Humanitext Reader

普鲁塔克 · 论倾听 §10-12

听讲时的妥当提问与接受师长指引

第 6 段,共 11 段 · 希腊语

内容简介

本段讨论了讲座中提问的妥当方式,敦促听众根据说话者的专业领域来提出问题,并建议他们直面自身的道德困境,倾听真正哲学家的私下指引。

§10ἀκολουθεῖ δὲ τούτοις τὸ περὶ τῶν προβλημάτων παράγγελμα.
接下来的,是关于提问的规诫。
δεῖ γὰρ τὸν ἐπὶ δεῖπνον ἥκοντα τοῖς παρακειμένοις χρῆσθαι καὶ μηδὲν αἰτεῖν ἄλλο μηδʼ ἐξελέγχειν ὁ δʼ ἐπὶ λόγων ἀφιγμένος ἑστίασιν, ἂν μὲν ἐπὶ ῥητοῖς, ἀκροάσθω σιωπῇ τοῦ λέγοντος οἱ γὰρ εἰς ἄλλας ὑποθέσεις ἐξάγοντες καὶ παρεμβάλλοντες ἐρωτήματα καὶ προσδιαποροῦντες, οὐχ ἡδεῖς οὐδʼ εὐσυνάλλακτοι πρὸς ἀκρόασιν ὄντες, ὠφελοῦνται μὲν οὐδέν, τὸν δὲ λέγοντα καὶ τὸν λόγον ὁμοῦ συνταράττουσιν·
因为来到宴席的人应当食用眼前摆放的食物,而不应要求其他东西,也不应挑剔;同样,来到言论盛宴的人,如果是基于预先确定的主题,就应当静默地听说话者讲解。 因为那些把话题引向其他议题、插话提问并追加疑问的人,在听讲中既不令人愉快,也不易相处,他们自己毫无收获,同时又将说话者和言论一并搅乱。
ὅταν δὲ τοὺς ἀκούοντας ὁ λέγων ἐρωτᾶν καὶ προβάλλειν κελεύσῃ, χρήσιμόν τι δεῖ καὶ ἀναγκαῖον ἀεὶ προβάλλοντα φαίνεσθαι.
但是,当说话者要求听众提问和提出问题时,人应当显得始终是在提出某种有用且必要的问题。
ὁ μὲν γὰρ Ὀδυσσεὺς καταγελᾶται παρὰ τοῖς μνηστῆρσιν " αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας· " μεγαλοψυχίας γὰρ ἡγοῦνται σημεῖον, ὡς τὸ διδόναι τι τῶν μεγάλων, καὶ τὸ αἰτεῖν.
因为奥德修斯在求婚者中间被嘲笑, “讨要面包屑,而不是剑和大釜;” 因为他们认为,就像给予伟大的东西一样,索求它也是气度非凡的标志。
μᾶλλον δʼ ἄν τις ἀκροατοῦ καταγελάσειεν εἰς μικρὰ καὶ γλίσχρα προβλήματα τὸν διαλεγόμενον κινοῦντος, οἷα τερθρευόμενοί τινες τῶν νέων καὶ παρεπιδεικνύμενοι διαλεκτικὴν ἢ μαθηματικὴν ἕξιν εἰώθασι προβάλλειν περὶ τῆς τῶν ἀορίστων τομῆς, καὶ τίς ἡ κατὰ πλευρὰν ἢ κατὰ διάμετρον κίνησις.
然而,如果听众驱使对话者去讨论微不足道且琐碎的问题,人们会更加嘲笑他。 就像一些年轻人为了玩弄诡辩,展示自己的辩证法或数学才能,常常就未定线段的分割,或者沿边运动与沿对角线运动是什么,提出问题。
πρὸς οὓς ἔστιν εἰπεῖν τὸ ὑπὸ Φιλοτίμου πρὸς τὸν ἔμπυον καὶ φθισιῶντα ῥηθέν.
对于他们,可以用菲洛蒂莫斯对那个患有脓胸和肺结核的病人所说的话来回应。
ἐπεὶ γὰρ ἐλάλησεν αὐτῷ φαρμάκιον αἰτῶν πρὸς παρωνυχίαν, αἰσθόμενος ἀπὸ τῆς χρόας καὶ τῆς ἀναπνοῆς τὴν διάθεσιν οὐκ ἔστι σοι φησὶν ὦ βέλτιστε περὶ παρωνυχίας ὁ λόγος. οὐδέ σοὶ τοίνυν, ὦ νεανία, περὶ τοιούτων ζητημάτων ὥρα σκοπεῖν, ἀλλὰ πῶς οἰήματος καὶ ἀλαζονείας ἐρώτων τε καὶ φλυαρίας ἀπολυθεὶς εἰς βίον ἄτυφον καὶ ὑγιαίνοντα καταστήσεις σαυτόν.
因为当那人向他诉说、索要治冻疮的药时,菲洛蒂莫斯从他的面色和呼吸中察觉到了他的病症,说道: “好朋友,对你来说,成问题的可不是冻疮。 ” 因此,青年人啊,对你来说,也不是去探究这类问题的时候,而是应当思考,如何从自负、虚荣、迷恋和闲扯中解脱出来,使自己安顿于没有虚荣且健康的生活之中。
§11εὖ μάλα δὲ χρὴ καὶ πρὸς τὴν τοῦ λέγοντος ἐμπειρίαν ἢ φυσικὴν δύναμιν ἡρμοσμένον, ἐν οἷς αὐτὸς ἑαυτοῦ κράτιστός ἐστι, ποιεῖσθαι τὰς ἐρωτήσεις, καὶ μὴ παραβιάζεσθαι τὸν μὲν ἠθικώτερον φιλοσοφοῦντα φυσικὰς ἐπάγοντα καὶ μαθηματικὰς ἀπορίας, τὸν δὲ τοῖς φυσικοῖς σεμνυνόμενον εἰς συνημμένων ἐπικρίσεις ἕλκοντα καὶ ψευδομένων λύσεις.
而且,必须使提问十分切合说话者的经验或天赋才能,在他们最擅长的领域进行提问,决不能去勉强一个更偏重伦理哲学的学者去解答自然学和数学的难问,也不要把一个以自然学自豪的学者拉去判定假言命题和解决“说谎者悖论”。
ὡς γὰρ ὁ τῇ κλειδὶ τὰ ξύλα σχίζειν τῇ δʼ ἀξίνῃ τὴν θύραν ἀνοίγειν πειρώμενος οὐκ ἐκεῖνα δόξειεν ἂν ἐπηρεάζειν, ἀλλʼ αὑτὸν ἀποστερεῖν τῆς ἑκατέρου χρείας καὶ δυνάμεως, οὕτως οἱ παρὰ τοῦ λέγοντος ὃ μὴ πέφυκε μηδʼ ἤσκηκεν αἰτοῦντες, ὃ δʼ ἔχει καὶ δίδωσι μὴ δρεπόμενοι μηδὲ λαμβάνοντες, οὐ τοῦτο βλάπτονται μόνον ἀλλὰ καὶ κακοήθειαν καὶ δυσμένειαν προσοφλισκάνουσι.
因为正如那些企图用钥匙劈柴、用斧头开门的人,不像是损坏了那些工具,反而更像是剥夺了自己对每种工具的使用和功效一样,同样,那些向说话者索求他天赋所不擅长且未曾练习之物,而对他所拥有并提供的东西却不予采摘和接受的人,不仅在这点上受到损害,而且还额外招致了恶意和敌意的恶名。
§12φυλακτέον δὲ καὶ τὸ πολλὰ καὶ πολλάκις αὐτὸν προβάλλειν· ἔστι γὰρ καὶ τοῦτο τρόπον τινὰ παρεπιδεικνυμένου.
同时,也必须戒备自己提出许多且频繁的问题;因为这在某种程度上也是在自我展示。
τὸ δʼ ἑτέρου προτείνοντος ἀκροᾶσθαι μετʼ εὐκολίας φιλόλογον καὶ κοινωνικόν. ἂν μή τι τῶν ἰδίων ἐνοχλῇ καὶ κατεπείγῃ πάθος ἐπισχέσεως δεόμενον ἢ νόσημα παρηγορίας.
而在别人提出问题时温和地倾听,则是热爱学问且有合作精神的表现,除非有什么自身的激情在困扰和催促、需要遏制,或者有什么心病需要慰藉。
τάχα μὲν γὰρ οὐδʼ ἀμαθίην κρύπτειν ἄμεινον, ὥς φησιν Ἡράκλειτος, ἀλλʼ εἰς μέσον τιθέναι καὶ θεραπεύειν.
因为也许正如赫拉克利特所说, “隐瞒无知并不更好,” 反而将其公开并予以治疗才是更好的。
ἂν δʼ ὀργή τις ἢ προσβολὴ δεισιδαιμονίας ἢ διαφορὰ πρὸς οἰκείους σύντονος ἢ περιμανὴς ἐξ ἔρωτος ἐπιθυμία " κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν " ἐπιταράξῃ τὴν διάνοιαν, οὐ φευκτέον εἰς ἑτέρους λόγους ἀποδιδράσκοντας τὸν ἔλεγχον, ἀλλὰ περὶ αὐτῶν τούτων ἀκουστέον ἐν ταῖς διατριβαῖς, καὶ μετὰ τὰς διατριβὰς ἰδίᾳ προσιόντας αὐτοὺς καὶ προσανακρίνοντας.
但是,如果某种愤怒、迷信的袭来、与家人的激烈不和、或者因爱欲而起的疯狂渴望, “拨动了心中那不可动摇的弦” 搅乱了心智,人决不应当逃跑、通过避开审视而溜向其他的言论,而应当在讲座中聆听关于这些事情的讲解,并在讲座之后单独去找老师,进一步质询。
ἀλλὰ μὴ τοὐναντίον, ὥσπερ οἱ πολλοὶ χαίρουσι τοῖς φιλοσόφοις περὶ ἄλλων διαλεγομένοις καὶ θαυμάζουσιν· ἂν δὲ τοὺς ἄλλους ἐάσας ὁ φιλόσοφος αὐτοῖς ἐκείνοις ἰδίᾳ παρρησιάζηται περὶ τῶν διαφερόντων καὶ ὑπομιμνήσκῃ, δυσχεραίνουσι καὶ περίεργον νομίζουσιν.
然而不要适得其反,就像大多数人乐于听到哲学家谈论他人的事并大加赞赏;但如果哲学家搁下他人,私下里对他们自己直言不讳地谈论其切身利害并予以提醒,他们就会感到不快并认为是在多管闲事。
ἐπιεικῶς γάρ, ὥσπερ τῶν τραγῳδῶν ἐν τοῖς θεάτροις, καὶ τῶν φιλοσόφων ἐν ταῖς σχολαῖς οἴονται δεῖν ἀκούειν, ἐν δὲ τοῖς ἔξω πράγμασιν οὐδὲν αὐτοὺς ἑαυτῶν διαφέρειν ἡγοῦνται, πρὸς μὲν τοὺς σοφιστὰς εἰκότως τοῦτο πεπονθότες·
因为他们大抵认为,应当像在戏院里听悲剧演员演戏一样去学堂听哲学家讲学,而在外面的事务中,他们认为哲学家与自己并无二致。 对于诡辩家,他们产生这种看法是理所当然的;因为诡辩家一旦从讲椅上站起来,放下书本和入门书,在人生的真实部分里,在众人眼中就显得渺小且易于驾驭。
ἀναστάντες γὰρ ἀπὸ τοῦ θρόνου καὶ ἀποθέμενοι τὰ βιβλία καὶ τὰς εἰσαγωγὰς ἐν τοῖς ἀληθινοῖς τοῦ βίου μέρεσι μικροὶ καὶ ὑπὸ χεῖρα φαίνονται τοῖς πολλοῖς, πρὸς δὲ τοὺς ὄντως φιλοσόφους οὐ καλῶς, ἀγνοοῦντες ὅτι καὶ σπουδὴ καὶ παιδιὰ καὶ νεῦμα καὶ μειδίαμα καὶ σκυθρωπασμὸς αὐτῶν, μάλιστα δʼ ὁ πρὸς ἕκαστον ἰδίᾳ περαινόμενος λόγος ἔχει τινὰ καρπὸν ὠφέλιμον τοῖς ὑπομένειν καὶ προσέχειν ἐθισθεῖσι.
但对于真正的哲学家,这种看法是不对的,因为他们不知道,哲学家的严肃和嬉戏、颔首、微笑和蹙眉,尤其是私下里对每个人所阐述的言论,对于那些习惯于忍受并倾注注意力的人来说,都包含着某种有益的果实。

词汇与语法注释

  1. 42fἐπὶ ῥητοῖς — 形容词 ῥητός(定下的、明言的)的中性复数与格。此处意为“在既定条件下”或“基于预先确定的主题”。对应于宴会的比喻(吃眼前提供的食物),它指出在预先确定主题的讲座中,听众应当保持沉默听讲,而不应引入无关的问题。
  2. 43dοὐ τοῦτο βλάπτονται μόνον — τοῦτο 是与被动语态动词 βλάπτονται(受损)连用的关系宾格(或内在宾格)。整句意为“他们不仅在这点上(即未能获得言论的益处)受到损害”,强调了他们还会额外背负恶意和敌意之恶名的双重劣势。
  3. 43fτοῦτο πεπονθότες — 动词 πάσχω 的完成时分词,与指代前句内容(在外部事务中认为哲学家与自己无异)的 τοῦτο 连用,意为“处于这种状态”或“持有这种态度”。它解释了主句主语(οἱ πολλοί)的心理状态,译为“对于诡辩家,他们持有这种态度是理所当然的”。

引用这一段

普鲁塔克, 论倾听 §10-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg069.humanitext-grc2:10-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。