Humanitext Reader

普鲁塔克 · 如何察觉自己在德性上的进步 §15-17

敬慕贤哲与对微小过错的严格省察

第 10 段,共 10 段 · 希腊语

内容简介

本文论述了道德进步的真实标志,包括在逆境中依然仰慕并效仿善人、在贤者面前泰然自若,以及对微小的过错也绝不姑息、严于律己的态度。

§15ὅταν οὖν οὕτως ἀρχώμεθα τῶν ἀγαθῶν ἐρᾶν, ὥστε μὴ μόνον κατὰ Πλάτωνα μακάριον μὲν αὐτὸν ἡγεῖσθαι τὸν σώφρονα, μακάριον δὲ τὸν ξυνήκοον τῶν ἐκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων, ἀλλὰ καὶ σχῆμα καὶ βάδισμα καὶ βλέμμα καὶ μειδίαμα θαυμάζοντες αὐτοῦ καὶ ἀγαπῶντες οἷον συναρμόττειν καὶ συγκολλᾶν ἑαυτοὺς ὦμεν πρόθυμοι, τότε χρὴ νομίζειν ἀληθῶς προκόπτειν.
因此,当我们开始如此热爱善人,以至于不仅按照柏拉图的说法,认为节制者本身是幸福的,且认为那倾听从节制者口中说出之言语的人也是幸福的,而且还赞美并喜爱他的仪表、步态、眼神和微笑,以至于渴望将我们自己与他契合和紧贴在一起,那时我们确实应当认为自己正处于真正的进步之中。
ἔτι δὲ μᾶλλον, ἂν μὴ μόνον εὐημεροῦντας τοὺς ἀγαθοὺς θαυμάζωμεν, ἀλλʼ ὥσπερ οἱ ἐρῶντες καὶ τραυλότητας ἀσπάζονται τῶν ἐν ὥρᾳ καὶ ὠχρότητας, τῆς δὲ Πανθείας καὶ δάκρυα καὶ κατήφεια πενθούσης ἄρα καὶ κεκακωμένης ἐξέπληξε τὸν Ἀράσπην, οὕτως ἡμεῖς μήτε φυγὴν Ἀριστείδου μήτε εἱργμὸν Ἀναξαγόρου μήτε πενίαν Σωκράτους ἢ Φωκίωνος καταδίκην ὑποδειμαίνωμεν, ἀλλὰ καὶ μετὰ τούτων ἀξιέραστον ἡγούμενοι τὴν ἀρετὴν ὁμόσε χωρῶμεν αὐτῇ, τὸ Εὐριπίδειον ἐφʼ ἑκάστῳ φθεγγόμενοι " φεῦ, τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν " τὸν γὰρ ἄχρι τοῦ καὶ τὰ φαινόμενα δεινὰ μὴ δυσχεραίνειν ἀλλὰ θαυμάζειν καὶ ζηλοῦν ἐνθουσιασμὸν οὐκ ἂν ἔτι γε τῶν καλῶν οὐδεὶς ἀποτρέψειεν.
进一步说,如果我们不仅在善人们得志时敬仰他们,而且正如情人也会喜爱他们年轻恋人的口吃与苍白,又如潘泰亚在悲哀且受难时的眼泪和沮丧的面容令阿拉斯佩斯为之倾倒那样,我们同样也不畏惧阿里斯提德的流放、阿那克萨哥拉的监禁、苏格拉底的贫困,或是波基翁的死刑,而是认为美德即便伴随这些苦难也是可爱的,从而直面美德,并在每种境遇下吟诵欧里庇得斯的诗句: “啊,对于高尚的人来说,一切是多么美好! ” 因为,对于一个已经达到不因表面上的恐怖而反感、反而予以赞美和效仿的人,谁也无法再使他的这种热情偏离美好事物。
ἤδη δὲ τοῖς τοιούτοις παρέπεται τὸ βαδίζοντας ἐπὶ πράξεις τινὰς ἢ λαβόντας ἀρχὴν ἢ χρησαμένους τύχῃ τίθεσθαι πρὸ ὀφθαλμῶν τοὺς ὄντας ἀγαθοὺς ἢ γενομένους, καὶ διανοεῖσθαι τί δʼ ἂν ἔπραξεν ἐν τούτῳ Πλάτων, τί δʼ ἂν εἶπεν Ἐπαμεινώνδας, ποῖος δʼ ἂν ὤφθη Λυκοῦργος ἢ Ἀγησίλαος, οἷον πρὸς ἔσοπτρα κοσμοῦντας ἑαυτοὺς καὶ μεταρρυθμίζοντας ἢ φωνῆς ἀγεννεστέρας αὑτῶν ἐπιλαμβανομένους ἢ πρός τι πάθος ἀντιβαίνοντας.
此外,这样的人在致力于某些行动、担任官职或享有好运时,已经习惯于将现在或过去的善人置于眼前,并思索: “柏拉图在此情况下会怎么做? 伊巴密浓达会说什么? 吕库古或阿格西莱会展现出怎样的姿态? ” 仿佛是在镜子前整理和修正自己,或是纠正自己粗俗的言音,或是抵制某种情念。
οἱ μὲν γὰρ ἐκμεμαθηκότες τὰ τῶν Ἰδαίων ὀνόματα δακτύλων χρῶνται πρὸς τοὺς φόβους αὐτοῖς ὡς ἀλεξικάκοις, ἀτρέμα καταλέγοντες ἕκαστον· ἡ δὲ τῶν ἀγαθῶν ἀνδρῶν ἐπίνοια καὶ μνήμη ταχὺ παρισταμένη καὶ διαλαμβάνουσα τοὺς προκόπτοντας ἐν πᾶσι πάθεσι καὶ ἀπορίαις ἁπάσαις, ὀρθούς τε καὶ ἀπτῶτας διαφυλάσσει.
因为那些熟记伊达山达克提洛伊之名的人,在恐惧时将它们作为辟邪之物,平静地逐一念诵;而善人们的思想和记忆,在一切情念和困境中迅速呈现并支持着正在进步的人,使他们保持挺立、免于跌倒。
ὅθεν ἔστω σοι καὶ τοῦτο σημεῖον τοῦ πρὸς ἀρετὴν ἐπιδιδόντος.
因此,让你也将此作为向美德进步的标志。
§16πρὸς δὲ τούτῳ τὸ μηκέτι ταράττεσθαι σφόδρα μηδʼ ἐρυθριᾶν μηδὲ κατακρύπτειν ἢ μετασχηματίζειν τι τῶν καθʼ ἑαυτόν, ἀνδρὸς ἐνδόξου καὶ σώφρονος ἐξαπίνης ἐπιφανέντος, ἀλλὰ θαρρεῖν ὁμόσε χωροῦντα τοῖς τοιούτοις ἔχει τοῦ συνειδότος τινὰ βεβαίωσιν.
除此之外,当一位声名显赫且节制的人突然出现时,自己不再感到剧烈动摇、不再脸红、也不再隐藏或掩饰自己的任何事情,而是充满信心地直面这样的人,这表明内心拥有一种良知的确证。
Ἀλέξανδρος μὲν γὰρ ὡς ἔοικεν ἄγγελον ἰδὼν περιχαρῆ προσθέοντα καὶ τὴν δεξιὰν προτείνοντα τί μοι μέλλεις εἶπεν ὦ τᾶν ἀπαγγελεῖν;
因为亚历山大似乎在看到一个满怀喜悦跑来并伸出右手的信使时,说道: “朋友,你将向我报告什么?
ἢ ὅτι Ὅμηρος ἀναβεβίωκεν οὐδενὸς αὐτῷ τὰ πράγματα πλὴν ὑστεροφημίας ἐνδεῖν οἰόμενος.
难道是荷马复活了吗? ” 这是因为他认为自己的事业除了身后的名声之外什么都不缺少。
νέῳ δʼ ἀνδρὶ βελτιουμένῳ τὸ ἦθος οὐδενὸς ἔρως ἐμφύεται μᾶλλον ἢ καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐγκαλλωπίσασθαι καὶ παρασχεῖν οἰκίαν αὑτοῦ καταφανῆ, τράπεζαν γυναῖκα, παιδιὰν σπουδήν, λόγους λεγομένους ἢ γραφομένους, ὥστε καὶ δάκνεσθαι πατρὸς τεθνεῶτος ἢ καθηγητοῦ μεμνημένον οὐκ ἐπιδόντος αὐτὸν ἐν διαθέσει τοιαύτῃ, καὶ μηδὲν ἂν οὕτως εὔξασθαι παρὰ τῶν θεῶν, ὡς ἐκείνους ἀναβιώσαντας αὐτῷ γενέσθαι τοῦ βίου καὶ τῶν πράξεων θεατάς.
但对于一个品德正在提升的年轻人来说,没有什么比向美雅之人展现自己、并向他们公开展示自己的房屋、餐桌、妻子、娱乐、正业以及所说或所写的话语更具热望的了;以至于他在想起已故的、未能见到自己处于如此状态的父亲或导师时会感到痛心,并且除了祈求神明让那些人复活来做他生活和行动的旁观者之外,别无他求。
ὥσπερ αὖ τοὐναντίον οἱ καταμελήσαντες ἑαυτῶν καὶ διαφθαρέντες οὐδʼ ἐν ὕπνῳ τοὺς προσήκοντας ἀτρέμα καὶ ἀδεῶς ὁρῶσιν.
与此相反,那些荒废自我而堕落的人,甚至在梦中也无法平静和无惧地注视他们的亲人。
§17ἔτι τοίνυν πρόσλαβε τοῖς εἰρημένοις σημεῖον οὐ μικρόν, εἰ βούλει, τὸ μηδὲν ἔτι μικρὸν ἡγεῖσθαι τῶν ἐξαμαρτανομένων ἀλλʼ ἐξευλαβεῖσθαι καὶ προσέχειν ἅπασιν. ὥσπερ·
那么,如果你愿意的话,在已说过的标志之外,再加上一个不小的标志:即不再认为任何过错是微不足道的,而是对一切都保持戒备和注意。
γὰρ οἱ τὸ πλουτήσειν ἀπεγνωκότες ἐν οὐδενὶ τίθενται τὰ μικρὰ δαπανήματα, μηδὲν οἰόμενοι ποιήσειν μέγα τὸ μικρῷ τινι προστιθέμενον, ἡ δʼ ἐλπὶς ἐγγυτέρω τοῦ τέλους βαδίζουσα τῷ πλούτῳ συναύξει τὴν φιλοπλουτίαν, οὕτως ἐν τοῖς πρὸς ἀρετὴν πράγμασιν ὁ μὴ πολλὰ συγχωρῶν τῷ τί γὰρ τὸ παρὰ τοῦτο;
因为正如那些对致富感到绝望的人不在乎微小的开支,认为在微小的数目上有所增加并不会成就伟大的事物,而正走向目标的希望则会随着财富的增长而一同增加对财富的渴望,同样在美德的事情上,那不妥协地常说 “这有什么关系?
καὶ νῦν μὲν οὕτως αὖθις δὲ βέλτιον, ἀλλὰ προσέχων ἑκάστῳ κἂν εἰς τὸ σμικρότατον ἡ κακία ποτὲ τῶν ἁμαρτημάτων ἐνδῦσα συγγνώμην πορίζηται δυσανασχετῶν καὶ δυσκολαίνων, δῆλός ἐστιν ἤδη τι καθαρὸν κτώμενος ἑαυτῷ καὶ οὐδʼ ὁπωσοῦν ἀξιῶν ῥυπαίνεσθαι, τὸ δὲ μηδὲν οἴεσθαι κατʼ αἰσχύνην μέγα μηδʼ ἔχειν εὐχερεῖς ποιεῖ καὶ ὀλιγώρους πρὸς τὰ μικρά.
” 和 “现在虽然如此,下次会更好”的人,而是对每一件事都保持关注,即便恶在最微小的过错中潜入并企图寻找借口时,他也会感到反感和不快,显而易见,他已经在为自己追求某种纯洁,绝不容许任何玷污;而若认为任何事情在耻辱的意义上都不算大,这就会使人对微小的事物变得松懈和轻视。
καὶ γὰρ αἱμασιάν τινα καὶ θριγκὸν οἰκοδομοῦσιν οὐ διαφέρει ξύλον τὸ τυχὸν ἢ λίθον ὑποβαλεῖν χυδαῖον ἢ στήλην ὑποθεῖναι παραπεσοῦσαν ἀπὸ μνήματος, οἷα, ποιοῦσιν οἱ φαῦλοι, πᾶσαν ἐργασίαν καὶ πρᾶξιν ὡς ἔτυχε συμφοροῦντες εἰς ταὐτὸ καὶ σωρεύοντες ἀλλʼ οἵ γε προκόπτοντες, οἷς ἤδη, καθάπερ ἱεροῦ τινος οἰκοδομήματος καὶ βασιλικοῦ τοῦ βίου " κεκρότηται χρυσέα κρηπίς, " οὐδὲν εἰκῇ προσίενται τῶν γιγνομένων, ἀλλʼ οἷον ἀπὸ στάθμης τοῦ λόγου προσάγουσι καὶ προσαρμόττουσιν ἕκαστον.
因为对于那些建造篱笆或围墙的人来说,随便垫上什么木头或粗糙的石头,或是把从坟墓上倒塌下来的石碑垫在下面,都没有什么分别——这就是卑劣之人所做的,他们随心所欲地将每种工作和行为聚集在一起并堆积起来;但是对于正在进步的人来说,他们的生命仿佛是为了某种神圣和皇家的建筑而“筑起了黄金的基石”,他们不随意接受任何发生的事,而是像用理性的墨线测量一般,去引入和契合每一件事。
ὑπὲρ οὗ τὸν Πολύκλειτον οἰόμεθα λέγειν ὡς ἔστι χαλεπώτατον τὸ ἔργον οἷς ἂν εἰς ὄνυχα ὁ πηλὸς ἀφίκηται.
关于这一点,我们认为波留克列特斯曾说过,当粘土达到爪子(指甲)之上时,对于那些人来说,这项工作是最为困难的。

词汇与语法注释

  1. 84fτὸν γὰρ ἄχρι τοῦ καὶ τὰ φαινόμενα δεινὰ μὴ δυσχεραίνειν ἀλλὰ θαυμάζειν καὶ ζηλοῦν ἐνθουσιασμὸν οὐκ ἂν ἔτι γε τῶν καλῶν οὐδεὶς ἀποτρέψειεν — 主句的核心结构是“οὐδεὶς ἂν ἀποτρέψειεν”(谁也无法使之偏离),其直接宾语是“τὸν ... ἐνθουσιασμόν”(这种热情/热狂)。而“τῶν καλῶν”作为分离属格修饰动词,意为“从美好事物中(偏离/使之疏远)”。
  2. 85bκαλοῖς κἀγαθοῖς ἀνδράσιν ἐγκαλλωπίσασθαι — 不定式“ἐγκαλλωπίσασθαι”(向……展现自己的美、夸耀)接受与格的“καλοῖς κἀγαθοῖς ἀνδράσιν”作为其补足语。
  3. 85fδῆλός ἐστιν ἤδη τι καθαρὸν κτώμενος — “δῆλός ἐστιν”与主格分词“κτώμενος”连用,构成人称句式,用以表达非人称的含义“显而易见,他正在获得……”。
  4. 86aοἷς ἂν εἰς ὄνυχα ὁ πηλὸς ἀφίκηται — 在由“οἷς ἂν”和虚拟语气“ἀφίκηται”构成的泛指关系从句中,“εἰς ὄνυχα”(达到指甲)是一个成语表达,源于雕塑家用指甲进行极其微妙的后期塑形,指代极度精细、讲究的收尾阶段。

引用这一段

普鲁塔克, 如何察觉自己在德性上的进步 §15-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg071.humanitext-grc2:15-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。