§8διὸ δεῖ τὸ πολὺ καὶ κενὸν ἀφαιροῦντα τῆς λέξεως αὐτὸν διώκειν τὸν καρπὸν καὶ μιμεῖσθαι μὴ τὰς στεφανηπλόκους ἀλλὰ τὰς μελίσσας.
それゆえ、言葉の冗長で空虚な部分を取り除いて、実質そのものを追求し、花輪を編む者ではなく蜂を模倣しなければならない。
αἱ μὲν γὰρ ἐπιοῦσαι τὰ ἀνθηρὰ καὶ εὐώδη τῶν φύλλων συνείρουσι καὶ διαπλέκουσιν ἡδὺ μὲν ἐφήμερον δὲ καὶ ἄκαρπον ἔργον·
なぜなら、前者は花々の上を巡り、葉の華やかで香りの良い部分を繋ぎ合わせ、織り上げるものの、心地よくはあるが一時的で実を結ばない成果しか生み出さないからである。
αἱ δὲ πολλάκις ἴων καὶ ῥόδων καὶ ὑακίνθων διαπετόμεναι λειμῶνας ἐπὶ τὸν τραχύτατον καὶ δριμύτατον θύμον καταίρουσι καὶ τούτῳ προσκάθηνται
"
ξανθὸν μέλι μηδόμεναι,
"
καὶ λαβοῦσαί τι τῶν χρησίμων ἀποπέτονται πρὸς τὸ οἰκεῖον ἔργον.
これに対して、後者はしばしばスミレやバラやヒヤシンスの咲く野原を飛び越え、最も荒々しく最も刺激の強いタイムの上に舞い降り、これに寄り添って、「黄金色の蜜をこしらえんと」励み、何かしら有用なものを手に入れると、自分たちの本来の仕事へと飛び去っていく。
οὕτως οὖν δεῖ τὸν φιλότεχνον καὶ καθαρὸν ἀκροατὴν τὰ μὲν ἀνθηρὰ καὶ τρυφερὰ τῶν ὀνομάτων καὶ τῶν πραγμάτων τὰ δραματικὰ καὶ πανηγυρικὰ κηφήνων βοτάνην σοφιστιώντων ἡγούμενον ἐᾶν, αὐτὸν δὲ τῇ προσοχῇ καταδυόμενον εἰς τὸν νοῦν τοῦ λόγου καὶ τὴν διάθεσιν τοῦ λέγοντος ἕλκειν ἀπʼ αὐτῆς τὸ χρήσιμον καὶ ὠφέλιμον, μεμνημένον ὡς οὐκ εἰς θέατρον οὐδʼ ᾠδεῖον ἀλλʼ εἰς σχολὴν καὶ διδασκαλεῖον ἀφῖκται, τῷ λόγῳ τὸν βίον ἐπανορθωσόμενος.
したがって、それゆえに、芸術を愛し純粋な聞き手は、言葉の華やかで繊細な部分や、事柄の劇的で誇示的な部分を、ソフィストまがいの怠け者(雄蜂)たちの餌にすぎないと考えて放置し、自らは注意を注いで議論の意図へと深く潜り込み、語り手の心情を汲み取って、そこから有用で有益なものを引き出すべきである。 その際、自分は劇場や音楽堂に来たのではなく、学舎や学校に来たのであり、言論によって自らの生き方を正そうとしているのだということを心に留めておかなければならない。
ὅθεν δὴ καὶ ποιητέον ἐπίσκεψιν καὶ κρίσιν τῆς ἀκροάσεως ἐξ αὑτοῦ καὶ τῆς περὶ αὑτὸν διαθέσεως, ἀναλογιζόμενον εἴ τι τῶν παθῶν γέγονε μαλακώτερον, εἴ τι τῶν ἀνιαρῶν κουφότερον, εἰ θάρσος εἰ φρόνημα βέβαιον, εἰ πρὸς ἀρετὴν καὶ τὸ καλὸν ἐνθουσιασμός.
まさにこの理由から、聴講に対する吟味と判断を、自分自身と自分自身の状態から行わねばならず、自分の情念のいずれかが和らいだか、苦痛のいずれかが軽くなったか、確信や揺るぎない覚悟が得られたか、徳や美への熱意が生じたかを振り返るべきである。
οὐ γὰρ ἐκ κουρείου μὲν ἀναστάντα δεῖ τῷ κατόπτρῳ παραστῆναι καὶ τῆς κεφαλῆς ἅψασθαι, τὴν περικοπὴν τῶν τριχῶν ἐπισκοποῦντα καὶ τῆς κουρᾶς τὴν διαφοράν, ἐκ δὲ ἀκροάσεως ἀπιόντα καὶ σχολῆς οὐκ εὐθὺς ἀφορᾶν χρὴ πρὸς ἑαυτόν, καταμανθάνοντα τὴν ψυχὴν εἴ τι τῶν ὀχληρῶν ἀποτεθειμένη καὶ περιττῶν ἐλαφροτέρα γέγονε καὶ ἡδίων.
なぜなら、理髪店から立ち上がった者が、鏡の前に立って自分の頭に手を触れ、髪の切り際や散髪の出来栄えを観察すべきであるのに、講義や学舎から立ち去る者が、直ちに自分自身へと目を向けず、自らの魂を注意深く観察して、煩わしく余計なもののいずれかを払い落として、より軽やかに、より心地よくなっているかを見極めようとしないのは、あってはならないことだからである。
οὔτε γὰρ βαλανείου
φησὶν ὁ Ἀρίστων
οὔτε λόγου μὴ καθαίροντος ὄφελός ἐστιν.
「浴場も、とアリストンは言う、清めない言論も、何の役にも立たない」のである。
§9Ἡδέσθω μὲν οὖν ὑπὸ λόγων ὠφελούμενος ὁ νέος·
したがって、若者は教えによって益を得つつ喜ぶがよい。
οὐ δεῖ δὲ τὸ ἡδὺ τῆς ἀκροάσεως ποιεῖσθαι τέλος, οὐδʼ οἴεσθαι δεῖν ἐκ σχολῆς ἀπιέναι φιλοσόφου μινυρίζοντα καὶ γεγανωμένον, οὐδὲ ζητεῖν μυρίζεσθαι δεόμενον ἐμβροχῆς καὶ καταπλάσματος, ἀλλὰ χάριν ἔχειν, ἄν τις ὥσπερ καπνῷ σμῆνος λόγῳ δριμεῖ τὴν διάνοιαν ἀχλύος πολλῆς καὶ ἀμβλύτητος γέμουσαν ἐκκαθήρῃ.
しかし、聴講の快さを目的にしてはならないし、哲学者の学舎から歌を口ずさみ、悦に入って立ち去るべきだと思ってはならないし、湿布や膏薬を必要としているのに香水を求めたりしてはならない。 むしろ、蜂の巣を煙でいぶすように、誰かが鋭い言葉によって、多くの霧と鈍麻に満ちた自らの精神を洗い清めてくれるなら、感謝すべきである。
καὶ γὰρ εἰ τοῖς λέγουσι προσήκει μὴ παντάπασιν ἡδονὴν ἐχούσης καὶ πιθανότητα λέξεως. παραμελεῖν, ἐλάχιστα τούτου φροντιστέον τῷ νέῳ, τό γε πρῶτον.
というのも、たとえ語り手にとって、全く快さと説得力を欠いた言葉遣いを軽視しないことが適切であるとしても、若者は、少なくとも最初は、このことを最も気にかけないようにすべきだからである。
ὕστερον δέ που, καθάπερ οἱ πίνοντες, ὅταν παύσωνται διψῶντες, τότε τὰ τορεύματα τῶν ἐκπωμάτων ὑποθεωροῦσι καὶ στρέφουσιν, οὕτως ἐμπλησθέντι δογμάτων καὶ ἀναπνεύσαντι δοτέον τὴν λέξιν εἴ τι κομψὸν ἔχει καὶ περιττὸν ἐπισκοπεῖν.
しかしその後には、おそらく、飲む人々が渇きを癒やし終えたとき、その時になって初めて杯の彫刻を観察し、手にとって回してみるように、教説に満たされ、一息ついた後に、もしそこに優雅で格別なものがあるならば、その言葉遣いを観察するのを許すべきである。
ὁ δʼ εὐθὺς ἐξ ἀρχῆς μὴ τοῖς πράγμασιν ἐμφυόμενος ἀλλὰ τὴν λέξιν Ἀττικὴν ἀξιῶν εἶναι καὶ ἰσχνὴν ὅμοιός ἐστι μὴ βουλομένῳ πιεῖν ἀντίδοτον, ἂν μὴ τὸ ἀγγεῖον ἐκ τῆς Ἀττικῆς κωλιάδος κεκεραμευμένον, μηδʼ ἱμάτιον περιβαλέσθαι χειμῶνος, εἰ μὴ προβάτων Ἀττικῶν εἴη τὸ ἔριον, ἀλλʼ ὥσπερ ἐν τρίβωνι Λυσιακοῦ λόγου λεπτῷ καὶ ψιλῷ καθήμενος ἄπρακτος καὶ ἀκίνητος.
これに対して、最初から直ちに事柄に根を下ろそうとせず、言葉遣いがアッティカ風で簡素であることを求める者は、解毒剤を飲むのを拒む者に似ている。 その器がアッティカのコリアス岬の粘土で焼かれたものでない限りは飲まないと言い、あるいは、冬に外套を羽織るのを拒む者に似ている、その羊毛がアッティカの羊のものでない限りは。 そうして、まるでリュシアスの演説という薄くてむき出しの粗末な外套をまとって座っているかのように、何もしないで身動きもしない。
ταῦτα γὰρ τὰ νοσήματα πολλὴν μὲν ἐρημίαν νοῦ καὶ φρενῶν ἀγαθῶν, πολλὴν δὲ τερθρείαν καὶ στωμυλίαν ἐν ταῖς σχολαῖς πεποίηκε, τῶν μειρακίων οὔτε βίον οὔτε πρᾶξιν οὔτε πολιτείαν φιλοσόφου παραφυλαττόντων ἀνδρός, ἀλλὰ λέξεις καὶ ῥήματα καὶ τὸ καλῶς ἀπαγγέλλειν ἐν ἐπαίνῳ τιθεμένων, τὸ δʼ ἀπαγγελλόμενον εἴτε χρήσιμον εἴτʼ ἄχρηστον εἴτʼ ἀναγκαῖον εἴτε κενόν ἐστι καὶ περιττὸν οὐκ ἐπισταμένων οὐδὲ βουλομένων ἐξετάζειν.
というのも、これらの病弊は、知性と優れた理性の甚だしい欠如を、また学舎における甚だしい詭弁と饒舌を生み出してきたからである。 若者たちが、哲学者たる人物の生き方も、実践も、政治的行動も遵守せず、言葉や辞句、そして美しく語ることを称賛の対象とし、語られている内容が有用であるか無用であるか、必要なものであるか空虚で余計なものであるかを、知ろうともせず、また吟味しようとも望まないからである。