§5φθόνος τοίνυν μετὰ βασκανίας καὶ δυσμενείας οὐδενὶ μὲν ἔργῳ παρὼν ἀγαθόν, ἀλλὰ πᾶσιν ἐμπόδιος τοῖς καλοῖς, κάκιστος δʼ ἀκροωμένῳ πάρεδρος καὶ σύμβουλος, ἀνιαρὰ καὶ ἀηδῆ καὶ δυσπρόσδεκτα ποιῶν τὰ ὠφέλιμα διὰ τὸ πᾶσι μᾶλλον ἥδεσθαι τοὺς φθονοῦντας ἢ τοῖς εὖ λεγομένοις.
因此,伴随着恶意和敌意的嫉妒,在任何事情中出现都不是一件好事,而是对所有美好事物的阻碍,对听者而言更是最恶劣的同伴和顾问,它使有益的知识变得痛苦、令人不快且难以接受,因为嫉妒的人乐于看到任何事情,唯独不乐于看到精辟的言论。
καίτοι πλοῦτος μὲν ὅντινα δάκνει καὶ δόξα καὶ κάλλος, ἑτέροις ὑπάρχοντα, φθονερός ἐστι μόνον·
然而,因他人的财富、名望或美貌而感到痛苦的人,仅仅是嫉妒而已;因为他只是为他人的幸运而感到懊恼。
ἄχθεται γὰρ ἄλλων εὐτυχούντων ὁ δὲ λόγῳ καλῶς λεγομένῳ δυσχεραίνων ὑπὸ τῶν ἰδίων ἀγαθῶν ἀνιᾶται.
但那因精辟的言论而感到不快的人,却是在为自己本可获得的益处而感到痛苦。
ὡς γὰρ τὸ φῶς τῶν βλεπόντων, καὶ ὁ λόγος τῶν ἀκουόντων ἀγαθόν ἐστιν, ἂν βούλωνται δέχεσθαι.
因为正如光是对于有视觉者的善,言辞也是对于倾听者的善,只要他们愿意接受。
τὸν μὲν οὖν ἐφʼ ἑτέροις φθόνον ἄλλαι τινὲς ἀπαίδευτοι καὶ κακαὶ διαθέσεις ἐμποιοῦσιν, ὁ δὲ πρὸς τοὺς λέγοντας ἐκ φιλοδοξίας ἀκαίρου καὶ φιλοτιμίας ἀδίκου γεννώμενος οὐδὲ προσέχειν ἐᾷ τοῖς λεγομένοις τὸν οὕτω διακείμενον, ἀλλὰ θορυβεῖ καὶ περισπᾷ τὴν διάνοιαν, ἅμα μὲν τὴν ἑαυτῆς ἕξιν ἐπισκοποῦσαν εἰ λείπεται τῆς τοῦ λέγοντος, ἅμα δὲ τοὺς ἄλλους ἐπιβλέπουσαν εἰ ἄγανται καὶ θαυμάζουσιν, ἐκπληττομένην τε ὑπὸ τῶν ἐπαίνων καὶ ἀγριαίνουσαν πρὸς τοὺς παρόντας ἂν ἀποδέχωνται τὸν λέγοντα, τῶν δὲ λόγων τοὺς μὲν εἰρημένους ἐῶσαν καὶ προϊεμένην, ὅτι λυποῦσι μνημονευόμενοι, πρὸς δὲ τοὺς λείποντας ταραττομένην καὶ τρέμουσαν μὴ τῶν εἰρημένων βελτίονες γένωνται, σπεύδουσαν δὲ τάχιστα παύσασθαι τοὺς λέγοντας ὅταν κάλλιστα λέγωσι, λυθείσης δὲ τῆς ἀκροάσεως πρὸς οὐδενὶ τῶν εἰρημένων οὖσαν ἀλλὰ τὰς φωνὰς καὶ διαθέσεις τῶν παρόντων ἐπιψηφίζουσαν, καὶ τοὺς μὲν ἐπαινοῦντας ὥσπερ ἐμμανῆ φεύγουσαν καὶ ἀποπηδῶσαν, προστρέχουσαν δὲ καὶ συναγελαζομένην τοῖς ψέγουσι τὰ εἰρημένα καὶ διαστρέφουσιν ἂν δὲ μηδὲν διαστρέψαι, παραβάλλουσαν ἑτέρους τινὰς ὡς ἄμεινον εἰρηκότας εἰς ταὐτὸ καὶ δυνατώτερον, ἕως διαφθείρασα καὶ λυμηναμένη τὴν ἀκρόασιν ἀχρεῖον ἑαυτῇ καὶ ἀνόνητον ἀπεργάσηται,
对别人的嫉妒是由其他一些缺乏教养和恶劣的心态引起的;但对说话者的嫉妒,则源于不合时宜的名誉欲和不正当的虚荣心,它甚至不允许处于这种状态的人专注于所说的话,反而扰乱并分散他的注意力。 这种心思一方面在审视自己的状态,看是否逊色于说话者,另一方面在注视其他人,看他们是否赞赏和惊叹,因听到赞美声而惊慌失措,若在场的人接受说话者,它便对他们大发雷霆。 对于已说过的言论,它不予理会并予以放弃,因为一想起这些就感到痛苦;对于尚未说出的部分,它又感到局促不安,战战兢兢,生怕它们比已经说过的还要好;在说话者讲得最精彩的时候,它急切地盼望他们尽快讲完。 当听讲结束时,它对所说的话毫不关心,而是对在场者的声音和态度进行评估,像避开疯子一样避开并跳离赞美者,却跑去与那些挑剔并歪曲所说内容的人聚在一起;如果无法歪曲任何内容,它便拿其他人来作对比,称其在同一主题上讲得更好、更有力,直到彻底毁掉和破坏了这次倾听,使之对自己变得毫无用处、毫无益处。
§6διὸ δεῖ τῇ φιληκοΐᾳ πρὸς τὴν φιλοδοξίαν σπεισάμενον ἀκροᾶσθαι τοῦ λέγοντος ἵλεων καὶ πρᾶον, ὥσπερ ἐφʼ ἑστίασιν ἱερὰν καὶ θυσίας ἀπαρχὴν παρειλημμένον, ἐπαινοῦντα μὲν ἐν οἷς ἐπιτυγχάνει τὴν δύναμιν, ἀγαπῶντα δὲ τὴν προθυμίαν αὐτὴν τοῦ φέροντος εἰς μέσον ἃ γιγνώσκει καὶ πείθοντος ἑτέρους διʼ ὧν αὐτὸς πέπεισται.
因此,应当让好听之心与名誉欲达成和解,怀着亲切和温和的态度来倾听说话者,就像被邀请参加神圣的宴会和祭祀的初熟之物仪式一样。 在说话者成功的地方,应当赞扬其能力;在说话者毫无保留地提供自己所知并用自己信服的道理来说服他人时,应当欢迎其热意本身。
τοῖς μὲν οὖν κατορθουμένοις ἐπιλογιστέον ὡς οὐκ ἀπὸ τύχης οὐδʼ αὐτομάτως ἀλλʼ ἐπιμελείᾳ καὶ πόνῳ καὶ μαθήσει κατορθοῦνται, καὶ μιμητέον γε ταῦτα θαυμάζοντάς γε δὴ καὶ ζηλοῦντας τοῖς δʼ ἁμαρτανομένοις ἐφιστάναι χρὴ τὴν διάνοιαν, ὑφʼ ὧν αἰτιῶν καὶ ὅθεν ἡ παρατροπὴ γέγονεν.
因此,对于那些成功的方面,必须考虑到它们不是偶然或自发达成的,而是通过悉心、努力和学习达成的,应当怀着赞赏和效法之心去模仿这些。 而对于那些失误的方面,则应当用思考去探究,究竟是什么原因以及从何处产生了偏差。
ὡς γὰρ ὁ Ξενοφῶν φησι τοὺς οἰκονομικοὺς καὶ ἀπὸ τῶν φίλων ὀνίνασθαι καὶ ἀπὸ τῶν ἐχθρῶν, οὕτω τοὺς ἐγρηγορότας καὶ προσέχοντας οὐ μόνον κατορθοῦντες ἀλλὰ καὶ διαμαρτάνοντες ὠφελοῦσιν οἱ λέγοντες·
因为正如色诺芬所说,善于治家的人既能从朋友中获益,也能从敌人中获益,同样,对于保持清醒和专心致志的人来说,说话者不仅在成功时,而且在犯错时也能给他们带来益处。
καὶ γὰρ διανοήματος εὐτέλεια καὶ ῥήματος κενότης καὶ σχῆμα φορτικὸν καὶ πτόησις μετὰ χαρᾶς ἀπειροκάλου πρὸς ἔπαινον καὶ ὅσα τοιαῦτα μᾶλλον ἀκροωμένοις ἐφʼ ἑτέρων ἢ λέγουσιν ἐφʼ ἑαυτῶν καταφαίνεται.
事实上,思想的贫乏、言语的空洞、俗气的姿态、听到赞美时因庸俗的喜悦而产生的慌张,以及所有诸如此类的事情,在听者看别人时,比说话者看自己时更为明显。
διὸ δεῖ μεταφέρειν τὴν εὐθύνην ἐφʼ ἑαυτοὺς ἀπὸ τοῦ λέγοντος, ἀνασκοποῦντας εἴ τι τοιοῦτο λανθάνομεν ἁμαρτάνοντες, ῥᾷστον γάρ ἐστι τῶν ὄντων τὸ μέμψασθαι τὸν πλησίον, ἀχρήστως τε καὶ κενῶς γιγνόμενον, ἂν μὴ πρός τινα διόρθωσιν ἢ φυλακὴν ἀναφέρηται τῶν ὁμοίων.
因此,应当将审视的眼光从说话者移向自己,审视我们是否也在不知不觉中犯下类似的错误;因为指责邻人是世上最容易的事,但如果它不指向对类似错误的纠正或防范,就是无益且空虚的。
καὶ τὸ τοῦ Πλάτωνος οὐκ ὀκνητέον ἀεὶ πρὸς αὑτὸν ἐπὶ τῶν ἁμαρτανόντων ἀναφθέγγεσθαι,
μή που ἄρʼ ἐγὼ τοιοῦτος;
当看到他人犯错时,应当毫不犹豫地经常对自己默念柏拉图的那句话: “难道我也有点像这样吗?
ὡς γὰρ ἐν τοῖς ὄμμασι τῶν πλησίον ἐλλάμποντα τὰ ἑαυτῶν ὁρῶμεν, οὕτως ἐπὶ τῶν λόγων δεῖ τοὺς ἑαυτῶν ἐνεικονίζεσθαι τοῖς ἑτέρων, ἵνα μήτʼ ἄγαν θρασέως καταφρονῶμεν ἄλλων, αὑτοῖς τε προσέχωμεν ἐν τῷ λέγειν ἐπιμελέστερον.
” 因为正如我们在邻人的眼睛里看到自己闪烁的倒影一样,在言辞上,我们也应当将自己的言辞映照在别人的言辞中,以便我们既不会过于轻率地蔑视他人,又能在说话时更仔细地看守自己。
χρήσιμον δὲ πρὸς τοῦτο καὶ τὸ τῆς παραβολῆς, ὅταν γενόμενοι καθʼ αὑτοὺς ἀπὸ τῆς ἀκροάσεως καὶ λαβόντες τι τῶν μὴ καλῶς ἢ μὴ ἱκανῶς εἰρῆσθαι δοκούντων ἐπιχειρῶμεν εἰς ταὐτὸ καὶ προάγωμεν αὑτοὺς τὰ μὲν ὥσπερ ἀναπληροῦν, τὰ δʼ ἐπανορθοῦσθαι, τὰ δʼ ἑτέρως φράζειν, τὰ δʼ ὅλοις ἐξ ὑπαρχῆς εἰσφέρειν πειρώμενοι πρὸς τὴν ὑπόθεσιν.
对此很有用的还有进行对比,即当我们听完并在私下独处时,取一些看起来说得不好或不够充分的观点,自己尝试写同一个主题,并引导自己,试图补充某些部分,修正某些部分,用别的方式表达某些部分,或者完全重新提出某些部分以应对这一论题。
ὃ καὶ Πλάτων ἐποίησε πρὸς τὸν Λυσίου λόγον.
这正是柏拉图对吕西亚斯的演说所做的事。
τὸ μὲν γὰρ ἀντειπεῖν οὐ χαλεπὸν ἀλλὰ καὶ πάνυ ῥᾴδιον εἰρημένῳ λόγῳ· τὸ δʼ ἕτερον ἀνταναστῆσαι βελτίονα παντάπασιν ἐργῶδες.
因为对已经说过的言论进行反驳并不困难,反而是极容易的;但要树立起另一篇更好的演说,则完全是一件艰巨的工作。
ὥσπερ ὁ Λακεδαιμόνιος ἀκούσας ὅτι Φίλιππος Ὄλυνθον κατέσκαψεν
ἀλλʼ οὐκ ἀναστῆσαί γε τοιαύτην
ἔφη
πόλιν ἐκεῖνος ἂν δυνηθείη. ὅταν οὖν ἐν τῷ διαλέγεσθαι πρὸς τὴν τοιαύτην ὑπόθεσιν μὴ πολὺ φαινώμεθα τῶν εἰρηκότων διαφέροντες, πολὺ τοῦ καταφρονεῖν ἀφαιροῦμεν, καὶ τάχιστα κολούεται τὸ αὔθαδες ἡμῶν καὶ φίλαυτον ἐν ταῖς τοιαύταις ἐλεγχόμενον ἀντιπαραβολαῖς.
就像斯巴达人听说菲利普摧毁了奥林索斯时,说道: “但他绝对无法重建这样一个城市。 ” 因此,当我们就同一论题进行探讨,显得与先前的说话者没有太大差别时,我们对别人的蔑视就会大大减少,而我们的自负和自恋在这样的对比检验中,也会极快地被削弱。