§12ὅρα δὴ καὶ τὸ τοῦ Ζήνωνος ὁποῖόν ἐστιν.
且看芝诺的说法是怎样的。
ἠξίου γὰρ ἀπὸ τῶν ὀνείρων ἕκαστον αὑτοῦ συναισθάνεσθαι προκόπτοντος, εἰ μήθʼ ἡδόμενον αἰσχρῷ τινι ἑαυτὸν μήτε τι προσιέμενον ἢ πράττοντα τῶν δεινῶν καὶ ἀτόπων ὁρᾷ κατὰ τοὺς ὕπνους, ἀλλʼ οἷον ἐν βυθῷ γαλήνης ἀκλύστου καταφανεῖ διαλάμπει τῆς ψυχῆς τὸ φανταστικὸν καὶ παθητικὸν διακεχυμένον ὑπὸ τοῦ λόγου.
因为他认为,每个人都应当通过梦境来察觉自己是否在进步,如果在睡眠中他既没有看到自己因任何可耻的事情而高兴,也没有容忍或做出任何可怕而荒谬的事情,反而,就像在无波无澜的平静深渊中一样,灵魂中那被理性所融化和舒展的表象与情念部分,清晰而透亮地闪耀着。
τοῦτο δὲ καὶ Πλάτων, ὡς ἔοικε, συνιδὼν πρότερος ἐξεμόρφωσε καὶ διετύπωσε τῆς φύσει τυραννικῆς ψυχῆς τὸ φανταστικὸν καὶ ἄλογον οἷα κατὰ τοὺς ὕπνους δρᾷ.
显然,柏拉图也更早地洞察到了这一点,他塑造并描绘了天生具有僭主特征的灵魂中,其表象和非理性的部分在梦中会做出怎样的举动。
μητρί τε γὰρ ἐπιχειρεῖ μίγνυσθαι
καὶ πρὸς βρώσεις ὁρμᾷ παντοδαπάς, παρανομοῦν καὶ χρώμενον ἑαυτοῦ ταῖς ἐπιθυμίαις οἷον λελυμέναις, ἃς μεθʼ ἡμέραν ὁ νόμος αἰσχύνῃ καὶ φόβῳ καθείργνυσιν.
因为它企图与母亲交合,并冲向各种各样的食物,违法乱纪,放任自己的欲望,就像它们被释放了一样,而这些欲望在白天则是被法律通过羞耻和恐惧所禁锢着的。
ὥσπερ οὖν τὰ πεπαιδευμένα καλῶς τῶν ὑποζυγίων, οὐδʼ ἂν ἀφῇ τὰς ἡνίας ὁ ἄρχων, ἐπιχειρεῖ παρατρέπεσθαι καὶ ἀπολείπειν τὴν ὁδόν, ἀλλʼ ὥσπερ εἴθισται πρόεισιν ἐν τάξει, διαφυλάττοντα τὴν πορείαν ἄπταιστον, οὕτως οἷς ἂν εὐπειθὲς τὸ ἄλογον ἤδη καὶ πρᾶον γεγονὸς ὑπὸ τοῦ λόγου καὶ κεκολασμένον, οὔτε καθʼ ὕπνους οὔθʼ ὑπὸ νόσων ἔτι ῥᾳδίως ἐξυβρίζειν ἢ παρανομεῖν ἐθέλει ταῖς ἐπιθυμίαις, ἀλλὰ τηρεῖ καὶ διαμνημονεύει τὸν ἐθισμόν, ἰσχὺν ἐμποιοῦντα τῇ προσοχῇ καὶ τόνον.
因此,正如驯服良好的役畜一样,即使驾车人松开缰绳,它们也不会企图偏离或离开道路,而是按照习惯井然有序地前进,保持行程不致跌跌撞撞;同样,在那些非理性部分已经被理性驯服、变得温顺且受约束的人那里,无论是在梦中还是在疾病中,都不再容易任由欲望放肆或违法,而是保持并牢记这种习惯,使注意力产生力量和张力。
εἰ γὰρ καὶ τὸ σῶμα τῇ ἀσκήσει τῆς ἀπαθείας ὑπήκοον ἑαυτὸ καὶ τὰ μέρη παρέχειν πέφυκεν, ὡς ὀφθαλμούς τε πρὸς οἶκτον ἴσχεσθαι δακρύων καὶ καρδίαν πηδήματος ἐν φόβοις, αἰδοῖά τε σωφρόνως ἔχειν ἀτρέμα καὶ μηδὲν ἐνοχλεῖν παρὰ καλοῖς ἢ καλαῖς, πῶς οὐ μᾶλλον εἰκός ἐστι τῆς ψυχῆς τοῦ παθητικοῦ τὴν ἄσκησιν ἐπιλαβομένην οἷον ἐκλεαίνειν καὶ συσχηματίζειν τὰ φαντάσματα καὶ τὰ κινήματα μέχρι τῶν ὕπνων πιέζουσαν;
因为,如果连身体在免受情念影响的锻炼下,都天生能够使自身及其各个器官顺从,以至于眼睛在面对怜悯时能忍住眼泪,心脏在恐惧中能免于跳动,私处也在美丽的女子或男子身旁保持安静和节制、毫无干扰;那么,魂的锻炼掌控住情念的部分,将其压制乃至延续到梦境中,从而抚平并重塑那些表象和冲动,岂不是更加理所当然吗?
οἷα λέγεται καὶ περὶ τοῦ φιλοσόφου Στίλπωνος, ὃς ἰδεῖν ἔδοξε κατὰ τοὺς ὕπνους ὀργιζόμενον αὐτῷ τὸν Ποσειδῶνα μὴ θύσαντι βοῦν, ὥσπερ ἔθος ἦν Μεγαρεῦσιν· αὑτὸν δὲ μηδὲν ἐκπλαγέντα
τί λέγεις
φάναι
ὦ Πόσειδον;
正如关于哲学家斯蒂尔蓬所传说的那样,他似乎在梦中看到波塞冬对他发怒,因为他没有像麦加拉人的习俗那样祭献公牛;但他自己毫不惊慌,说道:“波塞冬,你这是说什么?
ὥσπερ παῖς ἥκεις μεμψιμοιρῶν ὅτι μὴ δανεισάμενος ἐνέπλησα κνίσης τὴν πόλιν, ἀλλʼ ἀφʼ ὧν εἶχον ἔθυσά σοι μετρίως οἴκοθεν;
你就像个小孩子一样跑来抱怨,就因为我没有借钱让全城充满祭肉的香气,而是从我仅有的财产中,在家里适度地向你祭献?
καὶ μέντοι δοκεῖν αὐτῷ τὸν Ποσειδῶνα μειδιάσαντα τὴν δεξιὰν προτεῖναι καὶ εἰπεῖν ὡς ἀφύων φορὰν Μεγαρεῦσι ποιήσει διʼ ἐκεῖνον.
”并且,他觉得波塞冬微笑着伸出右手,并说因为他的缘故,要给麦加拉人带来成群的鳀鱼。
οἷς οὖν οὕτως εὐόνειρα καὶ φανὰ καὶ ἄλυπα, φοβερὸν δὲ μηδὲν ἢ τραχὺ μηδὲ κακόηθες ἢ σκολιὸν ἐκ τῶν ὕπνων ἐπαναφέρεται, ταῦτα τῆς προκοπῆς ἀπαυγασμούς τινας εἶναι λέγουσιν, οἴστρους δὲ καὶ πτοίας καὶ φυγὰς ἀγεννεῖς καὶ παιδικὰς περιχαρείας καὶ ὀλοφύρσεις ἐνυπνίων οἰκτρῶν καὶ ἀλλοκότων ῥαχίαις τέ τισι καὶ σάλοις ἐοικέναι, ψυχῆς οὔπω τὸ κοσμοῦν ἐχούσης οἰκεῖον, ἀλλὰ πλαττομένης ἔτι· δόξαις καὶ νόμοις, ὧν ἀπωτάτω γιγνομένη κατὰ τοὺς ὕπνους αὖθις ἀναλύεται καὶ ἀνελίττεται τοῖς πάθεσι.
因此,对于那些梦境如此美好、明朗且无痛苦,并且没有从梦中带回任何可怕、粗暴、恶意或扭曲之物的人来说,这些梦境被说成是进步的光芒(折射);而可怜且奇异的梦境中的狂乱、惊恐、可耻的逃跑、幼稚的狂喜和哀叹,则被比作波涛和动荡,这属于那尚未拥有自身秩序的灵魂,它仍被意见和法律所塑造,而在梦中由于离这些法律最远,便再次瓦解并退回到情念之中。
ταῦτα μὲν οὖν συνεπισκόπει καὶ αὐτός, εἴτε προκοπῆς ἐστιν εἴτε τινὸς ἕξεως ἤδη βεβαιότητα καὶ κράτος ἐχούσης ἐπὶ τοῖς λόγοις ἀσάλευτον.
因此,你自己也当共同审视这些,看它们是属于进步,还是属于某种已然在理性上拥有稳固且不可动摇之力量的状态(Hexis)。