστερα πάθη μεθισταμένη κατὰ μικρὸν ἐξαλείφεσθαι.
因为正如疾病转移到身体的非关键部位是一个不坏的征兆,同样,正在进步之人的恶德,似乎通过转向更温和的情念而逐渐被消磨殆尽。
Φρῦνιν μὲν γὰρ οἱ ἔφοροι ταῖς ἑπτὰ χορδαῖς δύο παρεντεινάμενον ἠρώτων πότερον τὰς ἄνωθεν ἢ τὰς κάτωθεν ἐκτεμεῖν αὐτοῖς ἐθέλει παρασχεῖν ἡμῶν δὲ δεῖται μέν πως τὰ ἄνω καὶ τὰ κάτω περικοπῆς, εἰ μέλλομεν εἰς τὸ μέσον καθίστασθαι καὶ μέτριον ἡ δὲ προκοπὴ τὰς ὑπερβολὰς πρότερον καὶ τὰς ὀξύτητας τῶν παθῶν ἀνίησι
"
πρὸς ἅσπερ οἱ μαργῶντες ἐντονώτατοι
"
κατὰ Σοφοκλέα.
因为当弗吕尼斯在七弦上又多紧了两根弦时,监察官们问他是否愿意让其剪掉上面的弦还是下面的弦;而如果我们想要立于中庸和适度,我们自身的高低两端在某种意义上也许需要修剪。 但进步首先会松弛情念的过度和尖锐之处,正如索福克勒斯所说,“狂乱者对其最为激烈”。
§14καὶ μὴν ὅτι τὸ τὰς κρίσεις ἐπὶ τὰ ἔργα μετάγειν καὶ τοὺς λόγους μὴ λόγους ἐᾶν ἀλλὰ πράξεις ποιεῖν μάλιστα τῆς προκοπῆς ἴδιόν ἐστιν εἴρηται.
此外,将判断付诸实践,不让言论仅停留在言论上,而是使其成为行动,这最是进步所独有的特征,这一点已经阐明。
δήλωμα δʼ αὐτοῦ πρῶτον μὲν ὁ πρὸς τὰ ἐπαινούμενα ζῆλος καὶ τὸ ποιεῖν εἶναι προθύμους ἃ θαυμάζομεν, ἃ δὲ ψέγομεν μὴ ἐθέλειν μηδʼ ὑπομένειν.
而其第一个证明,就是对被赞美之物的热切效仿,并渴望去实践我们所钦佩的事物,至于我们所谴责的事物,我们则不愿去做,甚至不能容忍。
ἐπεὶ πάντας μὲν Ἀθηναίους εἰκὸς ἦν ἐπαινεῖν τὴν Μιλτιάδου τόλμαν καὶ ἀνδρείαν, Θεμιστοκλῆς δʼ εἰπὼν ὡς οὐκ ἐᾷ καθεύδειν αὐτὸν ἀλλʼ ἐκ τῶν ὕπνων ἀνίστησι τὸ Μιλτιάδου τρόπαιον, οὐκ ἐπαινῶν μόνον οὐδὲ θαυμάζων καταφανὴς ἦν εὐθὺς ἀλλὰ καὶ ζηλῶν καὶ μιμούμενος.
因为,虽然所有雅典人都理所当然会赞美米太亚德的大胆和勇敢,但当地米斯托克利说米太亚德的胜利纪念碑让他无法入睡、将他从梦中唤醒时,显而易见他不仅是在赞美和钦佩,而且是在热切效仿和模仿。
σμικρὸν οὖν οἴεσθαι χρὴ προκόπτειν, ἄχρι οὗ τὸ θαυμάζειν τοὺς κατορθοῦντας ἀργὸν ἔχομεν καὶ ἀκίνητον ἐξ ἑαυτοῦ πρὸς μίμησιν.
因此,只要我们对成功者的钦佩仍然是闲置的、自身无法转化为模仿的动力,我们就必须认为自己进步甚微。
οὔτε γὰρ ἔρως σώματος ἐνεργός, εἰ μὴ μετὰ ζηλοτυπίας ἔνεστιν, οὔτʼ ἔπαινος ἀρετῆς διάπυρος καὶ δραστήριος ὁ μὴ νύττων μηδὲ κεντρίζων μηδὲ ποιῶν ἀντὶ φθόνου ζῆλον ἐπὶ τοῖς καλοῖς, ἀναπληρώσεως ὀρεγόμενον.
因为正如若不伴随嫉妒(占有欲),肉体之爱就无法活跃一样,对美德的赞美如果不能刺痛或激励我们,不能在美好事物面前产生热切效仿而非嫉妒,并追求自我圆满,它就不会是炽热且有效的。
οὐ γὰρ ὑπὸ τῶν λόγων δεῖ τοῦ φιλοσοφοῦντος μόνον ὥσπερ Ἀλκιβιάδης ἔλεγε τὴν καρδίαν στρέφεσθαι καὶ δάκρυα ἐκπίπτειν, ἀλλʼ ὅ γε προκόπτων ἀληθῶς, μᾶλλον ἔργοις καὶ πράξεσιν ἀνδρὸς ἀγαθοῦ καὶ τελείου παραβάλλων ἑαυτόν, ἅμα τῷ συνειδότι τοῦ ἐνδεοῦς δακνόμενος καὶ διʼ ἐλπίδα καὶ πόθον χαίρων καὶ μεστὸς ὢν ὁρμῆς οὐκ ἠρεμούσης οἷός τʼ ἐστι κατὰ Σιμωνίδην
"
ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχειν,
"
τῷ ἀγαθῷ μονονουχὶ συμφῦναι γλιχόμενος.
因为不应当仅仅因为哲学家的言论,就像阿尔西比亚德斯所说的那样,使心灵动摇并流下眼泪,而是那真正进步的人,更要将自己与善且完美之人的事迹和行动进行对比,在因意识到自身的不足而痛苦的同时,又因希望和渴望而欣喜,并充满不安静的冲动,能够像西摩尼得斯所说的那样, “如断奶的驹子紧跟母马般并肩奔跑”,渴望几乎与善融为一体。
καὶ γὰρ τοῦτο προκοπῆς ἀληθοῦς ἴδιόν ἐστι πάθος, ὧν ζηλοῦμεν τὰ ἔργα τὴν διάθεσιν φιλεῖν καὶ ἀγαπᾶν καὶ μετʼ εὐνοίας ἀεὶ τιμὴν εὔφημον ἀποδιδούσης ἐξομοιοῦσθαι.
因为这也是真正进步所特有的情感:热爱并珍惜我们所效仿其事迹之人的品质,并以始终给予其赞誉和尊重的善意,使自己与他们同化。
φιλονεικία δʼ ὅτῳ καὶ φθόνος ἐνέστακται πρὸς τοὺς κρείττονας, οὗτος ἴστω δόξης τινὸς ἢ δυνάμεως ζηλοτυπίᾳ κνιζόμενος, ἀρετὴν δὲ μὴ τιμῶν μηδὲ θαυμάζων.
但是,对那些更优秀者怀有争强好胜和嫉妒之心的人,须知他是在为某种名誉或权力的嫉妒所折磨,而非在尊重或钦佩美德。