Humanitext Reader

普鲁塔克 · 论倾听 §8-9

摒弃浮华修饰与追求实质教益

第 5 段,共 11 段 · 希腊语

内容简介

在第8章至第9章中,作者指出听众不应被文辞的华丽修饰所迷惑,而应像蜜蜂一样追求实质性的有益内容,并主张只有在充分理解教条之后才去欣赏文体的优雅。

§8διὸ δεῖ τὸ πολὺ καὶ κενὸν ἀφαιροῦντα τῆς λέξεως αὐτὸν διώκειν τὸν καρπὸν καὶ μιμεῖσθαι μὴ τὰς στεφανηπλόκους ἀλλὰ τὰς μελίσσας.
因此,应当剥离文辞中冗长和空洞的部分,去追求果实本身,去模仿蜜蜂而不是编织花环的人。
αἱ μὲν γὰρ ἐπιοῦσαι τὰ ἀνθηρὰ καὶ εὐώδη τῶν φύλλων συνείρουσι καὶ διαπλέκουσιν ἡδὺ μὲν ἐφήμερον δὲ καὶ ἄκαρπον ἔργον· αἱ δὲ πολλάκις ἴων καὶ ῥόδων καὶ ὑακίνθων διαπετόμεναι λειμῶνας ἐπὶ τὸν τραχύτατον καὶ δριμύτατον θύμον καταίρουσι καὶ τούτῳ προσκάθηνται " ξανθὸν μέλι μηδόμεναι, " καὶ λαβοῦσαί τι τῶν χρησίμων ἀποπέτονται πρὸς τὸ οἰκεῖον ἔργον.
因为前者在花草间巡游,将叶片中鲜艳和芬芳的部分串联并编织起来,虽然甜蜜,却只是一时且不结果实的劳作;而后者往往飞越紫罗兰、玫瑰和风信子的草地,降落在最粗糙、最辛辣的百里香上,并停留在上面, “谋划着金黄的蜂蜜,” 一旦获取了有用的东西,便飞回自己的本职工作。
οὕτως οὖν δεῖ τὸν φιλότεχνον καὶ καθαρὸν ἀκροατὴν τὰ μὲν ἀνθηρὰ καὶ τρυφερὰ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων τὰ δραματικὰ καὶ πανηγυρικὰ κηφήνων βοτάνην σοφιστιώντων ἡγούμενον ἐᾶν, αὐτὸν δὲ τῇ προσοχῇ καταδυόμενον εἰς τὸν νοῦν τοῦ λόγου καὶ τὴν διάθεσιν τοῦ λέγοντος ἕλκειν ἀπʼ αὐτῆς τὸ χρήσιμον καὶ ὠφέλιμον, μεμνημένον ὡς οὐκ εἰς θέατρον οὐδʼ ᾠδεῖον ἀλλʼ εἰς σχολὴν καὶ διδασκαλεῖον ἀφῖκται, τῷ λόγῳ τὸν βίον ἐπανορθωσόμενος.
因此,爱好技艺且纯洁的听众应当将言词中华丽和娇嫩的部分,以及事物中戏剧性和夸示性的部分,视为那些形同诡辩家的雄蜂的饲料而予以放弃,自己则通过专注潜入言论的真意和说话者的心境,从中汲取有用和有益的东西,牢记自己来到这里不是为了戏院或音乐厅,而是为了学堂和学校,意在用言论来端正自己的生活。
ὅθεν δὴ καὶ ποιητέον ἐπίσκεψιν καὶ κρίσιν τῆς ἀκροάσεως ἐξ αὑτοῦ καὶ τῆς περὶ αὑτὸν διαθέσεως, ἀναλογιζόμενον εἴ τι τῶν παθῶν γέγονε μαλακώτερον, εἴ τι τῶν ἀνιαρῶν κουφότερον, εἰ θάρσος εἰ φρόνημα βέβαιον, εἰ πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἐνθουσιασμός.
正因如此,必须根据自身及自身的状况对听讲进行审视和评判,反思是否自己的某种情欲变得温和了,是否某种痛苦变得减轻了,是否确立了信心和坚定的意志,是否产生了对美德和高尚的热忱。
οὐ γὰρ ἐκ κουρείου μὲν ἀναστάντα δεῖ τῷ κατόπτρῳ παραστῆναι καὶ τῆς κεφαλῆς ἅψασθαι, τὴν περικοπὴν τῶν τριχῶν ἐπισκοποῦντα καὶ τῆς κουρᾶς τὴν διαφοράν, ἐκ δὲ ἀκροάσεως ἀπιόντα καὶ σχολῆς οὐκ εὐθὺς ἀφορᾶν χρὴ πρὸς ἑαυτόν, καταμανθάνοντα τὴν ψυχὴν εἴ τι τῶν ὀχληρῶν ἀποτεθειμένη καὶ περιττῶν ἐλαφροτέρα γέγονε καὶ ἡδίων.
因为人不应当在从理发店站起来时站在镜子前,摸着头观察头发的裁剪和发型的差异,而在离开听讲和学堂时,却不立即省察自身,去端详自己的灵魂是否卸下了某些烦扰和多余的负担而变得更轻松、更愉悦。
οὔτε γὰρ βαλανείου φησὶν ὁ Ἀρίστων οὔτε λόγου μὴ καθαίροντος ὄφελός ἐστιν.
“因为,” 阿里斯顿说, “既无不洁净身体的浴池之益,亦无不净化心灵的言论之效。
§9Ἡδέσθω μὲν οὖν ὑπὸ λόγων ὠφελούμενος ὁ νέος· οὐ δεῖ δὲ τὸ ἡδὺ τῆς ἀκροάσεως ποιεῖσθαι τέλος, οὐδʼ οἴεσθαι δεῖν ἐκ σχολῆς ἀπιέναι φιλοσόφου μινυρίζοντα καὶ γεγανωμένον, οὐδὲ ζητεῖν μυρίζεσθαι δεόμενον ἐμβροχῆς καὶ καταπλάσματος, ἀλλὰ χάριν ἔχειν, ἄν τις ὥσπερ καπνῷ σμῆνος λόγῳ δριμεῖ τὴν διάνοιαν ἀχλύος πολλῆς καὶ ἀμβλύτητος γέμουσαν ἐκκαθήρῃ.
” 因此,让年轻人在从言论中获益的同时感到快乐吧;但不应当将听讲的快乐作为目的,也不应当认为应当哼着小调、满心欢喜地离开哲学家学堂,更不应当在需要热敷和膏药时却寻求香水,而应当心存感激,如果有人用辛辣的言论,像用烟熏蜂巢一样,清洗了他那充满浓雾和迟钝的头脑。
καὶ γὰρ εἰ τοῖς λέγουσι προσήκει μὴ παντάπασιν ἡδονὴν ἐχούσης καὶ πιθανότητα λέξεως. παραμελεῖν, ἐλάχιστα τούτου φροντιστέον τῷ νέῳ, τό γε πρῶτον.
因为即使对于说话者来说,不完全忽略具有愉悦感和说服力的文辞是合适的,但对于年轻人来说,这应当是最后才考虑的事情,至少在起初是这样。
ὕστερον δέ που, καθάπερ οἱ πίνοντες, ὅταν παύσωνται διψῶντες, τότε τὰ τορεύματα τῶν ἐκπωμάτων ὑποθεωροῦσι καὶ στρέφουσιν, οὕτως ἐμπλησθέντι δογμάτων καὶ ἀναπνεύσαντι δοτέον τὴν λέξιν εἴ τι κομψὸν ἔχει καὶ περιττὸν ἐπισκοπεῖν.
此后,我想,正如饮酒之人,当他们不再口渴时,才会仔细端详并转动杯上的浮雕,同样,对于那些装满教条并喘过气来的人,应当允许他们审视文辞是否有什么优雅和独特之处。
ὁ δʼ εὐθὺς ἐξ ἀρχῆς μὴ τοῖς πράγμασιν ἐμφυόμενος ἀλλὰ τὴν λέξιν Ἀττικὴν ἀξιῶν εἶναι καὶ ἰσχνὴν ὅμοιός ἐστι μὴ βουλομένῳ πιεῖν ἀντίδοτον, ἂν μὴ τὸ ἀγγεῖον ἐκ τῆς Ἀττικῆς κωλιάδος κεκεραμευμένον, μηδʼ ἱμάτιον περιβαλέσθαι χειμῶνος, εἰ μὴ προβάτων Ἀττικῶν εἴη τὸ ἔριον, ἀλλʼ ὥσπερ ἐν τρίβωνι Λυσιακοῦ λόγου λεπτῷ καὶ ψιλῷ καθήμενος ἄπρακτος καὶ ἀκίνητος.
而那些从一开始就不紧扣事物,反而要求文辞必须是雅典风且简练的人,就像是不愿服下解毒药的人,除非药罐是用雅典科利亚斯的泥土烧制的,又像是不愿在冬天穿上斗篷,除非羊毛是雅典的羊身上剪下来的,反而无所事事、一动不动地坐着,仿佛裹在一件由里西亚斯式言论织成的单薄而光秃的粗衣里。
ταῦτα γὰρ τὰ νοσήματα πολλὴν μὲν ἐρημίαν νοῦ καὶ φρενῶν ἀγαθῶν, πολλὴν δὲ τερθρείαν καὶ στωμυλίαν ἐν ταῖς σχολαῖς πεποίηκε, τῶν μειρακίων οὔτε βίον οὔτε πρᾶξιν οὔτε πολιτείαν φιλοσόφου παραφυλαττόντων ἀνδρός, ἀλλὰ λέξεις καὶ ῥήματα καὶ τὸ καλῶς ἀπαγγέλλειν ἐν ἐπαίνῳ τιθεμένων, τὸ δʼ ἀπαγγελλόμενον εἴτε χρήσιμον εἴτʼ ἄχρηστον εἴτʼ ἀναγκαῖον εἴτε κενόν ἐστι καὶ περιττὸν οὐκ ἐπισταμένων οὐδὲ βουλομένων ἐξετάζειν.
因为这些病症在学堂中造成了思想和良知的极大荒芜,以及极大的诡辩和喋喋不休,使得年轻人既不效法哲学家的生活、实践,也不效法其政治行为,而是把文辞、词语和优美的表达放在赞美之列,而对于所表达的内容是有用还是无用、是必要还是空洞和多余,既不知道也不愿去审视。

词汇与语法注释

  1. 42aμεμνημένον — 宾格阳性单数完成时分词,与前句中受 `δεῖ` 支配的不定式宾格主语 `τὸν φιλότεχνον καὶ καθαρὸν ἀκροατὴν`(41f22-23)保持一致,在此表示伴随状况或条件。
  2. 42b15καταμανθάνοντα τὴν ψυχὴν — 称为“提早”(prolepsis/先行法)的句法,即从属句的主语(`ἡ ψυχή`)被提至主句中充当宾语(`τὴν ψυχὴν`)。“观察灵魂,看它是否卸下重担而变得轻松”在实质上等同于“观察灵魂是否卸下重担而变得轻松”。
  3. 42d5μὴ βουλομένῳ — 带有否定词 `μή` 的条件分词(意为“不想……的人”)。由于它描述的是一个假设性的人物特征(类似于拉丁语中的 *qui nolit*),因此使用的是主观否定词 `μή`,而非客观否定词 `οὐ`。
  4. 42e15τῶν μειρακίων ... παραφυλαττόντων — 属格独立结构(Genitive Absolute)。一个与主句主语(`ταῦτα τὰ νοσήματα`)不同的名词和分词组合以属格形式出现,在此表示原因或伴随状况(“由于年轻人不效法……”)。

引用这一段

普鲁塔克, 论倾听 §8-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg069.humanitext-grc2:8-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。