§7τῷ τοίνυν καταφρονεῖν τὸ θαυμάζειν ἀντικείμενον εὐγνωμονεστέρας μέν ἐστι δήπου καὶ ἡμερωτέρας φύσεως, δεῖταί γε μὴν οὐδʼ αὐτὸ μικρᾶς εὐλαβείας, τάχα δὲ καὶ μείζονος·
因此,作为轻视的对立面,赞叹显然属于更为诚恳和温和的天性;然而,它本身也需要不小的谨慎,或许甚至需要更大的谨慎。
οἱ μὲν γὰρ καταφρονητικοὶ καὶ θρασεῖς ἧττον ὠφελοῦνται ὑπὸ τῶν λεγόντων, οἱ δὲ θαυμαστικοὶ καὶ ἄκακοι μᾶλλον βλάπτονται, καὶ τὸν Ἡράκλειτον οὐκ ἐλέγχουσιν εἰπόντα
βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι φιλεῖ.
因为那些动辄轻视且狂妄的人从说话者那里获益较少,而那些极易赞叹且天真无邪的人受到的伤害更大,他们并没有证明赫拉克利特所说的话是错的: “愚人对任何言论都容易惊惶失措。
δεῖ δὲ τὸν μὲν ἔπαινον ἀφελῶς τοῖς λέγουσι τὴν δὲ πίστιν εὐλαβῶς προΐεσθαι τοῖς λόγοις, καὶ τῆς μὲν λέξεως καὶ προφορᾶς τῶν ἀγωνιζομένων εὐμενῆ καὶ ἁπλοῦν εἶναι θεατήν, τῆς δὲ χρείας καὶ τῆς ἀληθείας τῶν λεγομένων ἀκριβῆ καὶ πικρὸν ἐξεταστήν, ἵνʼ οἱ μὲν λέγοντες μὴ μισῶσιν, οἱ δὲ λόγοι μὴ βλάπτωσιν·
” 因此,应当毫无保留地给予说话者赞美,但对言论的信任则须十分谨慎,对于竞争者们的文体和表达应当作一名友好而单纯的观众,而对于所说内容的实用性和真实性,则应当作一名精确而严厉的审视者,以便说话者不被憎恨,而言论也不至于造成伤害。
ὡς πολλὰ ψευδῆ καὶ πονηρὰ δόγματα λανθάνομεν εὐνοίᾳ καὶ πίστει τῇ πρὸς τοὺς λέγοντας ἐνδεχόμενοι.
因为由于对说话者的好意和信任,我们往往在不知不觉中接受了许多虚假和有害的教条。
οἱ μὲν οὖν Λακεδαιμονίων ἄρχοντες ἀνδρὸς οὐκ εὖ βεβιωκότος γνώμην δοκιμάσαντες ἑτέρῳ προσέταξαν εἰπεῖν εὐδοκιμοῦντι περὶ τὸν βίον καὶ τὸ ἦθος, ὀρθῶς πάνυ καὶ πολιτικῶς ἐθίζοντες τὸν δῆμον ὑπὸ τοῦ τρόπου μᾶλλον ἢ τοῦ λόγου τῶν συμβουλευόντων ἄγεσθαι.
因此,拉凯戴蒙人的执政者们在认可了一个生活不检点的人的意见后,命令另一个在生活和品德上享有盛誉的人去发表它,这极正确且极具政治智慧地引导着公民们习惯于被建言者的品行而非其言论所打动。
τοὺς δʼ ἐν φιλοσοφίᾳ λόγους ἀφαιροῦντα χρὴ τὴν τοῦ λέγοντος δόξαν αὐτοὺς ἐφʼ ἑαυτῶν ἐξετάζειν.
但在哲学中,应当剥离说话者的名声,由言论本身来审视它们。
ὡς γὰρ πολέμου, καὶ ἀκροάσεως πολλὰ τὰ κενά ἐστι.
因为正如战争一样,听讲中也有许多空虚无实的东西。
καὶ γὰρ πολιὰ τοῦ λέγοντος καὶ πλάσμα καὶ ὀφρῦς καὶ περιαυτολογία, μάλιστα δʼ αἱ κραυγαὶ καὶ οἱ θόρυβοι καὶ τὰ πηδήματα τῶν παρόντων συνεκπλήττει τὸν ἄπειρον ἀκροατὴν καὶ νέον ὥσπερ ὑπὸ ῥεύματος παραφερόμενον.
事实上,说话者的白发、做作的姿态、傲慢的眉头、以及自我吹嘘,尤其是听众的呼喊、喧嚣和跳跃,都会让缺乏经验的年轻听众不知所措,仿佛被洪流冲走一般。
ἔχει δέ τι καὶ ἡ λέξις ἀπατηλόν, ὅταν ἡδεῖα καὶ πολλὴ καὶ μετʼ ὄγκου τινὸς καὶ κατασκευῆς ἐπιφέρηται τοῖς πράγμασιν.
文辞也带有某种欺骗性,当它以甜美、丰富且伴随着某种庄重和刻意雕琢的姿态施加于事物之上时。
ὡς γὰρ τῶν ὑπʼ αὐλοῖς ᾀδόντων αἱ πολλαὶ τοὺς ἀκούοντας ἁμαρτίαι διαφεύγουσιν, οὕτω περιττὴ καὶ σοβαρὰ λέξις ἀντιλάμπει τῷ ἀκροατῇ πρὸς τὸ δηλούμενον.
因为正如在笛声伴奏下歌唱的人,其许多错误都会被听众忽略,同样,过分华丽和自负的文辞也会在听者面前产生眩光,遮蔽了所要表达的实质。
ὁ μὲν γὰρ Μελάνθιος, ὡς ἔοικε, περὶ τῆς Διογένους τραγῳδίας ἐρωτηθεὶς οὐκ ἔφη κατιδεῖν αὐτὴν ὑπὸ τῶν ὀνομάτων ἐπιπροσθουμένην αἱ δὲ τῶν πολλῶν διαλέξεις καὶ μελέται σοφιστῶν οὐ μόνον τοῖς ὀνόμασι παραπετάσμασι χρῶνται τῶν διανοημάτων, ἀλλὰ καὶ τὴν φωνὴν ἐμμελείαις τισὶ καὶ μαλακότησι καὶ παρισώσεσιν ἐφηδύνοντες ἐκβακχεύουσι καὶ παραφέρουσι τοὺς ἀκροωμένους, κενὴν ἡδονὴν διδόντες καὶ κενωτέραν δόξαν ἀντιλαμβάνοντες.
因为正如传说中,梅兰修斯在被问及迪奥根尼的悲剧时,说他无法看清它,因为被那些词汇遮挡住了;而许多苏格拉底式诡辩家的演说和练习,不仅用词汇作为思想的屏障,还通过某些曲调、柔和的嗓音和对偶句来美化声音,从而使听众狂热、迷失方向,他们给予了空洞的快乐,却换回了更加空洞的名声。
ὥστʼ αὐτοῖς συμβαίνει τὸ ὑπὸ Διονυσίου ῥηθέν.
因此,在他们身上应验了狄奥尼修斯所说的话。
ἐκεῖνος γάρ, ὡς ἔοικεν, εὐδοκιμοῦντι κιθαρῳδῷ παρὰ τὴν θέαν ἐπαγγειλάμενος δωρεάς τινας μεγάλας ὕστερον οὐδὲν ἔδωκεν ὡς ἀποδεδωκὼς τὴν χάριν·
因为他似乎在演出期间向一位享有盛誉的琴歌歌手许诺了某些丰厚的大礼,但后来却什么也没给,理由是已经回报了恩情: “因为,” 他说, “你唱歌让我快乐了多久,你在期待中就高兴了多久。
ὅσον γάρ
ἔφη
χρόνον εὔφραινες ᾄδων, τοσοῦτον ἔχαιρες ἐλπίζων
τοῦτον δὲ τὸν ἔρανον αἱ τοιαῦται πληροῦσιν ἀκροάσεις τοῖς λέγουσι· θαυμάζονται γὰρ ἐφʼ ὅσον τέρπουσιν, εἶθʼ ἅμα τῆς ἀκοῆς ἐξερρύη τὸ ἡδὺ κἀκείνους προλέλοιπεν ἡ δόξα, καὶ μάτην, τοῖς μὲν ὁ χρόνος τοῖς δὲ καὶ ὁ βίος ἀνάλωται.
” 而此类听讲正是在向说话者支付这种性质的回报:只要他们带来愉悦,就会受到赞叹,随后,一旦听觉中的愉悦感消失,名声也就离他们而去,一切皆空,对听者而言浪费了时间,而对说话者而言甚至连生命也被消耗殆尽了。